"Ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ\nπλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε·\nπολλῶν δ' ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,\nπολλὰ δ' ὅ γ' ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,\nἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.\nἀλλ' οὐδ' ὧς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·\nαὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,\nνήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο\nἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.\nτῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.\n\nἔνθ' ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,\nοἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·\nτὸν δ' οἶον, νόστου κεχρημένον ἠδὲ γυναικός,\nνύμφη πότνι' ἔρυκε Καλυψώ, δῖα θεάων,\nἐν σπέεσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.\nἀλλ' ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,\nτῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι\nεἰς Ἰθάκην, οὐδ' ἔνθα πεφυγμένος ἦεν ἀέθλων\nκαὶ μετὰ οἷσι φίλοισι· θεοὶ δ' ἐλέαιρον ἅπαντες\nνόσφι Ποσειδάωνος· ὁ δ' ἀσπερχὲς μενέαινεν\nἀντιθέῳ Ὀδυσῆϊ πάρος ἣν γαῖαν ἱκέσθαι.\nἀλλ' ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ' ἐόντας,\nΑἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,\nοἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ' ἀνιόντος,\nἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.\nἔνθ' ὅ γε τέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι\nΖηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.\nτοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·\nμνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,\nτόν ῥ' Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν' Ὀρέστης·\nτοῦ ὅ γ' ἐπιμνησθεὶς ἔπε' ἀθανάτοισι μετηύδα·\n\n\"ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται.\nἐξ ἡμέων γάρ φασι κάκ' ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ\nσφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχουσιν,\nὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο\nγῆμ' ἄλοχον μνηστήν, τὸν δ' ἔκτανε νοστήσαντα,\nεἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,\nἙρμείαν πέμψαντες, ἐΰσκοπον Ἀργεϊφόντην,\nμήτ' αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·\nἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,\nὁππότ' ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.\nὣς ἔφαθ' Ἑρμείας, ἀλλ' οὐ φρένας Αἰγίσθοιο\nπεῖθ' ἀγαθὰ φρονέων· νῦν δ' ἁθρόα πάντ' ἀπέτεισε.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·\n\"ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,\nκαὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ,\nὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι.\nἀλλά μοι ἀμφ' Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ,\nδυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει\nνήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ' ὀμφαλός ἐστι θαλάσσης,\nνῆσος δενδρήεσσα, θεὰ δ' ἐν δώματα ναίει,\nἌτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης\nπάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς\nμακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.\nτοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,\nαἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισι\nθέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,\nἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι\nἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ\nἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε; οὔ νύ τ' Ὀδυσσεὺς\nἈργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων\nΤροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·\n\"τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.\nπῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,\nὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ' ἱρὰ θεοῖσιν\nἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;\nἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰὲν\nΚύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,\nἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον\nπᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,\nΦόρκυνος θυγάτηρ, ἁλὸς ἀτρυγέτοιο μέδοντος,\nἐν σπέεσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.\nἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων\nοὔ τι κατακτείνει, πλάζει δ' ἀπὸ πατρίδος αἴης.\nἀλλ' ἄγεθ' ἡμεῖς οἵδε περιφραζώμεθα πάντες\nνόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει\nὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων\nἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·\n\"ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,\nεἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσι,\nνοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,\nἙρμείαν μὲν ἔπειτα, διάκτορον Ἀργεϊφόντην,\nνῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα\nνύμφῃ ἐϋπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,\nνόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται.\nαὐτὰρ ἐγὼν Ἰθάκηνδε ἐλεύσομαι, ὄφρα οἱ υἱὸν\nμᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,\nεἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς\nπᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ\nμῆλ' ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.\nπέμψω δ' ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα\nνόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,\nἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.\"\n\nὣς εἰποῦσ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,\nἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν\nἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇσ' ἀνέμοιο.\nεἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,\nβριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν\nἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη,\nβῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα,\nστῆ δ' Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροισ' Ὀδυσῆος,\nοὐδοῦ ἐπ' αὐλείου· παλάμῃ δ' ἔχε χάλκεον ἔγχος,\nεἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι, Μέντῃ.\nεὗρε δ' ἄρα μνηστῆρας ἀγήνορας· οἱ μὲν ἔπειτα\nπεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον,\nἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί.\nκήρυκες δ' αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες\nοἱ μὲν ἄρ' οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,\nοἱ δ' αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας\nνίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.\n\nτὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής·\nἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,\nὀσσόμενος πατέρ' ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν\nμνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,\nτιμὴν δ' αὐτὸς ἔχοι καὶ κτήμασιν οἷσιν ἀνάσσοι.\nτὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδ' Ἀθήνην,\nβῆ δ' ἰθὺς προθύροιο, νεμεσσήθη δ' ἐνὶ θυμῷ\nξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς\nχεῖρ' ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"χαῖρε, ξεῖνε, παρ' ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα\nδείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.\"\n\nὣς εἰπὼν ἡγεῖθ', ἡ δ' ἕσπετο Παλλὰς Ἀθήνη.\nοἱ δ' ὅτε δή ῥ' ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,\nἔγχος μέν ῥ' ἔστησε φέρων πρὸς κίονα μακρὴν\nδουροδόκης ἔντοσθεν ἐϋξόου, ἔνθα περ ἄλλα\nἔγχε' Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,\nαὐτὴν δ' ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,\nκαλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.\nπὰρ δ' αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων\nμνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ\nδείπνῳ ἀηδήσειεν, ὑπερφιάλοισι μετελθών,\nἠδ' ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.\nχέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\nκαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,\nνίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\nσῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,\nεἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων·\nδαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας\nπαντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα,\nκῆρυξ δ' αὐτοῖσιν θάμ' ἐπῴχετο οἰνοχοεύων.\n\nἐς δ' ἦλθον μνηστῆρες ἀγήνορες· οἱ μὲν ἔπειτα\nἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.\nτοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,\nσῖτον δὲ δμῳαὶ παρενήεον ἐν κανέοισι,\nκοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.\nοἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο\nμνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,\nμολπή τ' ὀρχηστύς τε· τὰ γάρ τ' ἀναθήματα δαιτός.\nκῆρυξ δ' ἐν χερσὶν κίθαριν περικαλλέα θῆκε\nΦημίῳ, ὅς ῥ' ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.\nἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν,\nαὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,\nἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι·\n\n\"ξεῖνε φίλ', ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;\nτούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,\nῥεῖ', ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,\nἀνέρος, οὗ δή που λεύκ' ὀστέα πύθεται ὄμβρῳ\nκείμεν' ἐπ' ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.\nεἰ κεῖνόν γ' Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,\nπάντες κ' ἀρησαίατ' ἐλαφρότεροι πόδας εἶναι\nἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.\nνῦν δ' ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἥμιν\nθαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων\nφῇσιν ἐλεύσεσθαι· τοῦ δ' ὤλετο νόστιμον ἦμαρ.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·\nτίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\nὁπποίης τ' ἐπὶ νηὸς ἀφίκεο; πῶς δέ σε ναῦται\nἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;\nοὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι.\nκαί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐῢ εἰδῶ,\nἠὲ νέον μεθέπεις, ἦ καὶ πατρώϊός ἐσσι\nξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ\nἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.\"\n\nτὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n\"τοιγὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω.\nΜέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι\nυἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.\nνῦν δ' ὧδε ξὺν νηῒ κατήλυθον ἠδ' ἑτάροισι,\nπλέων ἐπὶ οἴνοπα πόντον ἐπ' ἀλλοθρόους ἀνθρώπους,\nἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ' αἴθωνα σίδηρον.\nνηῦς δέ μοι ἥδ' ἕστηκεν ἐπ' ἀγροῦ νόσφι πόληος,\nἐν λιμένι Ῥείθρῳ, ὑπὸ Νηΐῳ ὑλήεντι.\nξεῖνοι δ' ἀλλήλων πατρώϊοι εὐχόμεθ' εἶναι\nἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ' εἴρηαι ἐπελθὼν\nΛαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε\nἔρχεσθ', ἀλλ' ἀπάνευθεν ἐπ' ἀγροῦ πήματα πάσχειν\nγρηῒ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε\nπαρτιθεῖ, εὖτ' ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν\nἑρπύζοντ' ἀνὰ γουνὸν ἀλῳῆς οἰνοπέδοιο.\nνῦν δ' ἦλθον· δὴ γάρ μιν ἔφαντ' ἐπιδήμιον εἶναι,\nσὸν πατέρ'· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.\nοὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,\nἀλλ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ,\nνήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν,\nἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ' ἀέκοντα.\nαὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ\nἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω,\nοὔτε τι μάντις ἐὼν οὔτ' οἰωνῶν σάφα εἰδώς.\nοὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης\nἔσσεται, οὐδ' εἴ πέρ τε σιδήρεα δέσματ' ἔχῃσι·\nφράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\nεἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.\nαἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας\nκείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ' ἀλλήλοισι,\nπρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι\nἈργείων οἱ ἄριστοι ἔβαν κοίλῃσ' ἐνὶ νηυσίν·\nἐκ τοῦ δ' οὔτ' Ὀδυσῆα ἐγὼν ἴδον οὔτ' ἐμὲ κεῖνος.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.\nμήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε\nοὐκ οἶδ'· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.\nὡς δὴ ἐγώ γ' ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς\nἀνέρος, ὃν κτεάτεσσιν ἑοῖσ' ἔπι γῆρας ἔτετμε.\nνῦν δ' ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,\nτοῦ μ' ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ' ἐρεείνεις.\"\n\nτὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n\"οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω\nθῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·\nτίς δαίς, τίς δὲ ὅμιλος ὅδ' ἔπλετο; τίπτε δέ σε χρεώ;\nεἰλαπίνη ἦε γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ' ἐστίν,\nὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι\nδαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ\nαἴσχεα πόλλ' ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ξεῖν', ἐπεὶ ἂρ δὴ ταῦτά μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς,\nμέλλεν μέν ποτε οἶκος ὅδ' ἀφνειὸς καὶ ἀμύμων\nἔμμεναι, ὄφρ' ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·\nνῦν δ' ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,\nοἳ κεῖνον μὲν ἄϊστον ἐποίησαν περὶ πάντων\nἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ' ἀκαχοίμην,\nεἰ μετὰ οἷσ' ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,\nἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.\nτῶ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,\nἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ' ὀπίσσω.\nνῦν δέ μιν ἀκλειῶς Ἅρπυιαι ἀνηρέψαντο·\nοἴχετ' ἄϊστος ἄπυστος, ἐμοὶ δ' ὀδύνας τε γόους τε\nκάλλιπεν· οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω\nοἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε' ἔτευξαν.\nὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,\nΔουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,\nἠδ' ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,\nτόσσοι μητέρ' ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.\nἡ δ' οὔτ' ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν\nποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες\nοἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.\"\n\nτὸν δ' ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·\n\"ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος\nδεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.\nεἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι\nσταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,\nτοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ' ἐνόησα\nοἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,\n\nἐξ Ἐφύρης ἀνιόντα παρ' Ἴλου Μερμερίδαο· -\nᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς\nφάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη\nἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλ' ὁ μὲν οὔ οἱ\nδῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,\nἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς· -\nτοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·\nπάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.\nἀλλ' ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,\nἤ κεν νοστήσας ἀποτείσεται, ἦε καὶ οὐκί,\nοἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,\nὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.\nεἰ δ' ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·\nαὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς\nμῦθον πέφραδε πᾶσι, θεοὶ δ' ἐπὶ μάρτυροι ἔστων.\nμνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,\nμητέρα δ', εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,\nἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·\nοἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα\nπολλὰ μάλ', ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.\nσοὶ δ' αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·\nνῆ' ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,\nἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,\nἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς\nἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.\nπρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,\nκεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·\nὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.\nεἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,\nἦ τ' ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·\nεἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδ' ἔτ' ἐόντος,\nνοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν\nσῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι\nπολλὰ μάλ', ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.\nαὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἕρξῃς,\nφράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,\nὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι\nκτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ\nνηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί.\nἦ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης\nπάντας ἐπ' ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,\nΑἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;\nκαὶ σύ, φίλος, μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε,\nἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων ἐῢ εἴπῃ.\nαὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη\nἠδ' ἑτάρους, οἵ πού με μάλ' ἀσχαλόωσι μένοντες·\nσοὶ δ' αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ξεῖν', ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,\nὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.\nἀλλ' ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,\nὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ\nδῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,\nτιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται\nἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·\n\"μή μ' ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο·\nδῶρον δ' ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,\nαὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,\nκαὶ μάλα καλὸν ἑλών· σοὶ δ' ἄξιον ἔσται ἀμοιβῆς.\"\n\nἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις Ἀθήνη,\nὄρνις δ' ὣς ἀνόπαια διέπτατο· τῷ δ' ἐνὶ θυμῷ\nθῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς\nμᾶλλον ἔτ' ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας\nθάμβησεν κατὰ θυμόν· ὀΐσατο γὰρ θεὸν εἶναι.\nαὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.\n\nτοῖσι δ' ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ\nεἵατ' ἀκούοντες· ὁ δ' Ἀχαιῶν νόστον ἄειδε\nλυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.\n\nτοῦ δ' ὑπερωϊόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν\nκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·\nκλίμακα δ' ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,\nοὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο.\nἡ δ' ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,\nστῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,\nἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·\nἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.\nδακρύσασα δ' ἔπειτα προσηύδα θεῖον ἀοιδόν·\n\n\"Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας\nἔργ' ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·\nτῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ\nοἶνον πινόντων· ταύτης δ' ἀποπαύε' ἀοιδῆς\nλυγρῆς, ἥ τέ μοι αἰὲν ἐνὶ στήθεσσι φίλον κῆρ\nτείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.\nτοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεὶ\nἀνδρός, τοῦ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"μῆτερ ἐμή, τί τ' ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν\nτέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τ' ἀοιδοὶ\nαἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν\nἀνδράσιν ἀλφηστῇσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ.\nτούτῳ δ' οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·\nτὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ' ἄνθρωποι,\nἥ τις ἀϊόντεσσι νεωτάτη ἀμφιπέληται.\nσοὶ δ' ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·\nοὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ\nἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.\nἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε,\nἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε\nἔργον ἐποίχεσθαι· μῦθος δ' ἄνδρεσσι μελήσει\nπᾶσι, μάλιστα δ' ἐμοί· τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ.\"\n\nἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·\nπαιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.\nἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ\nκλαῖεν ἔπειτ' Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον\nἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.\n\nμνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·\nπάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.\nτοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·\n\n\"μητρὸς ἐμῆς μνηστῆρες, ὑπέρβιον ὕβριν ἔχοντες,\nνῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς\nἔστω, ἐπεὶ τό γε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ\nτοιοῦδ' οἷος ὅδ' ἐστί, θεοῖσ' ἐναλίγκιος αὐδήν.\nἠῶθεν δ' ἀγορήνδε καθεζώμεσθα κιόντες\nπάντες, ἵν' ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,\nἐξιέναι μεγάρων· ἄλλας δ' ἀλεγύνετε δαῖτας,\nὑμὰ κτήματ' ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.\nεἰ δ' ὕμιν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον\nἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,\nκείρετ'· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,\nαἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·\nνήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες\nΤηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.\n\nτὸν δ' αὖτ' Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·\n\"Τηλέμαχ', ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ\nὑψαγόρην τ' ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν.\nμὴ σέ γ' ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων\nποιήσειεν, ὅ τοι γενεῇ πατρώϊόν ἐστιν.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Ἀντίνο', εἴ πέρ μοι καὶ ἀγάσσεαι ὅττι κεν εἴπω,\nκαί κεν τοῦτ' ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.\nἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;\nοὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ\nἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.\nἀλλ' ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι\nπολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,\nτῶν κέν τις τόδ' ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·\nαὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ' ἡμετέροιο\nκαὶ δμώων, οὕς μοι ληΐσσατο δῖος Ὀδυσσεύς.\"\n\nτὸν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·\n\"Τηλέμαχ', ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,\nὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·\nκτήματα δ' αὐτὸς ἔχοις καὶ δώμασι σοῖσιν ἀνάσσοις.\nμὴ γὰρ ὅ γ' ἔλθοι ἀνήρ, ὅς τίς σ' ἀέκοντα βίηφι\nκτήματ' ἀπορραίσει', Ἰθάκης ἔτι ναιεταούσης.\n\nἀλλ' ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,\nὁππόθεν οὗτος ἀνήρ· ποίης δ' ἐξ εὔχεται εἶναι\nγαίης; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;\nἠέ τιν' ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,\nἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ' ἱκάνει;\nοἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδ' ὑπέμεινε\nγνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Εὐρύμαχ', ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·\nοὔτ' οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,\nοὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ\nἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.\nξεῖνος δ' οὗτος ἐμὸς πατρώϊος ἐκ Τάφου ἐστί,\nΜέντης δ' Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι\nυἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.\"\n\nὣς φάτο Τηλέμαχος, φρεσὶ δ' ἀθανάτην θεὸν ἔγνω.\nοἱ δ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν\nτρεψάμενοι τέρποντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν.\nτοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·\nδὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.\nΤηλέμαχος δ', ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς\nὑψηλὸς δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,\nἔνθ' ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.\nτῷ δ' ἄρ' ἅμ' αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα\nΕὐρύκλει', Ὦπος θυγάτηρ Πεισηνορίδαο,\nτήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσι,\nπρωθήβην ἔτ' ἐοῦσαν, ἐεικοσάβοια δ' ἔδωκεν,\nἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,\nεὐνῇ δ' οὔ ποτ' ἔμικτο, χόλον δ' ἀλέεινε γυναικός·\nἥ οἱ ἅμ' αἰθομένας δαΐδας φέρε καί ἑ μάλιστα\nδμῳάων φιλέεσκε καὶ ἔτρεφε τυτθὸν ἐόντα.\nὤϊξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,\nἕζετο δ' ἐν λέκτρῳ, μαλακὸν δ' ἔκδυνε χιτῶνα·\nκαὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.\nἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,\nπασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι,\nβῆ ῥ' ἴμεν ἐκ θαλάμοιο, θύρην δ' ἐπέρυσσε κορώνῃ\nἀργυρέῃ, ἐπὶ δὲ κληῗδ' ἐτάνυσσεν ἱμάντι.\nἔνθ' ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,\nβούλευε φρεσὶν ᾗσιν ὁδόν, τὴν πέφραδ' Ἀθήνη.\n\nἮμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nὤρνυτ' ἄρ' ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱός,\nεἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ' ὤμῳ,\nποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,\nβῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.\nαἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε\nκηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.\nοἱ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα.\nαὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,\nβῆ ῥ' ἴμεν εἰς ἀγορήν, παλάμῃ δ' ἔχε χάλκεον ἔγχος,\nοὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.\nθεσπεσίην δ' ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·\nτὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.\nἕζετο δ' ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.\nτοῖσι δ' ἔπειθ' ἥρως Αἰγύπτιος ἦρχ' ἀγορεύειν,\nὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.\nκαὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ' ἀντιθέῳ Ὀδυσῆϊ\nἼλιον εἰς εὔπωλον ἔβη κοίλῃσ' ἐνὶ νηυσίν,\nἌντιφος αἰχμητής· τὸν δ' ἄγριος ἔκτανε Κύκλωψ\nἐν σπῆϊ γλαφυρῷ, πύματον δ' ὁπλίσσατο δόρπον.\nτρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,\nΕὐρύνομος, δύο δ' αἰὲν ἔχον πατρώϊα ἔργα·\nἀλλ' οὐδ' ὧς τοῦ λήθετ' ὀδυρόμενος καὶ ἀχεύων.\nτοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·\n\n\"κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω.\nοὔτε ποθ' ἡμετέρη ἀγορὴ γένετ' οὔτε θόωκος\nἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃσ' ἐνὶ νηυσί.\nνῦν δὲ τίς ὧδ' ἤγειρε; τίνα χρειὼ τόσον ἵκει\nἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;\nἠέ τιν' ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,\nἥν χ' ἥμιν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;\nἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ' ἀγορεύει;\nἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ\nΖεὺς ἀγαθὸν τελέσειεν, ὅ τι φρεσὶν ᾗσι μενοινᾷ.\"\n\nὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,\nοὐδ' ἄρ' ἔτι δὴν ἧστο, μενοίνησεν δ' ἀγορεύειν,\nστῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ\nκῆρυξ Πεισήνωρ, πεπνυμένα μήδεα εἰδώς.\nπρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·\n\n\"ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δ' εἴσεαι αὐτός,\nὃς λαὸν ἤγειρα· μάλιστα δέ μ' ἄλγος ἱκάνει.\nοὔτε τιν' ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,\nἥν χ' ὕμιν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,\nοὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ' ἀγορεύω,\nἀλλ' ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ,\nδοιά· τὸ μὲν πατέρ' ἐσθλὸν ἀπώλεσα, ὅς ποτ' ἐν ὑμῖν\nτοίσδεσσιν βασίλευε, πατὴρ δ' ὣς ἤπιος ἦεν·\nνῦν δ' αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα\nπάγχυ διαρραίσει, βίοτον δ' ἀπὸ πάμπαν ὀλέσσει.\nμητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,\nτῶν ἀνδρῶν φίλοι υἷες οἳ ἐνθάδε γ' εἰσὶν ἄριστοι,\nοἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι\nἸκαρίου, ὅς κ' αὐτὸς ἐεδνώσαιτο θύγατρα,\nδοίη δ' ᾧ κ' ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·\nοἱ δ' εἰς ἡμετέρου πωλεύμενοι ἤματα πάντα,\nβοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,\nεἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον\nμαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ' ἀνήρ,\nοἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.\nἡμεῖς δ' οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα\nλευγαλέοι τ' ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.\nἦ τ' ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη·\nοὐ γὰρ ἔτ' ἀνσχετὰ ἔργα τετεύχαται, οὐδ' ἔτι καλῶς\nοἶκος ἐμὸς διόλωλε· νεμεσσήθητε καὶ αὐτοί,\nἄλλους τ' αἰδέσθητε περικτίονας ἀνθρώπους,\nοἳ περιναιετάουσι· θεῶν δ' ὑποδείσατε μῆνιν,\nμή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.\nλίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,\nἥ τ' ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·\nσχέσθε, φίλοι, καί μ' οἶον ἐάσατε πένθεϊ λυγρῷ\nτείρεσθ', εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς\nδυσμενέων κάκ' ἔρεξεν ἐϋκνήμιδας Ἀχαιούς,\nτῶν μ' ἀποτεινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,\nτούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη\nὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε·\nεἴ χ' ὑμεῖς γε φάγοιτε, τάχ' ἄν ποτε καὶ τίσις εἴη·\nτόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ\nχρήματ' ἀπαιτίζοντες, ἕως κ' ἀπὸ πάντα δοθείη·\nνῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.\"\n\nὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ,\nδάκρυ' ἀναπρήσας· οἶκτος δ' ἕλε λαὸν ἅπαντα.\nἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη\nΤηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·\nἈντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·\n\n\"Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες\nἡμέας αἰσχύνων, ἐθέλοις δέ κε μῶμον ἀνάψαι.\nσοὶ δ' οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,\nἀλλὰ φίλη μήτηρ, ἥ τοι περὶ κέρδεα οἶδεν.\nἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ' εἶσι τέταρτον,\nἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.\nπάντας μέν ῥ' ἔλπει, καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,\nἀγγελίας προϊεῖσα· νόος δέ οἱ ἄλλα μενοινᾷ.\nἡ δὲ δόλον τόνδ' ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·\nστησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,\nλεπτὸν καὶ περίμετρον· ἄφαρ δ' ἡμῖν μετέειπε·\nκοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,\nμίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος\nἐκτελέσω, μή μοι μεταμώνια νήματ' ὄληται,\nΛαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν\nμοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,\nμή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,\nαἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.\nὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.\nἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,\n\nνύκτας δ' ἀλλύεσκεν, ἐπὴν δαΐδας παραθεῖτο.\nὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·\nἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,\nκαὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,\nκαὶ τήν γ' ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.\nὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκης·\nσοὶ δ' ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν' εἰδῇς\nαὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·\nμητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι\nτῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.\nεἰ δ' ἔτ' ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,\nτὰ φρονέουσ' ἀνὰ θυμόν, ἅ οἱ περὶ δῶκεν Ἀθήνη,\nἔργα τ' ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς\nκέρδεά θ', οἷ' οὔ πώ τιν' ἀκούομεν οὐδὲ παλαιῶν,\nτάων αἳ πάρος ἦσαν ἐϋπλοκαμῖδες Ἀχαιαί,\nΤυρώ τ' Ἀλκμήνη τε ἐϋστέφανός τε Μυκήνη·\nτάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ\nᾔδη· ἀτὰρ μὲν τοῦτό γ' ἐναίσιμον οὐκ ἐνόησε. -\nτόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ' ἔδονται,\nὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν\nἐν στήθεσσι τιθεῖσι θεοί· μέγα μὲν κλέος αὐτῇ\nποιεῖτ', αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.\nἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτε πῃ ἄλλῃ,\nπρίν γ' αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κ' ἐθέλῃσι.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Ἀντίνο', οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι\nἥ μ' ἔτεχ', ἥ μ' ἔθρεψε, πατὴρ δ' ἐμὸς ἄλλοθι γαίης,\nζώει ὅ γ' ἦ τέθνηκε· κακὸν δέ με πόλλ' ἀποτίνειν\nἸκαρίῳ, αἴ κ' αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.\nἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων\nδώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ' ἐρινῦς\nοἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων\nἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.\nὑμέτερος δ' εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,\nἔξιτέ μοι μεγάρων, ἄλλας δ' ἀλεγύνετε δαῖτας\nὑμὰ κτήματ' ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.\nεἰ δ' ὕμιν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον\nἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,\nκείρετ'· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,\nαἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·\nνήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.\"\n\nὣς φάτο Τηλέμαχος, τῷ δ' αἰετὼ εὐρύοπα Ζεὺς\nὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.\nτὼ δ' ἕως μέν ῥ' ἐπέτοντο μετὰ πνοιῇσ' ἀνέμοιο,\nπλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·\nἀλλ' ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,\nἔνθ' ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,\nἐς δ' ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ' ὄλεθρον·\nδρυψαμένω δ' ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς\nδεξιὼ ἤϊξαν διά τ' οἰκία καὶ πόλιν αὐτῶν.\nθάμβησαν δ' ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·\nὥρμηναν δ' ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.\nτοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης\nΜαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο\nὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·\nὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπε·\n\n\"κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·\nμνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω.\nτοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς\nδὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη\nἐγγὺς ἐὼν τοίσδεσσι φόνον καὶ κῆρα φυτεύει,\nπάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,\nοἳ νεμόμεσθ' Ἰθάκην εὐδείελον. ἀλλὰ πολὺ πρὶν\nφραζώμεσθ' ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ\nπαυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστιν.\nοὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ' ἐῢ εἰδώς·\nκαὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,\nὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον\nἈργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.\nφῆν κακὰ πολλὰ παθόντ', ὀλέσαντ' ἄπο πάντας ἑταίρους,\nἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ\nοἴκαδ' ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.\"\n\nτὸν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·\n\"ὦ γέρον, εἰ δ' ἄγε δὴ μαντεύεο σοῖσι τέκεσσιν\nοἴκαδ' ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·\nταῦτα δ' ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.\nὄρνιθες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίοιο\nφοιτῶσ', οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς\nὤλετο τῆλ', ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ\nὤφελες· οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,\nοὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ' ἀνιείης,\nσῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.\nἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·\nαἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς\nπαρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,\nαὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,\nπρῆξαι δ' ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·}}\nσοὶ δὲ, γέρον, θῳὴν ἐπιθήσομεν, ἥν κ' ἐνὶ θυμῷ\nτίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.\nΤηλεμάχῳ δ' ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·\nμητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·\nοἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα\nπολλὰ μάλ', ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.\nοὐ γὰρ πρὶν παύσεσθαι ὀΐομαι υἷας Ἀχαιῶν\nμνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,\nοὔτ' οὖν Τηλέμαχον, μάλα περ πολύμυθον ἐόντα,\nοὔτε θεοπροπίης ἐμπαζόμεθ', ἣν σύ, γεραιέ,\nμυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ' ἔτι μᾶλλον.\nχρήματα δ' αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ' ἶσα\nἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς\nὃν γάμον· ἡμεῖς δ' αὖ ποτιδέγμενοι ἤματα πάντα\nεἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ' ἄλλας\nἐρχόμεθ', ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Εὐρύμαχ' ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,\nταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ' ἀγορεύω·\nἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.\nἀλλ' ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ' ἑταίρους,\nοἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.\nεἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,\nνόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,\nἤν τίς μοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσω\nἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν.\nεἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,\nἦ τ' ἂν τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόν·\nεἰ δέ κε τεθνηῶτος ἀκούσω μηδ' ἔτ' ἐόντος,\nνοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν\nσῆμά τέ οἱ χείω καὶ ἐπὶ κτέρεα κτερεΐξω\nπολλὰ μάλ', ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.\"\n\nἦ τοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη\nΜέντωρ, ὅς ῥ' Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,\nκαί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,\nπείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·\nὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπε·\n\n\"κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·\nμή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω\nσκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,\nἀλλ' αἰεὶ χαλεπός τ' εἴη καὶ αἴσυλα ῥέζοι,\nὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο\nλαῶν, οἷσιν ἄνασσε, πατὴρ δ' ὣς ἤπιος ἦεν.\nἀλλ' ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω\nἕρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·\nσφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως\nοἶκον Ὀδυσσῆος, τὸν δ' οὐκέτι φασὶ νέεσθαι.\nνῦν δ' ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες\nἧσθ' ἄνεω, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι\nπαύρους μνηστῆρας κατερύκετε πολλοὶ ἐόντες.\"\n\nτὸν δ' Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·\n\"Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες\nἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ\nἀνδράσι καὶ πλεόνεσσι μαχέσσασθαι περὶ δαιτί.\nεἴ περ γάρ κ' Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν\nδαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς\nἐξελάσαι μεγάροιο μενοινήσει' ἐνὶ θυμῷ,\nοὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,\n\nἐλθόντ', ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,\nεἰ πλεόνεσσι μάχοιτο· σὺ δ' οὐ κατὰ μοῖραν ἔειπες.\nἀλλ' ἄγε, λαοὶ μὲν σκίδνασθ' ἐπὶ ἔργα ἕκαστος,\nτούτῳ δ' ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ' Ἁλιθέρσης,\nοἵ τέ οἱ ἐξ ἀρχῆς πατρώϊοί εἰσιν ἑταῖροι.\nἀλλ', ὀΐω, καὶ δηθὰ καθήμενος ἀγγελιάων\nπεύσεται εἰν Ἰθάκῃ, τελέει δ' ὁδὸν οὔ ποτε ταύτην.\"\n\nὣς ἄρ' ἐφώνησεν, λῦσεν δ' ἀγορὴν αἰψηρήν.\nοἱ μὲν ἄρ' ἐσκίδναντο ἑὰ πρὸς δώμαθ' ἕκαστος,\nμνηστῆρες δ' ἐς δώματ' ἴσαν θείου Ὀδυσῆος.\n\nΤηλέμαχος δ' ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,\nχεῖρας νιψάμενος πολιῆς ἁλός, εὔχετ' Ἀθήνῃ·\n\n\"κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ\nκαί μ' ἐν νηῒ κέλευσας ἐπ' ἠεροειδέα πόντον,\nνόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο,\nἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,\nμνηστῆρες δὲ μάλιστα, κακῶς ὑπερηνορέοντες.\"\n\nὣς ἔφατ' εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,\nΜέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,\nκαί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·\n\n\"Τηλέμαχ', οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων·\nεἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ,\nοἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε,\nοὔ τοι ἔπειθ' ἁλίη ὁδὸς ἔσσεται οὐδ' ἀτέλεστος.\nεἰ δ' οὐ κείνου γ' ἐσσὶ γόνος καὶ Πηνελοπείης,\nοὔ σε ἔπειτα ἔολπα τελευτήσειν ἃ μενοινᾷς.\nπαῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,\nοἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.\nἀλλ' ἐπεὶ οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων,\nοὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,\nἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.\nτῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε\nἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·\nοὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,\nὡς δή σφιν σχεδόν ἐστιν ἐπ' ἤματι πάντας ὀλέσθαι.\nσοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·\nτοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἰμι,\nὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ' ἕψομαι αὐτός.\nἀλλὰ σὺ μὲν πρὸς δώματ' ἰὼν μνηστῆρσιν ὁμίλει,\nὅπλισσόν τ' ἤϊα καὶ ἄγγεσιν ἄρσον ἅπαντα,\nοἶνον ἐν ἀμφιφορεῦσι καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,\nδέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δ' ἀνὰ δῆμον ἑταίρους\nαἶψ' ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες\nπολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·\nτάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,\nὦκα δ' ἐφοπλίσσαντες ἐνήσομεν εὐρέϊ πόντῳ.\"\n\nὣς φάτ' Ἀθηναίη, κούρη Διός· οὐδ' ἄρ' ἔτι δὴν\nΤηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.\nβῆ δ' ἴμεναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,\nεὗρε δ' ἄρα μνηστῆρας ἐνὶ μεγάροισιν ἑοῖσιν\nαἶγας ἀνιεμένους σιάλους θ' εὕοντας ἐν αὐλῇ.\nἈντίνοος δ' ἰθὺς γελάσας κίε Τηλεμάχοιο·\nἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο\nἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,\nἀλλὰ μάλ' ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.\nταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,\nνῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι\nἐς Πύλον ἠγαθέην μετ' ἀγαυοῦ πατρὸς ἀκουήν.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Ἀντίνο', οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ' ὑμῖν\nδαίνυσθαί τ' ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.\nἦ οὐχ ἅλις, ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ\nκτήματ' ἐμά, μνηστῆρες, ἐγὼ δ' ἔτι νήπιος ἦα;\nνῦν δ' ὅτε δὴ μέγας εἰμί, καὶ ἄλλων μῦθον ἀκούων\nπυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,\nπειρήσω, ὥς κ' ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,\nἠὲ Πύλονδ' ἐλθὼν ἢ αὐτοῦ τῷδ' ἐνὶ δήμῳ.\nεἶμι μέν, οὐδ' ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,\nἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδ' ἐρετάων\nγίνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.\"\n\nἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατ' Ἀντινόοιο\nῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.\nοἱ δ' ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν·\nὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·\n\n\"ἦ μάλα Τηλέμαχος φόνον ἥμιν μερμηρίζει.\nἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος,\nἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·\nἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,\nἐλθεῖν, ὄφρ' ἔνθεν θυμοφθόρα φάρμακ' ἐνείκῃ,\nἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.\"\n\nἄλλος δ' αὖτ' εἴπεσκε νέων ὑπερηνορεόντων·\n\"τίς δ' οἶδ', εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς\nτῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;\nοὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·\nκτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ' αὖτε\nτούτου μητέρι δοῖμεν ἔχειν ἠδ' ὅς τις ὀπυίοι.\"\n\nὣς φάν· ὁ δ' ὑψόροφον θάλαμον κατεβήσετο πατρός,\nεὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο\nἐσθής τ' ἐν χηλοῖσιν ἅλις τ' εὐῶδες ἔλαιον.}\nἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο\nἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,\nἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ' Ὀδυσσεὺς\nοἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.\nκληϊσταὶ δ' ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,\nδικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ\nἔσχ', ἣ πάντ' ἐφύλασσε νόου πολυϊδρείῃσιν,\nΕὐρύκλει', Ὦπος θυγάτηρ Πεισηνορίδαο.\nτὴν τότε Τηλέμαχος προσέφη θάλαμόνδε καλέσσας·\n\n\"μαῖ', ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον\nἡδύν, ὅτις μετὰ τὸν λαρώτατος, ὃν σὺ φυλάσσεις,\nκεῖνον ὀϊομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι\nδιογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.\nδώδεκα δ' ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.\nἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·\nεἴκοσι δ' ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.\nαὐτὴ δ' οἴη ἴσθι· τὰ δ' ἁθρόα πάντα τετύχθω·\nἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ\nμήτηρ εἰς ὑπερῷ' ἀναβῇ κοίτου τε μέδηται·\nεἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,\nνόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.\"\n\nὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,\nκαί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·\n\n\"τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα\nἔπλετο; πῇ δ' ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν\nμοῦνος ἐὼν ἀγαπητός; ὁ δ' ὤλετο τηλόθι πάτρης\nδιογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.\nοἱ δέ τοι αὐτίκ' ἰόντι κακὰ φράσσονται ὀπίσσω,\nὥς κε δόλῳ φθίῃς, τάδε δ' αὐτοὶ πάντα δάσωνται.\nἀλλὰ μέν' αὖθ' ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ\nπόντον ἐπ' ἀτρύγετον κακὰ πάσχειν οὐδ' ἀλάλησθαι.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"θάρσει, μαῖ', ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.\nἀλλ' ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,\nπρίν γ' ὅτ' ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,\nἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,\nὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.\"\n\nὣς ἄρ' ἔφη, γρηῢς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.\nαὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,\nαὐτίκ' ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,\nἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι·\nΤηλέμαχος δ' ἐς δώματ' ἰὼν μνηστῆρσιν ὁμίλει.\n\nἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·\nΤηλεμάχῳ εἰκυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,\nκαί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,\nἑσπερίους δ' ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.\nἡ δ' αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν\nᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.\n\nδύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·\nκαὶ τότε νῆα θοὴν ἅλαδ' εἴρυσε, πάντα δ' ἐν αὐτῇ }\nὅπλ' ἐτίθει, τά τε νῆες ἐΰσσελμοι φορέουσι.\nστῆσε δ' ἐπ' ἐσχατιῇ λιμένος, περὶ δ' ἐσθλοὶ ἑταῖροι\nἁθρόοι ἠγερέθοντο· θεὰ δ' ὤτρυνεν ἕκαστον.\n\nἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·\n\nβῆ ῥ' ἴμεναι πρὸς δώματ' Ὀδυσσῆος θείοιο·\nἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,\nπλάζε δὲ πίνοντας, χειρῶν δ' ἔκβαλλε κύπελλα.\nοἱ δ' εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδ' ἄρ' ἔτι δὴν\nεἵατ', ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.\nαὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη\nἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,\nΜέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·\n\n\"Τηλέμαχ', ἤδη μέν τοι ἐϋκνήμιδες ἑταῖροι\nεἵατ' ἐπήρετμοι, τὴν σὴν ποτιδέγμενοι ὁρμήν·\nἀλλ' ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.\"\n\nὣς ἄρα φωνήσασ' ἡγήσατο Παλλὰς Ἀθήνη\nκαρπαλίμως· ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο.\nαὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,}}\nεὗρον ἔπειτ' ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.\nτοῖσι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο·\n\n\"δεῦτε, φίλοι, ἤϊα φερώμεθα· πάντα γὰρ ἤδη\nἁθρό' ἐνὶ μεγάρῳ· μήτηρ δ' ἐμὴ οὔ τι πέπυσται,\nοὐδ' ἄλλαι δμῳαί, μία δ' οἴη μῦθον ἄκουσεν.\"\n\nὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο.\nοἱ δ' ἄρα πάντα φέροντες ἐϋσσέλμῳ ἐνὶ νηῒ\nκάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.\nἂν δ' ἄρα Τηλέμαχος νηὸς βαῖν', ἦρχε δ' Ἀθήνη,\nνηῒ δ' ἐνὶ πρυμνῇ κατ' ἄρ' ἕζετο· ἄγχι δ' ἄρ' αὐτῆς\nἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσι' ἔλυσαν,\nἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῗσι καθῖζον.\nτοῖσιν δ' ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,\nἀκραῆ ζέφυρον, κελάδοντ' ἐπὶ οἴνοπα πόντον.\nΤηλέμαχος δ' ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν\nὅπλων ἅπτεσθαι· τοὶ δ' ὀτρύνοντος ἄκουσαν.\nἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης\nστῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,\nἕλκον δ' ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσιν.\nἔμπρησεν δ' ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα\nστείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης·\n[ἡ δ' ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.]\nδησάμενοι δ' ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν\nστήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,\nλεῖβον δ' ἀθανάτοισι θεοῖσ' αἰειγενέτῃσιν,\nἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.\nπαννυχίη μέν ῥ' ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.\n\nἨέλιος δ' ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,\nοὐρανὸν ἐς πολύχαλκον, ἵν' ἀθανάτοισι φαείνοι\nκαὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·\nοἱ δὲ Πύλον, Νηλῆος ἐϋκτίμενον πτολίεθρον,\nἷξον· τοὶ δ' ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,\nταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.\nἐννέα δ' ἕδραι ἔσαν, πεντηκόσιοι δ' ἐν ἑκάστῃ\nεἵατο, καὶ προὔχοντο ἑκάστοθι ἐννέα ταύρους.\nεὖθ' οἱ σπλάγχνα πάσαντο, θεῷ δ' ἐπὶ μηρί' ἔκηαν,\nοἱ δ' ἰθὺς κατάγοντο ἰδ' ἱστία νηὸς ἐΐσης\nστεῖλαν ἀείραντες, τὴν δ' ὥρμισαν, ἐκ δ' ἔβαν αὐτοί·\nἐκ δ' ἄρα Τηλέμαχος νηὸς βαῖν', ἦρχε δ' Ἀθήνη.\nτὸν προτέρη προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n\n\"Τηλέμαχ', οὐ μέν σε χρὴ ἔτ' αἰδοῦς οὐδ' ἠβαιόν·\nτοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι\nπατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.\nἀλλ' ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·\nεἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.\nλίσσεσθαι δέ μιν αὐτόν, ὅπως νημερτέα εἴπῃ·\nψεῦδος δ' οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Μέντορ, πῶς τ' ἄρ' ἴω, πῶς τ' ἂρ προσπτύξομαι αὐτόν;\nοὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·\nαἰδὼς δ' αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.\"\n\nτὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n\"Τηλέμαχ', ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,\nἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀΐω\nοὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.\"\n\nὣς ἄρα φωνήσασ' ἡγήσατο Παλλὰς Ἀθήνη\nκαρπαλίμως· ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο.\nἷξον δ' ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,\nἔνθ' ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δ' ἑταῖροι\nδαῖτ' ἐντυνόμενοι κρέα τ' ὤπτων ἄλλα τ' ἔπειρον.\nοἱ δ' ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,\nχερσίν τ' ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.\nπρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν\nἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ\nκώεσιν ἐν μαλακοῖσιν, ἐπὶ ψαμάθοισ' ἁλίῃσι,\nπάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ.\nδῶκε δ' ἄρα σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευε\nχρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα\nΠαλλάδ' Ἀθηναίην, κούρην Διὸς αἰγιόχοιο·\n\"εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·\nτοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.\nαὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,\nδὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου\nσπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀΐομαι ἀθανάτοισιν\nεὔχεσθαι· πάντες δὲ θεῶν χατέουσ' ἄνθρωποι.\nἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ' ἐμοὶ αὐτῷ·\nτοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.\"\n\nὣς εἰπὼν ἐν χερσὶ τίθει δέπας ἡδέος οἴνου·\nχαῖρε δ' Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,\nοὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·\nαὐτίκα δ' εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·\n\n\"κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς\nἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.\nΝέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,\nαὐτὰρ ἔπειτ' ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν\nσύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.\nδὸς δ' ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,\nοὕνεκα δεῦρ' ἱκόμεσθα θοῇ σὺν νηῒ μελαίνῃ.\"\n\nὣς ἄρ' ἔπειτ' ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.\nδῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·\nὣς δ' αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.\nοἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,\nμοίρας δασσάμενοι δαίνυντ' ἐρικυδέα δαῖτα.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nτοῖσ' ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·\n\n\"νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι\nξείνους, οἵ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.\nὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ' ὑγρὰ κέλευθα;\nἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε\nοἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα, τοί τ' ἀλόωνται\nψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα,\nθαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη\nθῆχ', ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο,\n[ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·]\n\n\"ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,\nεἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.\nἡμεῖς ἐξ Ἰθάκης Ὑπονηΐου εἰλήλουθμεν·\nπρῆξις δ' ἥδ' ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.\nπατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,\nδίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι\nσὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.\nἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,\nπευθόμεθ', ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ·\nκείνου δ' αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.\nοὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ' ὄλωλεν,\nεἴ θ' ὅ γ' ἐπ' ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,\nεἴ τε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.\nτοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλῃσθα\nκείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας\nὀφθαλμοῖσι τεοῖσιν, ἢ ἄλλου μῦθον ἄκουσας\nπλαζομένου· περὶ γάρ μιν ὀϊζυρὸν τέκε μήτηρ·\nμηδέ τί μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων,\nἀλλ' εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.\nλίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,\nἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε\nδήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' Ἀχαιοί·\nτῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·\n\"ὦ φίλ', ἐπεί μ' ἔμνησας ὀϊζύος, ἣν ἐν ἐκείνῳ\nδήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,\n\nἠμὲν ὅσα ξὺν νηυσὶν ἐπ' ἠεροειδέα πόντον\nπλαζόμενοι κατὰ ληΐδ', ὅπῃ ἄρξειεν Ἀχιλλεύς,\nἠδ' ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος\nμαρνάμεθ'· ἔνθα δ' ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι·\nἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ' Ἀχιλλεύς,\nἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,\nἔνθα δ' ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀταρβής,\nἈντίλοχος, περὶ μὲν θείειν ταχὺς ἠδὲ μαχητής·\nἄλλα τε πόλλ' ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα\nπάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;\nοὐδ' εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων\nἐξερέοις, ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·\nπρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.\nεἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες\nπαντοίοισι δόλοισι, μόγις δ' ἐτέλεσσε Κρονίων.\nἔνθ' οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην\nἤθελ', ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς\nπαντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε\nκείνου ἔκγονός ἐσσι· σέβας μ' ἔχει εἰσορόωντα.\nἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης\nἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.\nἔνθ' ἦ τοι εἷος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς\nοὔτε ποτ' εἰν ἀγορῇ δίχ' ἐβάζομεν οὔτ' ἐνὶ βουλῇ,\nἀλλ' ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ\nφραζόμεθ' Ἀργείοισιν ὅπως ὄχ' ἄριστα γένοιτο.\nαὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,\n[βῆμεν δ' ἐν νήεσσι, θεὸς δ' ἐκέδασσεν Ἀχαιούς,]\nκαὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον\nἈργείοισ', ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι\nπάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον\nμήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης,\nἥ τ' ἔριν Ἀτρεΐδῃσι μετ' ἀμφοτέροισιν ἔθηκε.\nτὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,\nμάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα, -\nοἱ δ' ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν, -\nμῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.\nἔνθ' ἦ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς\nνόστου μιμνῄσκεσθαι ἐπ' εὐρέα νῶτα θαλάσσης·\nοὐδ' Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα\nλαὸν ἐρυκακέειν ῥέξαι θ' ἱερὰς ἑκατόμβας,\nὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,\nνήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·\nοὐ γάρ τ' αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.\nὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν\nἕστασαν· οἱ δ' ἀνόρουσαν ἐϋκνήμιδες Ἀχαιοὶ\nἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.\nνύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες\nἀλλήλοισ'· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·\nἠῶθεν δ' οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν\nκτήματά τ' ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.\nἡμίσεες δ' ἄρα λαοὶ ἐρητύοντο μένοντες\nαὖθι παρ' Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·\nἡμίσεες δ' ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλ' ὦκα\nἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.\nἐς Τένεδον δ' ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,\nοἴκαδε ἱέμενοι· Ζεὺς δ' οὔ πω μήδετο νόστον,\nσχέτλιος, ὅς ῥ' ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.\nοἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας\nἀμφ' Ὀδυσῆα ἄνακτα δαΐφρονα ποικιλομήτην,\nαὖτις ἐπ' Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·\nαὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἔποντο,\nφεῦγον, ἐπεὶ γίνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.\nφεῦγε δὲ Τυδέος υἱὸς ἀρήϊος, ὦρσε δ' ἑταίρους.\nὀψὲ δὲ δὴ μετὰ νῶϊ κίε ξανθὸς Μενέλαος,\nἐν Λέσβῳ δ' ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,\nἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,\nνήσου ἔπι Ψυρίης, αὐτὴν ἐπ' ἀριστέρ' ἔχοντες,\nἦ ὑπένερθε Χίοιο παρ' ἠνεμόεντα Μίμαντα.\nᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γ' ἥμιν\nδεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν\nτέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.\nὦρτο δ' ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλ' ὦκα\nἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν\nἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων\nπόλλ' ἐπὶ μῆρ' ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.\nτέτρατον ἦμαρ ἔην, ὅτ' ἐν Ἄργεϊ νῆας ἐΐσας\nΤυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο\nἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδ' ἔχον, οὐδέ ποτ' ἔσβη\nοὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.\nὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα\nκείνων, οἵ τ' ἐσάωθεν Ἀχαιῶν οἵ τ' ἀπόλοντο.\nὅσσα δ' ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι\nπεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.\nεὖ μὲν Μυρμιδόνας φάσ' ἐλθέμεν ἐγχεσιμώρους,\nοὓς ἄγ' Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,\nεὖ δὲ φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.\nπάντας δ' Ἰδομενεὺς Κρήτην εἰσήγαγ' ἑταίρους,\nοἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν' ἀπηύρα.\nἈτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε νόσφιν ἐόντες,\nὥς τ' ἦλθ' ὥς τ' Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.\nἀλλ' ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτεισεν.\nὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι\nἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτείσατο πατροφονῆα,\nΑἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.\nκαὶ σύ, φίλος, μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε,\nἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων ἐῢ εἴπῃ.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,\nκαὶ λίην κεῖνος μὲν ἐτείσατο, καί οἱ Ἀχαιοὶ\nοἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισιν ἀοιδήν.\nαἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,\nτείσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,\nοἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.\nἀλλ' οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,\nπατρί τ' ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·\n\"ὦ φίλ', ἐπεὶ δὴ ταῦτά μ' ἀνέμνησας καὶ ἔειπες,\nφασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς\nἐν μεγάροισ' ἀέκητι σέθεν κακὰ μηχανάασθαι.\nεἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ\nἐχθαίρουσ' ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.\nτίς δ' οἶδ' εἴ κέ ποτέ σφι βίας ἀποτείσεται ἐλθών,\nἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;\nεἰ γάρ σ' ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,\nὡς τότ' Ὀδυσσῆος περικήδετο κυδαλίμοιο\n\nδήμῳ ἔνι Τρώων. ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί· -\nοὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,\nὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη· -\nεἴ σ' οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,\nτῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀΐω·\nλίην γὰρ μέγα εἶπες· ἄγη μ' ἔχει. οὐκ ἂν ἐμοί γε\nἐλπομένῳ τὰ γένοιτ', οὐδ' εἰ θεοὶ ὣς ἐθέλοιεν.\"\n\nτὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n\"Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.\nῥεῖα θεός γ' ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.\nβουλοίμην δ' ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας\nοἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,\nἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων\nὤλεθ' ὑπ' Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.\nἀλλ' ἦ τοι θάνατον μὲν ὁμοίϊον οὐδὲ θεοί περ\nκαὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ\nμοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·\nκείνῳ δ' οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη\nφράσσαντ' ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.\nνῦν δ' ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι\nΝέστορ', ἐπεὶ περίοιδε δίκας ἠδὲ φρόνιν ἄλλων·\nτρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε' ἀνδρῶν,\nὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.\nὦ Νέστορ Νηληϊάδη, σὺ δ' ἀληθὲς ἐνίσπες·\nπῶς ἔθαν' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;\n\nποῦ Μενέλαος ἔην; τίνα δ' αὐτῷ μήσατ' ὄλεθρον\nΑἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;\nἦ οὐκ Ἄργεος ἦεν Ἀχαιϊκοῦ, ἀλλά πῃ ἄλλῃ\nπλάζετ' ἐπ' ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·\n\"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ' ἀγορεύσω.\nἦ τοι μὲν τόδε καὐτὸς ὀΐεαι, ὥς κεν ἐτύχθη,\nεἰ ζώοντ' Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν\nἈτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·\nτῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,\nἀλλ' ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν\nκείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδὲ κέ τίς μιν\nκλαῦσεν Ἀχαιϊάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.\nἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους\nἥμεθ'· ὁ δ' εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο\nπόλλ' Ἀγαμεμνονέην ἄλοχον θέλγεσκεν ἔπεσσιν.\nἡ δ' ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικές,\nδῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσι·\nπὰρ δ' ἄρ' ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλ' ἐπέτελλεν\nἈτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.\nἀλλ' ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,\nδὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην\nκάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,\nτὴν δ' ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.\nπολλὰ δὲ μηρί' ἔκηε θεῶν ἱεροῖσ' ἐπὶ βωμοῖς,\nπολλὰ δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,\nἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.\nἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,\nἈτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·\nἀλλ' ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ', ἄκρον Ἀθηνέων,\nἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων\nοἷσ' ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνε,\nπηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,\nΦρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ' ἀνθρώπων\nνῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.\nὣς ὁ μὲν ἔνθα κατέσχετ', ἐπειγόμενός περ ὁδοῖο,\nὄφρ' ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.\nἀλλ' ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον\nἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ\nἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς\nἐφράσατο, λιγέων δ' ἀνέμων ἐπ' ἀϋτμένα χεῦε\nκύματά τε τροφόεντα πελώρια, ἶσα ὄρεσσιν.\nἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,\nἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.\nἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη\nἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέϊ πόντῳ·\nἔνθα νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,\nἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμ' ἀποέργει.\nαἱ μὲν ἄρ' ἔνθ' ἦλθον, σπουδῇ δ' ἤλυξαν ὄλεθρον\nἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν\nκύματ'· ἀτὰρ τὰς πέντε νέας κυανοπρωείρους\nΑἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.\nὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων\nἠλᾶτο ξὺν νηυσὶ κατ' ἀλλοθρόους ἀνθρώπους·\nτόφρα δὲ ταῦτ' Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά,\nκτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπ' αὐτῷ.\nἑπτάετες δ' ἤνασσε πολυχρύσοιο Μυκήνης,\nτῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης\nἂψ ἀπ' Ἀθηνάων, κατὰ δ' ἔκτανε πατροφονῆα,\n[Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.]\nἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισι\nμητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·\nαὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,\nπολλὰ κτήματ' ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.\nκαὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλ' ἀλάλησο,\nκτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοῖσι δόμοισιν\nοὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσι\nκτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.\nἀλλ' ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα\nἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,\nἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ\nἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι\nἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδ' οἰωνοὶ\nαὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.\nἀλλ' ἴθι νῦν σὺν νηΐ τε σῇ καὶ σοῖσ' ἑτάροισιν·\nεἰ δ' ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,\nπὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται\nἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.\nλίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·\nψεῦδος δ' οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.\"\n\nὣς ἔφατ', ἠέλιος δ' ἄρ' ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.\nτοῖσι δὲ καὶ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n\"ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·\nἀλλ' ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,\nὄφρα Ποσειδάωνι καὶ ἄλλοισ' ἀθανάτοισι\nσπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.\nἤδη γὰρ φάος οἴχεθ' ὑπὸ ζόφον, οὐδὲ ἔοικε\nδηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.\"\n\nἦ ῥα Διὸς θυγάτηρ, οἱ δ' ἔκλυον αὐδησάσης·\nτοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,\nκοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,\nνώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·\nγλώσσας δ' ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δ' ἐπέλειβον.\nαὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ' ὅσον ἤθελε θυμός,\nδὴ τότ' Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς\nἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι·\nΝέστωρ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσι·\n\n\"Ζεὺς τό γ' ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,\nὡς ὑμεῖς παρ' ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε\nὥς τέ τευ ἢ παρὰ πάμπαν ἀνείμονος ἠὲ πενιχροῦ,\nᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλ' ἐνὶ οἴκῳ,\nοὔτ' αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.\nαὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.\nοὔ θην δὴ τοῦδ' ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς\nνηὸς ἐπ' ἰκριόφιν καταλέξεται, ὄφρ' ἂν ἐγώ γε\nζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται\nξείνους ξεινίζειν, ὅς τίς κ' ἐμὰ δώμαθ' ἵκηται.\"\n\nτὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n\"εὖ δὴ ταῦτά γ' ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικε\nΤηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτω.\nἀλλ' οὗτος μὲν νῦν σοι ἅμ' ἕψεται, ὄφρα κεν εὕδῃ\nσοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δ' ἐπὶ νῆα μέλαιναν\nεἶμ', ἵνα θαρσύνω θ' ἑτάρους εἴπω τε ἕκαστα.\nοἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·\nοἱ δ' ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,\nπάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.\nἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηῒ μελαίνῃ,\nνῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους\nεἶμ', ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε\nοὐδ' ὀλίγον· σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,\nπέμψον σὺν δίφρῳ τε καὶ υἱέϊ· δὸς δέ οἱ ἵππους,\nοἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.\"\n\nὣς ἄρα φωνήσασ' ἀπέβη γλαυκῶπις Ἀθήνη\nφήνῃ εἰδομένη· θάμβος δ' ἕλε πάντας Ἀχαιούς.\nθαύμαζεν δ' ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖσι·\nΤηλεμάχου δ' ἕλε χεῖρα, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·\n\n\"ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,\nεἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.\nοὐ μὲν γάρ τις ὅδ' ἄλλος Ὀλύμπια δώματ' ἐχόντων,\nἀλλὰ Διὸς θυγάτηρ, ἀγελείη Τριτογένεια,\nἥ τοι καὶ πατέρ' ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.\nἀλλά, ἄνασσ', ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,\nαὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·\nσοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ἤνιν εὐρυμέτωπον,\nἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·\nτήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.\"\n\nὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη.\nτοῖσιν δ' ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,\nυἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.\nἀλλ' ὅτε δώμαθ' ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,\nἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·\nτοῖς δ' ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν\nοἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ\nὤϊξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·\nτοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δ' Ἀθήνῃ\n\nεὔχετ' ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.\n\nαὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ' ὅσον ἤθελε θυμός,\nοἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,\nτὸν δ' αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,\nΤηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,\nτρητοῖσ' ἐν λεχέεσσιν, ὑπ' αἰθούσῃ ἐριδούπῳ,\nπὰρ δ' ἄρ' ἐϋμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,\nὅς οἱ ἔτ' ἠΐθεος παίδων ἦν ἐν μεγάροισιν.\nαὐτὸς δ' αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο·\nτῷ δ' ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.\n\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nὤρνυτ' ἄρ' ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,\nἐκ δ' ἐλθὼν κατ' ἄρ' ἕζετ' ἐπὶ ξεστοῖσι λίθοισιν,\nοἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων\nλευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷσ' ἔπι μὲν πρὶν\nΝηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·\nἀλλ' ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,\nΝέστωρ αὖ τότ' ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,\nσκῆπτρον ἔχων. περὶ δ' υἷες ἀολλέες ἠγερέθοντο\nἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε\nΠερσεύς τ' Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.\nτοῖσι δ' ἔπειθ' ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,\nπὰρ δ' ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.\nτοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·\n\n\"καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατ' ἐέλδωρ,\nὄφρ' ἦ τοι πρώτιστα θεῶν ἱλάσσομ' Ἀθήνην,\nἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.\nἀλλ' ἄγ' ὁ μὲν πεδίονδ' ἐπὶ βοῦν ἴτω, ὄφρα τάχιστα\nἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·\nεἷς δ' ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν\nπάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύ' οἴους·\nεἷς δ' αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω\nἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.\nοἱ δ' ἄλλοι μένετ' αὐτοῦ ἀολλέες, εἴπατε δ' εἴσω\nδμῳῇσιν κατὰ δώματ' ἀγακλυτὰ δαῖτα πένεσθαι,\nἕδρας τε ξύλα τ' ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐποίπνυον· ἦλθε μὲν ἂρ βοῦς\nἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐΐσης\nΤηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς\nὅπλ' ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνης,\nἄκμονά τε σφῦράν τ' εὐποίητόν τε πυράγρην,\nοἷσίν τε χρυσὸν ἐργάζετο· ἦλθε δ' Ἀθήνη\nἱρῶν ἀντιόωσα. γέρων δ' ἱππηλάτα Νέστωρ\nχρυσὸν ἔδωχ'· ὁ δ' ἔπειτα βοὸς κέρασιν περίχευεν\nἀσκήσας, ἵν' ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.\nβοῦν δ' ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.\nχέρνιβα δέ σφ' Ἄρητος ἐν ἀνθεμόεντι λέβητι\nἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δ' ἔχεν οὐλὰς\nἐν κανέῳ· πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης\nὀξὺν ἔχων ἐν χειρὶ παρίστατο, βοῦν ἐπικόψων.\nΠερσεὺς δ' ἀμνίον εἶχε. γέρων δ' ἱππηλάτα Νέστωρ\nχέρνιβά τ' οὐλοχύτας τε κατήρχετο, πολλὰ δ' Ἀθήνῃ\nεὔχετ' ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.\n\nαὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,\nαὐτίκα Νέστορος υἱός, ὑπέρθυμος Θρασυμήδης,\nἤλασεν ἄγχι στάς· πέλεκυς δ' ἀπέκοψε τένοντας\nαὐχενίους, λῦσεν δὲ βοὸς μένος· αἱ δ' ὀλόλυξαν\nθυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις\nΝέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.\nοἱ μὲν ἔπειτ' ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης\nἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.\nτῆς δ' ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ' ὀστέα θυμός,\nαἶψ' ἄρα μιν διέχευαν, ἄφαρ δ' ἐκ μηρία τάμνον\nπάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν,\nδίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.\nκαῖε δ' ἐπὶ σχίζῃσ' ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνον\nλεῖβε· νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν.\nαὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχνα πάσαντο,\nμίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρον,\nὤπτων δ' ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.\n\nτόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,\nΝέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.\nαὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ,\nἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,\nἔκ ῥ' ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·\nπὰρ δ' ὅ γε Νέστορ' ἰὼν κατ' ἄρ' ἕζετο, ποιμένα λαῶν.\n\nοἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,\nδαίνυνθ' ἑζόμενοι· ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄροντο\nοἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nτοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·\n\n\"παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους\nζεύξαθ' ὑφ' ἅρματ' ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,\nκαρπαλίμως δ' ἔζευξαν ὑφ' ἅρμασιν ὠκέας ἵππους.\nἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν\nὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.\nἂν δ' ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·\nπὰρ δ' ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,\nἐς δίφρον τ' ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,\nμάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην\nἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.\nοἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.\nδύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·\nἐς Φηρὰς δ' ἵκοντο Διοκλῆος ποτὶ δῶμα,\nυἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.\nἔνθα δὲ νύκτ' ἄεσαν, ὁ δ' ἄρα ξεινήϊα δῶκεν.\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nἵππους τ' ἐζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον,\n[ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·]\nμάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.\nἷξον δ' ἐς πεδίον πυρηφόρον, ἔνθα δ' ἔπειτα\nἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.\nδύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.\n\nΟἱ δ' ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,\nπρὸς δ' ἄρα δώματ' ἔλων Μενελάου κυδαλίμοιο.\nτὸν δ' εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν\nυἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.\nτὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέϊ πέμπεν·\nἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε\nδωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον·\nτὴν ἄρ' ὅ γ' ἔνθ' ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι\nΜυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.\nυἱέϊ δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,\nὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης\nἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτ' ἔφαινον,\nἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ' ἐρατεινήν,\nἙρμιόνην, ἣ εἶδος ἔχε χρυσῆς Ἀφροδίτης.\n\nὣς οἱ μὲν δαίνυντο καθ' ὑψερεφὲς μέγα δῶμα\nγείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,\nτερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς\nφορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς\nμολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.\nτὼ δ' αὖτ' ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,\nΤηλέμαχός θ' ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,\nστῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,\nὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,\nβῆ δ' ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,\nἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·\n\n\"ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,\nἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔϊκτον.\nἀλλ' εἴπ', ἤ σφωϊν καταλύσομεν ὠκέας ἵππους,\nἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.\"\n\nτὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·\n\"οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,\nτὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.\nἦ μὲν δὴ νῶϊ ξεινήϊα πολλὰ φαγόντες\nἄλλων ἀνθρώπων δεῦρ' ἱκόμεθ', αἴ κέ ποθι Ζεὺς\nἐξοπίσω περ παύσῃ ὀϊζύος. ἀλλὰ λύ' ἵππους\nξείνων, ἐς δ' αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.\"\n\nὣς φάθ', ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δ' ἄλλους\nὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.\nοἱ δ' ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας·\nκαὶ τοὺς μὲν κατέδησαν ἐφ' ἱππείῃσι κάπῃσι,\n\nπὰρ δ' ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμειξαν,\nἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,\nαὐτοὺς δ' εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες\nθαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·\nὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης\nδῶμα καθ' ὑψερεφὲς Μενελάου κυδαλίμοιο.\nαὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,\nἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.\nτοὺς δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,\nἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,\nἔς ῥα θρόνους ἕζοντο παρ' Ἀτρεΐδην Μενέλαον.\nχέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\nκαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,\nνίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\nσῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,\nεἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων.\n[δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας\nπαντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.]\nτὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·\n\n\"σίτου θ' ἅπτεσθον καὶ χαίρετον· αὐτὰρ ἔπειτα\nδείπνου πασσαμένω εἰρησόμεθ' οἵ τινές ἐστον\nἀνδρῶν· οὐ γὰρ σφῶν γε γένος ἀπόλωλε τοκήων,\nἀλλ' ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων\nσκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.\"\n\nὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν\nὄπτ' ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.\nοἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nδὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,\nἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι·\n\n\"φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,\nχαλκοῦ τε στεροπὴν κατὰ δώματα ἠχήεντα\nχρυσοῦ τ' ἠλέκτρου τε καὶ ἀργύρου ἠδ' ἐλέφαντος.\nΖηνός που τοιήδε γ' Ὀλυμπίου ἔνδοθεν αὐλή,\nὅσσα τάδ' ἄσπετα πολλά· σέβας μ' ἔχει εἰσορόωντα.\"\n\nτοῦ δ' ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,\nκαί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"τέκνα φίλ', ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·\nἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ' ἔασιν·\nἀνδρῶν δ' ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,\nκτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς\nἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,\nΚύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,\nΑἰθίοπάς θ' ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς\nκαὶ Λιβύην, ἵνα τ' ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.\nτρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν·\nἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν\nτυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,\nἀλλ' αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.\nεἷος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον ξυναγείρων\nἠλώμην, τεῖός μοι ἀδελφεὸν ἄλλος ἔπεφνε\nλάθρῃ, ἀνωϊστί, δόλῳ οὐλομένης ἀλόχοιο.\nὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω· -\nκαὶ πατέρων τάδε μέλλετ' ἀκουέμεν, οἵ τινες ὕμιν\nεἰσίν· - ἐπεὶ μάλα πολλὰ πάθον καὶ ἀπώλεσα οἶκον\nεὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.\nὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν\nναίειν, οἱ δ' ἄνδρες σόοι ἔμμεναι, οἳ τότ' ὄλοντο\nΤροίῃ ἐν εὐρείῃ, ἑκὰς Ἄργεος ἱπποβότοιο.\nἀλλ' ἔμπης, πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων,\nπολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν\nἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δ' αὖτε\nπαύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο· -\nτῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,\nὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν,\nμνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσ' ἐμόγησεν,\nὅσσ' Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δ' ἄρ' ἔμελλεν\nαὐτῷ κήδε' ἔσεσθαι, ἐμοὶ δ' ἄχος αἰὲν ἄλαστον\nκείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,\nζώει ὅ γ' ἦ τέθνηκεν. ὀδύρονται νύ που αὐτὸν\nΛαέρτης θ' ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια\nΤηλέμαχός θ', ὃν ἔλειπε νέον γεγαῶτ' ἐνὶ οἴκῳ.\"\n\nὣς φάτο, τῷ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὦρσε γόοιο·\nδάκρυ δ' ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,\nχλαῖναν πορφυρέην ἄντ' ὀφθαλμοῖιν ἀνασχὼν\nἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,\nμερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,\nἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι,\nἦ πρῶτ' ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.\n\nεἷος ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,\nἐκ δ' Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο\nἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐϊκυῖα.\nτῇ δ' ἄρ' ἅμ' Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,\nἈλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,\nΦυλὼ δ' ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν\nἈλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι' ἐνὶ Θήβῃς\nΑἰγυπτίῃσ', ὅθι πλεῖστα δόμοισ' ἐν κτήματα κεῖται·\nὃς Μενελάῳ δῶκε δύ' ἀργυρέας ἀσαμίνθους,\nδοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.\nχωρὶς δ' αὖθ' Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·\nχρυσῆν τ' ἠλακάτην τάλαρόν θ' ὑπόκυκλον ὄπασσεν\nἀργύρεον, χρυσῷ δ' ἐπὶ χείλεα κεκράαντο.\nτόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα\nνήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπ' αὐτῷ\nἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.\nἕζετο δ' ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.\nαὐτίκα δ' ἥ γ' ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·\n\n\"ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε\nἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;\nψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.\nοὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι\nοὔτ' ἄνδρ' οὔτε γυναῖκα, σέβας μ' ἔχει εἰσορόωσαν,\nὡς ὅδ' Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,\nΤηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτ' ἐνὶ οἴκῳ\nκεῖνος ἀνήρ, ὅτ' ἐμεῖο κυνώπιδος εἵνεκ' Ἀχαιοὶ\nἤλθεθ' ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντες.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·\n\"οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐΐσκεις·\nκείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες\nὀφθαλμῶν τε βολαὶ κεφαλή τ' ἐφύπερθέ τε χαῖται.\nκαὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφ' Ὀδυσῆϊ\nμυθεόμην, ὅσα κεῖνος ὀϊζύσας ἐμόγησεν\nἀμφ' ἐμοί, αὐτὰρ ὁ πυκνὸν ὑπ' ὀφρύσι δάκρυον εἶβε,\nχλαῖναν πορφυρέην ἄντ' ὀφθαλμοῖιν ἀνασχών.\"\n\nτὸν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·\n\"Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\nκείνου μέν τοι ὅδ' υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·\nἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ' ἐνὶ θυμῷ\nὧδ' ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν\nἄντα σέθεν, τοῦ νῶϊ θεοῦ ὣς τερπόμεθ' αὐδῇ.\nαὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ\nτῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,\nὄφρα οἱ ἤ τι ἔπος ὑποθήεαι ἠέ τι ἔργον.\nπολλὰ γὰρ ἄλγε' ἔχει πατρὸς πάϊς οἰχομένοιο\nἐν μεγάροισ', ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,\nὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι\nεἴσ', οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·\n\"ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ\nἵκεθ', ὃς εἵνεκ' ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·\nκαί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχα πάντων\nἈργείων, εἰ νῶϊν ὑπεὶρ ἅλα νόστον ἔδωκε\nνηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.\nκαί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ' ἔτευξα,\nἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ\nκαὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,\nαἳ περιναιετάουσιν, ἀνάσσονται δ' ἐμοὶ αὐτῷ.\nκαί κε θάμ' ἐνθάδ' ἐόντες ἐμισγόμεθ'· οὐδέ κεν ἥμεας\nἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,\nπρίν γ' ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.\nἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσασθαι θεὸς αὐτός,\nὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.\"\n\nὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο.\nκλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,\nκλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,\nοὐδ' ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·\nμνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,\nτόν ῥ' Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός.\nτοῦ ὅ γ' ἐπιμνησθεὶς ἔπεα πτερόεντ' ἀγόρευεν·\n\n\"Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι\nΝέστωρ φάσχ' ὁ γέρων, ὅτ' ἐπιμνησαίμεθα σεῖο\nοἷσιν ἐνὶ μεγάροισι καὶ ἀλλήλους ἐρέοιμεν·\nκαὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε\nτέρπομ' ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ Ἠὼς\nἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν\nκλαίειν, ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.\nτοῦτό νυ καὶ γέρας οἶον ὀϊζυροῖσι βροτοῖσι,\nκείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν.\nκαὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος\nἈργείων· μέλλεις δὲ σὺ ἴδμεναι· - οὐ γὰρ ἐγώ γε\nἤντησ' οὐδὲ ἴδον· - περὶ δ' ἄλλων φασὶ γενέσθαι\nἈντίλοχον, περὶ μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·\n\"ὦ φίλ', ἐπεὶ τόσα εἶπες, ὅσ' ἂν πεπνυμένος ἀνὴρ\nεἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·\nτοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις.\nῥεῖα δ' ἀρίγνωτος γόνος ἀνέρος, ᾧ τε Κρονίων\nὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,\nὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα\nαὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,\nυἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.\nἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,\nδόρπου δ' ἐξαῦτις μνησώμεθα, χερσὶ δ' ἐφ' ὕδωρ\nχευάντων· μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται\nΤηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.\"\n\nὣς ἔφατ', Ἀσφαλίων δ' ἄρ' ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,\nὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.\nοἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n\nἔνθ' αὖτ' ἄλλ' ἐνόησ' Ἑλένη Διὸς ἐκγεγαυῖα·\nαὐτίκ' ἄρ' εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,\nνηπενθές τ' ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.\nὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,\nοὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,\nοὐδ' εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,\nοὐδ' εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν\nχαλκῷ δηϊόῳεν, ὁ δ' ὀφθαλμοῖσιν ὁρῷτο.\nτοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,\nἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις,\nΑἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα\nφάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά,\nἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων\nἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.\nαὐτὰρ ἐπεί ῥ' ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,\nἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·\n\n\"Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε\nἀνδρῶν ἐσθλῶν παῖδες, ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ\nΖεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα· -\nἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι\nκαὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.\nπάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,\nὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·\nἀλλ' οἷον τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ\nδήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' Ἀχαιοί.\nαὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,\nσπεῖρα κάκ' ἀμφ' ὤμοισι βαλών, οἰκῆϊ ἐοικώς,\nἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν.\nἄλλῳ δ' αὐτὸν φωτὶ κατακρύπτων ἤϊσκε\nΔέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν·\nτῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ' ἀβάκησαν\nπάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,\nκαί μιν ἀνειρώτευν· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.\nἀλλ' ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,\nἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον,\nμή με πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ' ἀναφῆναι,\nπρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ' ἀφικέσθαι,\nκαὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.\nπολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ\nἦλθε μετ' Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.\nἔνθ' ἄλλαι Τρῳαὶ λίγ' ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ\nχαῖρ', ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νεέσθαι\nἂψ οἶκόνδ', ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη\nδῶχ', ὅτε μ' ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,\nπαῖδά τ' ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε\nοὔ τευ δευόμενον, οὔτ' ἂρ φρένας οὔτε τι εἶδος.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·\n\"ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.\nἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε\nἀνδρῶν ἡρώων, πολλὴν δ' ἐπελήλυθα γαῖαν·\nἀλλ' οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν\nοἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.\nοἷον καὶ τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ\nἵππῳ ἔνι ξεστῷ, ἵν' ἐνήμεθα πάντες ἄριστοι\nἈργείων, Τρώεσσι φόνον καὶ κῆρα φέροντες.\nἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σ' ἔμελλε\nδαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·\nκαί τοι Δηΐφοβος θεοείκελος ἕσπετ' ἰούσῃ.\nτρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,\nἐκ δ' ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,\nπάντων Ἀργείων φωνὴν ἴσκουσ' ἀλόχοισιν·\nαὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς\nἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν, ὡς ἐβόησας.\nνῶϊ μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντες\nἢ ἐξελθέμεναι ἢ ἔνδοθεν αἶψ' ὑπακοῦσαι·\nἀλλ' Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.\nἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,\nἌντικλος δὲ σέ γ' οἶος ἀμείψασθαι ἐπέεσσιν\nἤθελεν· ἀλλ' Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε\nνωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·\nτόφρα δ' ἔχ', ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\nἄλγιον· οὐ γάρ οἵ τι τό γ' ἤρκεσε λυγρὸν ὄλεθρον,\nοὐδ' εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.\nἀλλ' ἄγετ' εἰς εὐνὴν τράπεθ' ἥμεας, ὄφρα καὶ ἤδη\nὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.\"\n\nὣς ἔφατ', Ἀργείη δ' Ἑλένη δμῳῇσι κέλευσε\nδέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ\nπορφύρε' ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητας\nχλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.\nαἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,\nδέμνια δ' ἐστόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.\nοἱ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,\nΤηλέμαχός θ' ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·\nἈτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,\nπὰρ δ' Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.\n\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nὤρνυτ' ἄρ' ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος\nεἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ' ὤμῳ,\nποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,\nβῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,\nΤηλεμάχῳ δὲ παρῖζεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"τίπτε δέ σε χρειὼ δεῦρ' ἤγαγε, Τηλέμαχ' ἥρως,\nἐς Λακεδαίμονα δῖαν ἐπ' εὐρέα νῶτα θαλάσσης;\nδήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\nἤλυθον εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.\nἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,\nδυσμενέων δ' ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ\nμῆλ' ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,\nμητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.\nτοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλῃσθα\nκείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας\nὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας\nπλαζομένου· περὶ γάρ μιν ὀϊζυρὸν τέκε μήτηρ.\nμηδέ τί μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων,\nἀλλ' εὖ μοι κατάλεξον, ὅπως ἤντησας ὀπωπῆς.\nλίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,\nἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε\nδήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' Ἀχαιοί·\n\nτῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.\"\n\nτὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·\n\"ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ\nἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.\nὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος\nνεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς\nκνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα\nβοσκομένη, ὁ δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,\nἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,\nὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.\nαἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,\nτοῖος ἐὼν οἷός ποτ' ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ\nἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,\nκὰδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,\nτοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·\nπάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.\nταῦτα δ', ἅ μ' εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε\nἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ' ἀπατήσω·\nἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,\nτῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω.\n\nΑἰγύπτῳ μ' ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι\nἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας·\nοἱ δ' αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.\nνῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ\nΑἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,\nτόσσον ἄνευθ', ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς\nἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν.\nἐν δὲ λιμὴν εὔορμος, ὅθεν τ' ἀπὸ νῆας ἐΐσας\nἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.\nἔνθα μ' ἐείκοσιν ἤματ' ἔχον θεοί, οὐδέ ποτ' οὖροι\nπνείοντες φαίνονθ' ἁλιαέες, οἵ ῥά τε νηῶν\nπομπῆες γίνονται ἐπ' εὐρέα νῶτα θαλάσσης.\nκαί νύ κεν ἤϊα πάντα κατέφθιτο καὶ μένε' ἀνδρῶν,\nεἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ' ἐλέησε,\nΠρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,\nΕἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα·\nἥ μ' οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·\nαἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον\nγναμπτοῖσ' ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.\nἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·\nνήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,\nἦε ἑκὼν μεθιεῖς καὶ τέρπεαι ἄλγεα πάσχων;\nὡς δὴ δήθ' ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ\nεὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\nἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,\nὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω\nἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.\nἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,\nὅς τίς μ' ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,\nνόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.\nὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων·\nτοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.\nπωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,\nἀθάνατος, Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης\nπάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·\nτὸν δέ τ' ἐμόν φασιν πατέρ' ἔμμεναι ἠδὲ τεκέσθαι.\nτόν γ' εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,\nὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου\nνόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.\nκαὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κ' ἐθέλῃσθα,\nὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται\nοἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\nαὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,\nμή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·\nἀργαλέος γάρ τ' ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.\nὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων·\n[τοιγὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω.]\nἦμος δ' ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,\nτῆμος ἄρ' ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς\nπνοιῇ ὕπο ζεφύροιο, μελαίνῃ φρικὶ καλυφθείς,\nἐκ δ' ἐλθὼν κοιμᾶται ὑπὸ σπέεσι γλαφυροῖσιν·\nἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης\nἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,\nπικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.\nἔνθα σ' ἐγὼν ἀγαγοῦσα ἅμ' ἠόϊ φαινομένηφιν\nεὐνάσω ἑξείης· σὺ δ' ἐῢ κρίνασθαι ἑταίρους\nτρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐϋσσέλμοισιν ἄριστοι.\nπάντα δέ τοι ἐρέω ὀλοφώϊα τοῖο γέροντος.\nφώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·\nαὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,\nλέξεται ἐν μέσσῃσι, νομεὺς ὣς πώεσι μήλων.\nτὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,\nκαὶ τότ' ἔπειθ' ὕμιν μελέτω κάρτος τε βίη τε,\nαὖθι δ' ἔχειν μεμαῶτα, καὶ ἐσσύμενόν περ ἀλύξαι.\nπάντα δὲ γινόμενος πειρήσεται, ὅσσ' ἐπὶ γαῖαν\nἑρπετὰ γίνονται καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·\nὑμεῖς δ' ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.\nἀλλ' ὅτε κεν δή σ' αὐτὸς ἀνείρηται ἐπέεσσι,\nτοῖος ἐών, οἷόν κε κατευνηθέντα ἴδηαι,\nκαὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,\nἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,\nνόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.\nὣς εἰποῦσ' ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα·\nαὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθ' ἕστασαν ἐν ψαμάθοισιν,\nἤϊα· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.\nαὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,\nδόρπον θ' ὁπλισάμεσθ' ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ,\nδὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nκαὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο\nἤϊα, πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους\nτρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ' ἰθύν.\nτόφρα δ' ἄρ' ἥ γ' ὑποδῦσα θαλάσσης εὐρέα κόλπον\nτέσσαρα φωκάων ἐκ πόντου δέρματ' ἔνεικε· -\nπάντα δ' ἔσαν νεόδαρτα· - δόλον δ' ἐπεμήδετο πατρί.\nεὐνὰς δ' ἐν ψαμάθοισι διαγλάψασ' ἁλίῃσιν\nἧστο μένουσ'· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·\nἑξείης δ' εὔνησε, βάλεν δ' ἐπὶ δέρμα ἑκάστῳ.\nἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς\nφωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·\nτίς γάρ κ' εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;\nἀλλ' αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ' ὄνειαρ·\nἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα\nἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.\nπᾶσαν δ' ἠοίην μένομεν τετληότι θυμῷ·\nφῶκαι δ' ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα\nἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·\nἔνδιος δ' ὁ γέρων ἦλθ' ἐξ ἁλός, εὗρε δὲ φώκας\nζατρεφέας, πάσας δ' ἄρ' ἐπῴχετο, λέκτο δ' ἀριθμόν.\nἐν δ' ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ\nὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.\nἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ', ἀμφὶ δὲ χεῖρας\nβάλλομεν· οὐδ' ὁ γέρων δολίης ἐπελήθετο τέχνης,\nἀλλ' ἦ τοι πρώτιστα λέων γένετ' ἠϋγένειος,\nαὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·\n[γίνετο δ' ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον.]\nἡμεῖς δ' ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.\nἀλλ' ὅτε δή ῥ' ἀνίαζ' ὁ γέρων ὀλοφώϊα εἰδώς,\nκαὶ τότε δή μ' ἐπέεσσιν ἀνειρόμενος προσέειπε·\nτίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,\nὄφρα μ' ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\nοἶσθα, γέρον· τί με ταῦτα παρατροπέων ἐρεείνεις;\nὡς δὴ δήθ' ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ\nεὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.\nἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,\nὅς τίς μ' ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,\nνόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.\nὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν·\nἀλλὰ μάλ' ὤφελλες Διί τ' ἄλλοισίν τε θεοῖσι\nῥέξας ἱερὰ κάλ' ἀναβαινέμεν, ὄφρα τάχιστα\nσὴν ἐς πατρίδ' ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.\nοὐ γάρ τοι πρὶν μοῖρα φίλους τ' ἰδέειν καὶ ἱκέσθαι\nοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,\n\nπρίν γ' ὅτ' ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,\nαὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θ' ἱερὰς ἑκατόμβας\nἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·\nκαὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.\nὣς ἔφατ', αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,\nοὕνεκά μ' αὖτις ἄνωγεν ἐπ' ἠεροειδέα πόντον\nΑἴγυπτόνδ' ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.\nἀλλὰ καὶ ὧς μύθοισιν ἀμειβόμενος προσέειπον·\nταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\nἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,\nοὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,\nἦέ τις ὤλετ' ὀλέθρῳ ἀδευκέϊ ἧς ἐπὶ νηὸς\nἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.\nὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν·\nἈτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ\nἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι\nδὴν ἄκλαυτον ἔσεσθαι, ἐπεί κ' ἐῢ πάντα πύθηαι.\nπολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·\nἀρχοὶ δ' αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων\nἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.\nεἷς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ.\nΑἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι·\nΓυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσε\nπέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·\nκαί νύ κεν ἔκφυγε κῆρα, καὶ ἐχθόμενός περ Ἀθήνῃ,\nεἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ' ἀάσθη·\nφῆ ῥ' ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.\nτοῦ δὲ Ποσειδάων μεγάλ' ἔκλυεν αὐδήσαντος·\nαὐτίκ' ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν\nἤλασε Γυραίην πέτρην, ἀπὸ δ' ἔσχισεν αὐτήν·\nκαὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,\nτῷ ῥ' Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ' ἀάσθη·\nτὸν δ' ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.\n[ὣς ὁ μὲν ἔνθ' ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.]\nσὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ' ὑπάλυξεν\nἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.\nἀλλ' ὅτε δὴ τάχ' ἔμελλε Μαλειάων ὄρος αἰπὺ\nἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα\nπόντον ἐπ' ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,\nἀγροῦ ἐπ' ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης\nτὸ πρίν, ἀτὰρ τότ' ἔναιε Θυεστιάδης Αἴγισθος.\nἀλλ' ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,\nἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ' ἵκοντο,\nἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης,\nκαὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δ' ἀπ' αὐτοῦ\nδάκρυα θερμὰ χέοντ', ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.\nτὸν δ' ἄρ' ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν\nΑἴγισθος δολόμητις ἄγων, ὑπὸ δ' ἔσχετο μισθὸν\nχρυσοῦ δοιὰ τάλαντα· φύλασσε δ' ὅ γ' εἰς ἐνιαυτόν,\nμή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.\nβῆ δ' ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.\nαὐτίκα δ' Αἴγισθος δολίην ἐφράσσατο τέχνην·\nκρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους\nεἷσε λόχον, ἑτέρωθι δ' ἀνώγει δαῖτα πένεσθαι·\nαὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν,\nἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.\nτὸν δ' οὐκ εἰδότ' ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνε\nδειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.\nοὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθ', οἵ οἱ ἕποντο,\nοὐδέ τις Αἰγίσθου, ἀλλ' ἔκταθεν ἐν μεγάροισιν.\nὣς ἔφατ', αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,\nκλαῖον δ' ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ\nἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.\nαὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,\nδὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·\nμηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω\nκλαῖ', ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα\nπείρα, ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.\nἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης\nκτεῖνεν ὑποφθάμενος· σὺ δέ κεν τάφου ἀντιβολήσαις.\nὣς ἔφατ', αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ\nαὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\nτούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε,\nὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέϊ πόντῳ\n[ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.]\nὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν·\nυἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·\nτὸν δ' ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,\nνύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ\nἴσχει· ὁ δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·\nοὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,\nοἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης.\nσοὶ δ' οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,\nἌργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,\nἀλλά σ' ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης\nἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, -\nτῇ περ ῥηΐστη βιοτὴ πέλει ἀνθρώποισιν·\nοὐ νιφετός, οὔτ' ἂρ χειμὼν πολὺς οὔτε ποτ' ὄμβρος,\nἀλλ' αἰεὶ ζεφύροιο λιγὺ πνείοντος ἀήτας\nὨκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους, -\nοὕνεκ' ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.\nὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα,\nαὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ' ἀντιθέοισ' ἑτάροισιν\nἤϊα, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.\nαὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,\nδόρπον θ' ὁπλισάμεσθ' ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ,\nδὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nνῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,\nἐν δ' ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐΐσῃς·\nἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον,\nἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\nἂψ δ' εἰς Αἰγύπτοιο, διιπετέος ποταμοῖο,\nστῆσα νέας καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.\nαὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,\nχεῦ' Ἀγαμέμνονι τύμβον, ἵν' ἄσβεστον κλέος εἴη.\nταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον\nἀθάνατοι, τοί μ' ὦκα φίλην ἐς πατρίδ' ἔπεμψαν.\nἀλλ' ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,\nὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·\nκαὶ τότε σ' εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,\nτρεῖς ἵππους καὶ δίφρον ἐΰξοον· αὐτὰρ ἔπειτα\nδώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν\nἀθανάτοισ' ἐμέθεν μεμνημένος ἤματα πάντα.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδ' ἔρυκε.\nκαὶ γάρ κ' εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ' ἀνεχοίμην\nἥμενος, οὐδέ κέ μ' οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·\nαἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων\nτέρπομαι· ἀλλ' ἤδη μοι ἀνιάζουσιν ἑταῖροι\nἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδ' ἐρύκεις.\nδῶρον δ', ὅττι κέ μοι δώῃς, κειμήλιον ἔστω·\nἵππους δ' εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ\nἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις\nεὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον\nπυροί τε ζειαί τε ἰδ' εὐρυφυὲς κρῖ λευκόν.\nἐν δ' Ἰθάκῃ οὔτ' ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·\nαἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.\nοὐ γάρ τις νήσων ἱππήλατος οὐδ' εὐλείμων,\nαἵ θ' ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.\"\n\nὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,\nχειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·\n\n\"αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷ' ἀγορεύεις·\nτοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.\nδώρων δ', ὅσσ' ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,\nδώσω, ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.\nδώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ\nἔστιν ἅπας, χρυσῷ δ' ἐπὶ χείλεα κεκράανται,\nἔργον δ' Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,\nΣιδονίων βασιλεύς, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψε\nκεῖσέ με νοστήσαντα· τεῒν δ' ἐθέλω τόδ' ὀπάσσαι.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\n\nδαιτυμόνες δ' ἐς δώματ' ἴσαν θείου βασιλῆος.\nοἱ δ' ἦγον μὲν μῆλα, φέρον δ' εὐήνορα οἶνον·\nσῖτον δέ σφ' ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.\n\nὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο,\nμνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο\nδίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,\nἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.\nἈντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,\nἀρχοὶ μνηστήρων, ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.\nτοῖς δ' υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν\nἈντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·\n\n\"Ἀντίνο', ἤ ῥά τι ἴδμεν ἐνὶ φρεσὶν ἦε καὶ οὐκί,\nὁππότε Τηλέμαχος νεῖτ' ἐκ Πύλου ἠμαθόεντος;\nνῆά μοι οἴχετ' ἄγων· ἐμὲ δὲ χρεὼ γίνεται αὐτῆς\nἬλιδ' ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι\nδώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοὶ\nἀδμῆτες· τῶν κέν τιν' ἐλασσάμενος δαμασαίμην.\"\n\nὣς ἔφαθ', οἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο\nἐς Πύλον οἴχεσθαι Νηλήϊον, ἀλλά που αὐτοῦ\nἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.\n\nτὸν δ' αὖτ' Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·\n\"νημερτές μοι ἔνισπε· πότ' ᾤχετο καὶ τίνες αὐτῷ\nκοῦροι ἕποντ'; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ\nθῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.\nκαί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐῢ εἰδῶ,\nἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,\nἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.\"\n\nτὸν δ' υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·\n\"αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,\nὁππότ' ἀνὴρ τοιοῦτος, ἔχων μελεδήματα θυμῷ,\nαἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.\nκοῦροι δ', οἳ κατὰ δῆμον ἀριστεύουσι μεθ' ἡμέας,\nοἵ οἱ ἕποντ'· ἐν δ' ἀρχὸν ἐγὼ βαίνοντ' ἐνόησα\nΜέντορα ἠὲ θεόν, τῷ δ' αὐτῷ πάντα ἐῴκει.\nἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον\nχθιζὸν ὑπηοῖον. τότε δ' ἔμβη νηῒ Πύλονδε.\"\n\nὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,\nτοῖσιν δ' ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.\nμνηστῆρας δ' ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.\nτοῖσιν δ' Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός,\nἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι\nπίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·\n\n\"ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη\nΤηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.\nεἰ τοσσῶνδ' ἀέκητι νέος πάϊς οἴχεται αὔτως,\nνῆα ἐρυσσάμενος κρίνας τ' ἀνὰ δῆμον ἀρίστους,\nἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ\nΖεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.\nἀλλ' ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ' ἑταίρους,\nὄφρα μιν αὖτις ἰόντα λοχήσομαι ἠδὲ φυλάξω\nἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,\nὡς ἂν ἐπισμυγερῶς ναυτίλεται εἵνεκα πατρός.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον·\nαὐτίκ' ἔπειτ' ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.\n\nοὐδ' ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος\nμύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον.\nκῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς\nαὐλῆς ἐκτὸς ἐών· οἱ δ' ἔνδοθι μῆτιν ὕφαινον.\nβῆ δ' ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·\nτὸν δὲ κατ' οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·\n\n\"κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;\nἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο\nἔργων παύσασθαι, σφίσι δ' αὐτοῖς δαῖτα πένεσθαι;\nμὴ μνηστεύσαντες μηδ' ἄλλοθ' ὁμιλήσαντες\nὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·\nοἳ θάμ' ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,\nκτῆσιν Τηλεμάχοιο δαΐφρονος. οὐδέ τι πατρῶν\nὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,\nοἷος Ὀδυσσεὺς ἔσκε μεθ' ὑμετέροισι τοκεῦσιν,\nοὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν\nἐν δήμῳ; ἥ τ' ἐστὶ δίκη θείων βασιλήων·\nἄλλον κ' ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.\nκεῖνος δ' οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει·\nἀλλ' ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα\nφαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθ' εὐεργέων.\"\n\nτὴν δ' αὖτε προσέειπε Μέδων, πεπνυμένα εἰδώς·\n\"εἰ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.\nἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο\nμνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·\nΤηλέμαχον μεμάασι κατακτάμεν ὀξέϊ χαλκῷ\nοἴκαδε νισόμενον· ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν\nἐς Πύλον ἠγαθέην ἠδ' ἐς Λακεδαίμονα δῖαν.\"\n\nὣς φάτο, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·\nδὴν δέ μιν ἀφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε\nδακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.\nὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·\n\n\"κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ\nνηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ' ἁλὸς ἵπποι\nἀνδράσι γίνονται, περόωσι δὲ πουλὺν ἐφ' ὑγρήν.\nἦ ἵνα μηδ' ὄνομ' αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;\"\n\nτὴν δ' ἠμείβετ' ἔπειτα Μέδων πεπνυμένα εἰδώς·\n\"οὐκ οἶδ', ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ\nθυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται\nπατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.\"\n\nὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ' Ὀδυσῆος.\nτὴν δ' ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδ' ἄρ' ἔτ' ἔτλη\nδίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,\nἀλλ' ἄρ' ἐπ' οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο\nοἴκτρ' ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον\nπᾶσαι, ὅσαι κατὰ δώματ' ἔσαν νέαι ἠδὲ παλαιαί.\nτῇς δ' ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·\n\n\"κλῦτε, φίλαι· περὶ γάρ μοι Ὀλύμπιος ἄλγε' ἔδωκεν\nἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφον ἠδ' ἐγένοντο,\nἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,\nπαντοίῃσ' ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,\nἐσθλόν, τοῦ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος.\nνῦν αὖ παῖδ' ἀγαπητὸν ἀνηρέψαντο θύελλαι\nἀκλέα ἐκ μεγάρων, οὐδ' ὁρμηθέντος ἄκουσα.\nσχέτλιαι, οὐδ' ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη\nἐκ λεχέων μ' ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,\nὁππότε κεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.\nεἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,\nτῶ κε μάλ' ἤ κεν ἔμεινε, καὶ ἐσσύμενός περ ὁδοῖο,\nἤ κέ με τεθνηυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.\nἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,\nδμῶ' ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,\nκαί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα\nΛαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,\nεἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας\nἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν\nὃν καὶ Ὀδυσσῆος φθεῖσαι γόνον ἀντιθέοιο.\"\n\nτὴν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n\"νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέϊ χαλκῷ,\nἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.\nᾔδε' ἐγὼ τάδε πάντα, πόρον δέ οἱ, ὅσσ' ἐκέλευσε,\nσῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δ' ἕλετο μέγαν ὅρκον\nμὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι\nἤ σ' αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,\nὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.\nἀλλ' ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα,\nεἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν\nεὔχε' Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·\nἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.\nμηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀΐω\nπάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο\nἔχθεσθ', ἀλλ' ἔτι πού τις ἐπέσσεται, ὅς κεν ἔχῃσι\nδώματά θ' ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.\"\n\nὣς φάτο, τῆς δ' εὔνησε γόον, σχέθε δ' ὄσσε γόοιο.\nἡ δ' ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα,\nεἰς ὑπερῷ' ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,\nἐν δ' ἔθετ' οὐλοχύτας κανέῳ, ἠρᾶτο δ' Ἀθήνῃ·\n\n\"κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,\nεἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς\nἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρία κῆε,\nτῶν νῦν μοι μνῆσαι καί μοι φίλον υἷα σάωσον,\n\nμνηστῆρας δ' ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.\"\n\nὣς εἰποῦσ' ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.\nμνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·\nὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·\n\n\"ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια\nἀρτύει, οὐδέ τι οἶδεν, ὅ οἱ φόνος υἷϊ τέτυκται.\"\n\nὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν, ὡς ἐτέτυκτο.\nτοῖσιν δ' Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·\n\n\"δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε\nπάντες ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.\nἀλλ' ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν\nμῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἥμιν.\"\n\nὣς εἰπὼν ἐκρίνατ' ἐείκοσι φῶτας ἀρίστους,\nβὰν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.\nνῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,\nἐν δ' ἱστόν τε τίθεντο καὶ ἱστία νηῒ μελαίνῃ,\nἠρτύναντο δ' ἐρετμὰ τροποῖσ' ἐν δερματίνοισι\n[πάντα κατὰ μοῖραν· ἀνά θ' ἱστία λευκὰ πέτασσαν·]\nτεύχεα δέ σφ' ἤνεικαν ὑπέρθυμοι θεράποντες.\nὑψοῦ δ' ἐν νοτίῳ τήν γ' ὥρμισαν, ἐκ δ' ἔβαν αὐτοί·\nἔνθα δὲ δόρπον ἕλοντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν.\n\nἡ δ' ὑπερωΐῳ αὖθι περίφρων Πηνελόπεια\nκεῖτ' ἄρ' ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,\nὁρμαίνουσ', ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,\nἦ ὅ γ' ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.\nὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ\nδείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,\nτόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·\nεὗδε δ' ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.\n\nἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·\nεἴδωλον ποίησε, δέμας δ' ἤϊκτο γυναικί,\nἸφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,\nτὴν Εὔμηλος ὄπυιε, Φερῇσ' ἔνι οἰκία ναίων.\nπέμπε δέ μιν πρὸς δώματ' Ὀδυσσῆος θείοιο,\nεἷος Πηνελόπειαν ὀδυρομένην γοόωσαν\nπαύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.\nἐς θάλαμον δ' εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,\nστῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·\n\n\"εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;\nοὐ μέν σ' οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες\nκλαίειν οὐδ' ἀκάχησθαι, ἐπεί ῥ' ἔτι νόστιμός ἐστι\nσὸς πάϊς· οὐ μὲν γάρ τι θεοῖσ' ἀλιτήμενός ἐστι.\"\n\nτὴν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια,\nἡδὺ μάλα κνώσσουσ' ἐν ὀνειρείῃσι πύλῃσιν·\n\n\"τίπτε, κασιγνήτη, δεῦρ' ἤλυθες; οὔ τι πάρος γε\nπωλέ', ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·\nκαί με κέλεαι παύσασθαι ὀϊζύος ἠδ' ὀδυνάων\nπολλέων, αἵ μ' ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν·\nἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,\nπαντοίῃσ' ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,\nἐσθλόν, τοῦ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος.\nνῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,\nνήπιος, οὔτε πόνων εὖ εἰδὼς οὔτ' ἀγοράων.\nτοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου.\nτοῦ δ' ἀμφιτρομέω καὶ δείδια μή τι πάθῃσιν,\nἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵν' οἴχεται, ἢ ἐνὶ πόντῳ·\nδυσμενέες γὰρ πολλοὶ ἐπ' αὐτῷ μηχανόωνται,\nἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.\"\n\nτὴν δ' ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·\n\"θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·\nτοίη γάρ οἱ πομπὸς ἅμ' ἔρχεται, ἥν τε καὶ ἄλλοι\nἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,\nΠαλλὰς Ἀθηναίη· σὲ δ' ὀδυρομένην ἐλεαίρει·\nἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.\"\n\nτὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"εἰ μὲν δὴ θεός ἐσσι, θεοῖό τε ἔκλυες αὐδήν,\nεἰ δ' ἄγε μοι καὶ κεῖνον ὀϊζυρὸν κατάλεξον,\nἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,\nἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισι.\"\n\nτὴν δ' ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·\n\"οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,\nζώει ὅ γ' ἦ τέθνηκε· κακὸν δ' ἀνεμώλια βάζειν.\"\n\nὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη\nἐς πνοιὰς ἀνέμων· ἡ δ' ἐξ ὕπνου ἀνόρουσε\nκούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,\nὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.\n\nμνηστῆρες δ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,\nΤηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.\nἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,\nμεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,\nἈστερίς, οὐ μεγάλη, λιμένες δ' ἔνι ναύλοχοι αὐτῇ\nἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.\n\nἨὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο\nὤρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·\nοἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δ' ἄρα τοῖσι\nΖεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.\nτοῖσι δ' Ἀθηναίη λέγε κήδεα πόλλ' Ὀδυσῆος\nμνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·\n\n\"Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,\nμή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω\nσκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,\nἀλλ' αἰεὶ χαλεπός τ' εἴη καὶ αἴσυλα ῥέζοι,\nὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο\nλαῶν, οἷσιν ἄνασσε, πατὴρ δ' ὣς ἤπιος ἦεν.\nἀλλ' ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων,\nνύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ\nἴσχει· ὁ δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·\nοὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,\nοἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης.\nνῦν αὖ παῖδ' ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν\nοἴκαδε νισόμενον· ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν\nἐς Πύλον ἠγαθέην ἠδ' ἐς Λακεδαίμονα δῖαν.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·\n\"τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.\nοὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,\nὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτείσεται ἐλθών;\nΤηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,\nὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,\nμνηστῆρες δ' ἐν νηῒ παλιμπετὲς ἀπονέωνται.\"\n\nἦ ῥα, καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·\n\"Ἑρμεία· σὺ γὰρ αὖτε τά τ' ἄλλα περ ἄγγελός ἐσσι·\nνύμφῃ ἐϋπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,\nνόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται,\nοὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·\nἀλλ' ὅ γ' ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων\nἤματι εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,\nΦαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν·\nοἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσι,\nπέμψουσιν δ' ἐν νηῒ φίλην ἐς πατρίδα γαῖαν,\nχαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,\nπόλλ', ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεύς,\nεἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.\nὣς γάρ οἱ μοῖρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι\nοἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.\"\n\nὣς ἔφατ', οὐδ' ἀπίθησε διάκτορος Ἀργεϊφόντης.\nαὐτίκ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,\nἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν\nἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇσ' ἀνέμοιο.\nεἵλετο δὲ ῥάβδον, τῇ τ' ἀνδρῶν ὄμματα θέλγει,\nὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει·\nτὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς Ἀργεϊφόντης.\nΠιερίην δ' ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·\nσεύατ' ἔπειτ' ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,\nὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο\nἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·\nτῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.\n\nἀλλ' ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθ' ἐοῦσαν,\nἔνθ' ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε\nἤϊεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη\nναῖεν ἐϋπλόκαμος· τὴν δ' ἔνδοθι τέτμεν ἐοῦσαν.\nπῦρ μὲν ἐπ' ἐσχαρόφιν μέγα καίετο, τηλόσε δ' ὀδμὴ\nκέδρου τ' εὐκεάτοιο θύου τ' ἀνὰ νῆσον ὀδώδει\nδαιομένων· ἡ δ' ἔνδον ἀοιδιάουσ' ὀπὶ καλῇ\nἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ' ὕφαινεν.\nὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,\nκλήθρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.\n\nἔνθα δέ τ' ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,\nσκῶπές τ' ἴρηκές τε τανύγλωσσοί τε κορῶναι\nεἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.\nἡ δ' αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο\nἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.\nκρῆναι δ' ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,\nπλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.\nἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου\nθήλεον. ἔνθα κ' ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν\nθηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.\n\nἔνθα στὰς θηεῖτο διάκτορος Ἀργεϊφόντης.\nαὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,\nαὐτίκ' ἄρ' εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην\nἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·\nοὐ γάρ τ' ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται\nἀθάνατοι, οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει.\nοὐδ' ἄρ' Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,\nἀλλ' ὅ γ' ἐπ' ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,\nδάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων\nπόντον ἐπ' ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.\nἙρμείαν δ' ἐρέεινε Καλυψώ, δῖα θεάων,\nἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·\n\n\"τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας,\nαἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.\nαὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,\nεἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.\n[ἀλλ' ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.]\"\n\nὣς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν\nἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν·\nαὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος Ἀργεϊφόντης.\nαὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,\nκαὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·\n\n\"εἰρωτᾷς μ' ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι\nνημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.\nΖεὺς ἐμέ γ' ἠνώγει δεῦρ' ἐλθέμεν οὐκ ἐθέλοντα·\nτίς δ' ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ\nἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν\nἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.\nἀλλὰ μάλ' οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο\nοὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ' ἁλιῶσαι.\nφησί τοι ἄνδρα παρεῖναι ὀϊζυρώτατον ἄλλων,\nτῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο\nεἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν\nοἴκαδ'· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,\nἥ σφιν ἐπῶρσ' ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.\nἔνθ' ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,\nτὸν δ' ἄρα δεῦρ' ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.\nτὸν νῦν σ' ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·\nοὐ γάρ οἱ τῇδ' αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,\nἀλλ' ἔτι οἱ μοῖρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι\nοἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.\"\n\nὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,\nκαί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·\n\n\"σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,\nοἵ τε θεαῖσ' ἀγάασθε παρ' ἀνδράσιν εὐνάζεσθαι\nἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετ' ἀκοίτην.\nὣς μὲν ὅτ' Ὠρίων' ἕλετο ῥοδοδάκτυλος Ἠώς,\nτόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,\nἕως μιν ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ\nοἷσ' ἀγανοῖσι βέλεσσιν ἐποιχομένη κατέπεφνεν.\nὣς δ' ὁπότ' Ἰασίωνι ἐϋπλόκαμος Δημήτηρ,\nᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ\nνειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος\nΖεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.\nὣς δ' αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.\nτὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα\nοἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ\nΖεὺς ἐλάσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.\nἔνθ' ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,\nτὸν δ' ἄρα δεῦρ' ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.\nτὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον ἠδὲ ἔφασκον\nθήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.\nἀλλ' ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο\nοὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ' ἁλιῶσαι,\nἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,\nπόντον ἐπ' ἀτρύγετον. πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·\nοὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,\nοἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης.\nαὐτάρ οἱ πρόφρων ὑποθήσομαι οὐδ' ἐπικεύσω,\nὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.\"\n\nτὴν δ' αὖτε προσέειπε διάκτορος Ἀργεϊφόντης·\n\"οὕτω νῦν ἀπόπεμπε, Διὸς δ' ἐποπίζεο μῆνιν,\nμή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.\"\n\nὣς ἄρα φωνήσας ἀπέβη κρατὺς Ἀργεϊφόντης·\nἡ δ' ἐπ' Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη\nἤϊ', ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.\nτὸν δ' ἄρ' ἐπ' ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτ' ὄσσε\nδακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν\nνόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.\nἀλλ' ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ\nἐν σπέεσι γλαφυροῖσι παρ' οὐκ ἐθέλων ἐθελούσῃ·\nἤματα δ' ἂμ πέτρῃσι καὶ ἠϊόνεσσι καθίζων\n[δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων]\nπόντον ἐπ' ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.\nἀγχοῦ δ' ἱσταμένη προσεφώνεε δῖα θεάων·\n\n\"κάμμορε, μή μοι ἔτ' ἐνθάδ' ὀδύρεο, μηδέ τοι αἰὼν\nφθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσ' ἀποπέμψω.\nἀλλ' ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ\nεὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπ' αὐτῆς\nὑψοῦ, ὥς σε φέρῃσιν ἐπ' ἠεροειδέα πόντον.\nαὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν\nἐνθήσω μενοεικέ', ἅ κέν τοι λιμὸν ἐρύκοι,\nεἵματά τ' ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,\nὥς κε μάλ' ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,\nαἴ κε θεοί γ' ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,\nοἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.\"\n\nὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι οὐδέ τι πομπήν,\nἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,\nδεινόν τ' ἀργαλέον τε· τὸ δ' οὐδ' ἐπὶ νῆες ἐῖσαι\nὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.\nοὐδ' ἂν ἐγώ γ' ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,\nεἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι\nμή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.\"\n\nὣς φάτο, μείδησεν δὲ Καλυψώ, δῖα θεάων,\nχειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·\n\n\"ἦ δὴ ἀλιτρός γ' ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,\nοἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.\nἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε\nκαὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος\nὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,\nμή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.\nἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσ' ἂν ἐμοί περ\nαὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·\nκαὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ\nθυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλ' ἐλεήμων.\"\n\nὣς ἄρα φωνήσασ' ἡγήσατο δῖα θεάων\nκαρπαλίμως· ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο.\nἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ·\nκαί ῥ' ὁ μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη\nἙρμείας, νύμφη δ' ἐτίθει πάρα πᾶσαν ἐδωδήν,\nἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·\nαὐτὴ δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,\nτῇ δὲ παρ' ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.\nοἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\nαὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,\nτοῖσ' ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·\n\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nοὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν\nαὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.\nεἴ γε μὲν εἰδείης σῇσι φρεσίν, ὅσσα τοι αἶσα\nκήδε' ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,\nἐνθάδε κ' αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις\nἀθάνατός τ' εἴης, ἱμειρόμενός περ ἰδέσθαι\nσὴν ἄλοχον, τῆς τ' αἰὲν ἐέλδεαι ἤματα πάντα.\nοὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,\n\nοὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικε\nθνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς\nπάντα μάλ', οὕνεκα σεῖο περίφρων Πηνελόπεια\nεἶδος ἀκιδνοτέρη μέγεθός τ' εἰσάντα ἰδέσθαι·\nἡ μὲν γὰρ βροτός ἐστι, σὺ δ' ἀθάνατος καὶ ἀγήρως.\nἀλλὰ καὶ ὧς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα\nοἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.\nεἰ δ' αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,\nτλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·\nἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα\nκύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.\"\n\nὣς ἔφατ', ἠέλιος δ' ἄρ' ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·\nἐλθόντες δ' ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο\nτερπέσθην φιλότητι, παρ' ἀλλήλοισι μένοντες.\n\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nαὐτίχ' ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ' Ὀδυσσεύς,\nαὐτὴ δ' ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,\nλεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ' ἰξυῖ\nκαλὴν χρυσείην, κεφαλῇ δ' ἐφύπερθε καλύπτρην.\nκαὶ τότ' Ὀδυσσῆϊ μεγαλήτορι μήδετο πομπήν·\nδῶκε μέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,\nχάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ\nστειλειὸν περικαλλὲς ἐλάϊνον, εὖ ἐναρηρός·\nδῶκε δ' ἔπειτα σκέπαρνον ἐΰξοον· ἦρχε δ' ὁδοῖο\nνήσου ἐπ' ἐσχατιήν, ὅθι δένδρεα μακρὰ πεφύκει,\nκλήθρη τ' αἴγειρός τ', ἐλάτη τ' ἦν οὐρανομήκης,\nαὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.\nαὐτὰρ ἐπεὶ δὴ δεῖξ' ὅθι δένδρεα μακρὰ πεφύκει,\nἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,\nαὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.\nεἴκοσι δ' ἔκβαλε πάντα, πελέκκησεν δ' ἄρα χαλκῷ,\nξέσσε δ' ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε.\nτόφρα δ' ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·\nτέτρηνεν δ' ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισι,\nγόμφοισιν δ' ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.\nὅσσον τίς τ' ἔδαφος νηὸς τορνώσεται ἀνὴρ\nφορτίδος εὐρείης, εὖ εἰδὼς τεκτοσυνάων,\nτόσσον ἐπ' εὐρεῖαν σχεδίην ποιήσατ' Ὀδυσσεύς.\nἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,\nποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.\nἐν δ' ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·\nπρὸς δ' ἄρα πηδάλιον ποιήσατο, ὄφρ' ἰθύνοι.\nφράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι,\nκύματος εἶλαρ ἔμεν· πολλὴν δ' ἐπεχεύατο ὕλην.\nτόφρα δὲ φάρε' ἔνεικε Καλυψώ, δῖα θεάων,\nἱστία ποιήσασθαι· ὁ δ' εὖ τεχνήσατο καὶ τά.\nἐν δ' ὑπέρας τε κάλους τε πόδας τ' ἐνέδησεν ἐν αὐτῇ,\nμοχλοῖσιν δ' ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.\n\nτέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·\nτῷ δ' ἄρα πέμπτῳ πέμπ' ἀπὸ νήσου δῖα Καλυψώ,\nεἵματά τ' ἀμφιέσασα θυώδεα καὶ λούσασα.\nἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο\nτὸν ἕτερον, ἕτερον δ' ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα\nκωρύκῳ, ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·\nοὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.\nγηθόσυνος δ' οὔρῳ πέτασ' ἱστία δῖος Ὀδυσσεύς.\nαὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως\nἥμενος· οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε\nΠληϊάδας τ' ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην\nἌρκτον θ', ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,\nἥ τ' αὐτοῦ στρέφεται καί τ' Ὠρίωνα δοκεύει,\nοἴη δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·\nτὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,\nποντοπορευέμεναι ἐπ' ἀριστερὰ χειρὸς ἔχοντα.\nἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,\nὀκτωκαιδεκάτῃ δ' ἐφάνη ὄρεα σκιόεντα\nγαίης Φαιήκων, ὅθι τ' ἄγχιστον πέλεν αὐτῷ·\nεἴσατο δ' ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέϊ πόντῳ.\n\nτὸν δ' ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων\nτηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ\nπόντον ἐπιπλείων. ὁ δ' ἐχώσατο κηρόθι μᾶλλον,\nκινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·\n\n\"ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως\nἀμφ' Ὀδυσῆϊ ἐμεῖο μετ' Αἰθιόπεσσιν ἐόντος·\nκαὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα\nἐκφυγέειν μέγα πεῖραρ ὀϊζύος, ἥ μιν ἱκάνει.\nἀλλ' ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.\"\n\nὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον\nχερσὶ τρίαιναν ἑλών· πάσας δ' ὀρόθυνεν ἀέλλας\nπαντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε\nγαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ' οὐρανόθεν νύξ.\nσὺν δ' εὖρός τε νότος τ' ἔπεσον ζέφυρός τε δυσαὴς\nκαὶ βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.\nκαὶ τότ' Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,\nὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·\n\n\"ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;\nδείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,\nἥ μ' ἔφατ' ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,\nἄλγε' ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.\nοἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν\nΖεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ' ἄελλαι\nπαντοίων ἀνέμων· νῦν μοι σῶς αἰπὺς ὄλεθρος.\nτρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ' ὄλοντο\nΤροίῃ ἐν εὐρείῃ, χάριν Ἀτρεΐδῃσι φέροντες.\nὡς δὴ ἐγώ γ' ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν\nἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα\nΤρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.\nτῶ κ' ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·\nνῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.\"\n\nὣς ἄρα μιν εἰπόντ' ἔλασεν μέγα κῦμα κατ' ἄκρης,\nδεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.\nτῆλε δ' ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ\nἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξε\nδεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα·\nτηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.\nτὸν δ' ἄρ' ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδὲ δυνάσθη\nαἶψα μάλ' ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·\nεἵματα γάρ ἑ βάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.\nὀψὲ δὲ δή ῥ' ἀνέδυ, στόματος δ' ἐξέπτυσεν ἅλμην\nπικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.\nἀλλ' οὐδ' ὧς σχεδίης ἐπελήθετο, τειρόμενός περ,\nἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ' αὐτῆς,\nἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.\nτὴν δ' ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.\nὡς δ' ὅτ' ὀπωρινὸς βορέης φορέῃσιν ἀκάνθας\nἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται.\nὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·\nἄλλοτε μέν τε νότος βορέῃ προβάλεσκε φέρεσθαι,\nἄλλοτε δ' αὖτ' εὖρος ζεφύρῳ εἴξασκε διώκειν.\n\nτὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,\nΛευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,\nνῦν δ' ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξέμμορε τιμῆς.\nἥ ῥ' Ὀδυσῆ' ἐλέησεν ἀλώμενον, ἄλγε' ἔχοντα·\nαἰθυίῃ δ' εἰκυῖα ποτῇ ἀνεδύσετο λίμνης,\nἷζε δ' ἐπὶ σχεδίης καί μιν πρὸς μῦθον ἔειπε·\n\n\"κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων\nὠδύσατ' ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;\nοὐ μὲν δή σε καταφθείσει, μάλα περ μενεαίνων.\nἀλλὰ μάλ' ὧδ' ἕρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·\nεἵματα ταῦτ' ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι\nκάλλιπ', ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου\nγαίης Φαιήκων, ὅθι τοι μοῖρ' ἐστὶν ἀλύξαι.\nτῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι\nἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδ' ἀπολέσθαι.\nαὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,\nἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον\nπολλὸν ἀπ' ἠπείρου, αὐτὸς δ' ἀπονόσφι τραπέσθαι.\"\n\nὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,\nαὐτὴ δ' ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα\nαἰθυίῃ εἰκυῖα· μέλαν δέ ἑ κῦμ' ἐκάλυψεν.\nαὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,\nὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·\n\n\"ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε\nἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.\n\nἀλλὰ μάλ' οὔ πω πείσομ', ἐπεὶ ἑκὰς ὀφθαλμοῖσι\nγαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.\nἀλλὰ μάλ' ὧδ' ἕρξω, δοκέει δέ μοι εἶναι ἄριστον·\nὄφρ' ἂν μέν κεν δούρατ' ἐν ἁρμονίῃσιν ἀρήρῃ,\nτόφρ' αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·\nαὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,\nνήξομ', ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.\"\n\nεἷος ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,\nὦρσε δ' ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,\nδεινόν τ' ἀργαλέον τε, κατηρεφές, ἤλασε δ' αὐτόν.\nὡς δ' ἄνεμος ζαὴς ᾔων θημῶνα τινάξῃ\nκαρφαλέων, τὰ μὲν ἄρ τε διεσκέδασ' ἄλλυδις ἄλλῃ,\nὣς τῆς δούρατα μακρὰ διεσκέδασ'. αὐτὰρ Ὀδυσσεὺς\nἀμφ' ἑνὶ δούρατι βαῖνε, κέληθ' ὡς ἵππον ἐλαύνων,\nεἵματα δ' ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.\nαὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,\nαὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,\nνηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,\nκινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·\n\n\"οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,\nεἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.\nἀλλ' οὐδ' ὧς σε ἔολπα ὀνόσσεσθαι κακότητος.\"\n\nὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,\nἵκετο δ' εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματ' ἔασιν.\n\nαὐτὰρ Ἀθηναίη, κούρη Διός, ἄλλ' ἐνόησεν·\nἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,\nπαύσασθαι δ' ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·\nὦρσε δ' ἐπὶ κραιπνὸν βορέην, πρὸ δὲ κύματ' ἔαξεν,\nεἷος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη\nδιογενὴς Ὀδυσεύς, θάνατον καὶ κῆρας ἀλύξας.\n\nἔνθα δύω νύκτας δύο τ' ἤματα κύματι πηγῷ\nπλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ' ὄλεθρον.\nἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' Ἠώς,\nκαὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη\nἔπλετο νηνεμίη· ὁ δ' ἄρα σχεδὸν εἴσιδε γαῖαν\nὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.\nὡς δ' ὅτ' ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ\nπατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων,\nδηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,\nἀσπάσιον δ' ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,\nὣς Ὀδυσῆ' ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,\nνῆχε δ' ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.\nἀλλ' ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,\nκαὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης· -\nῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο\nδεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ' ἁλὸς ἄχνῃ·\nοὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοί, οὐδ' ἐπιωγαί,\nἀλλ' ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε· -\nκαὶ τότ' Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,\nὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·\n\n\"ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι\nΖεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,\nἔκβασις οὔ πῃ φαίνεθ' ἁλὸς πολιοῖο θύραζε·\nἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα\nβέβρυχεν ῥόθιον, λισσὴ δ' ἀναδέδρομε πέτρη,\nἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι\nστήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·\nμή πώς μ' ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ\nκῦμα μέγ' ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.\nεἰ δέ κ' ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω\nἠϊόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,\nδείδω μή μ' ἐξαῦτις ἀναρπάξασα θύελλα\nπόντον ἐπ' ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,\nἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων\nἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·\nοἶδα γὰρ ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.\"\n\nεἷος ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,\nτόφρα δέ μιν μέγα κῦμα φέρεν τρηχεῖαν ἐπ' ἀκτήν.\nἔνθα κ' ἀπὸ ῥινοὺς δρύφθη, σὺν δ' ὀστέ' ἀράχθη,\nεἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη·\nἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,\nτῆς ἔχετο στενάχων, εἷος μέγα κῦμα παρῆλθε.\nκαὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις\nπλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.\nὡς δ' ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο\nπρὸς κοτυληδονόφιν πυκιναὶ λάϊγγες ἔχονται,\nὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν\nῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμ' ἐκάλυψεν.\nἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετ' Ὀδυσσεύς,\nεἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη·\nκύματος ἐξαναδύς, τά τ' ἐρεύγεται ἤπειρόνδε,\nνῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι\nἠϊόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.\nἀλλ' ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο\nἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,\nλεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο·\nἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·\n\n\"κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σ' ἱκάνω\nφεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.\nαἰδοῖος μέν τ' ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν,\nἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν\nσόν τε ῥόον σά τε γούναθ' ἱκάνω πολλὰ μογήσας.\nἀλλ' ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.\"\n\nὣς φάθ', ὁ δ' αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,\nπρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δ' ἐσάωσεν\nἐς ποταμοῦ προχοάς. ὁ δ' ἄρ' ἄμφω γούνατ' ἔκαμψε\nχεῖράς τε στιβαράς· ἁλὶ γὰρ δέδμητο φίλον κῆρ·\nᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ\nἂν στόμα τε ῥῖνάς θ'· ὁ δ' ἄρ' ἄπνευστος καὶ ἄναυδος\nκεῖτ' ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.\nἀλλ' ὅτε δή ῥ' ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,\nκαὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.\nκαὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,\nἂψ δ' ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δ' ἄρ' Ἰνὼ\nδέξατο χερσὶ φίλῃσιν· ὁ δ' ἐκ ποταμοῖο λιασθεὶς\nσχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.\nὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·\n\n\"ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;\nεἰ μέν κ' ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,\nμή μ' ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση\nἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·\nαὔρη δ' ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.\nεἰ δέ κεν ἐς κλειτὺν ἀναβὰς καὶ δάσκιον ὕλην\nθάμνοισ' ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη\nῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθοι,\nδείδω μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.\"\n\nὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·\nβῆ ῥ' ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν\nἐν περιφαινομένῳ. δοιοὺς δ' ἄρ' ὑπήλυθε θάμνους\nἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δ' ἐλαίης.\nτοὺς μὲν ἄρ' οὔτ' ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,\nοὔτε ποτ' ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,\nοὔτ' ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ\nἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπ' Ὀδυσσεὺς\nδύσετ'. ἄφαρ δ' εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν\nεὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,\nὅσσον τ' ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι\nὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.\nτὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,\nἐν δ' ἄρα μέσσῃ λέκτο, χύσιν δ' ἐπεχεύατο φύλλων.\nὡς δ' ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ\nἀγροῦ ἐπ' ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,\nσπέρμα πυρὸς σῴζων, ἵνα μή ποθεν ἄλλοθεν αὕοι,\nὣς Ὀδυσεὺς φύλλοισι καλύψατο. τῷ δ' ἄρ' Ἀθήνη\nὕπνον ἐπ' ὄμμασι χεῦ', ἵνα μιν παύσειε τάχιστα\nδυσπονέος καμάτοιο, φίλα βλέφαρ' ἀμφικαλύψας.\n\nὫς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς\nὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη\nβῆ ῥ' ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε·\nοἳ πρὶν μέν ποτ' ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,\nἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,\nοἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.\nἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,\nεἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,\n\nἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἐδείματο οἴκους\nκαὶ νηοὺς ποίησε θεῶν καὶ ἐδάσσατ' ἀρούρας.\nἀλλ' ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,\nἈλκίνοος δὲ τότ' ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.\nτοῦ μὲν ἔβη πρὸς δῶμα θεὰ γλαυκῶπις Ἀθήνη,\nνόστον Ὀδυσσῆϊ μεγαλήτορι μητιόωσα.\nβῆ δ' ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη\nκοιμᾶτ' ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,\nΝαυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,\nπὰρ δὲ δύ' ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,\nσταθμοῖϊν ἑκάτερθε· θύραι δ' ἐπέκειντο φαειναί.\nἡ δ' ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,\nστῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν,\nεἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,\nἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.\nτῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·\n\n\"Ναυσικάα, τί νύ σ' ὧδε μεθήμονα γείνατο μήτηρ;\nεἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,\nσοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν\nἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ' ἄγωνται·\nἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει\nἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.\nἀλλ' ἴομεν πλυνέουσαι ἅμ' ἠόϊ φαινομένηφι·\nκαί τοι ἐγὼ συνέριθος ἅμ' ἕψομαι, ὄφρα τάχιστα\nἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·\nἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον\nπάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.\nἀλλ' ἄγ' ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ\nἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι\nζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.\nκαὶ δὲ σοὶ ὧδ' αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν\nἔρχεσθαι· πολλὸν γὰρ ἄπο πλυνοί εἰσι πόληος.\"\n\nἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις Ἀθήνη\nΟὔλυμπόνδ', ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ\nἔμμεναι· οὔτ' ἀνέμοισι τινάσσεται οὔτε ποτ' ὄμβρῳ\nδεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ' αἴθρη\nπέπταται ἀννέφελος, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη·\nτῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.\nἔνθ' ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.\n\nαὐτίκα δ' Ἠὼς ἦλθεν ἐΰθρονος, ἥ μιν ἔγειρε\nΝαυσικάαν εὔπεπλον· ἄφαρ δ' ἀπεθαύμασ' ὄνειρον,\nβῆ δ' ἴμεναι διὰ δώμαθ', ἵν' ἀγγείλειε τοκεῦσι,\nπατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δ' ἔνδον ἐόντας.\nἡ μὲν ἐπ' ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξίν,\nἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα· τῷ δὲ θύραζε\nἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας\nἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.\nἡ δὲ μάλ' ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·\n\n\"πάππα φίλ', οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην\nὑψηλὴν εὔκυκλον, ἵνα κλυτὰ εἵματ' ἄγωμαι\nἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;\nκαὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα\nβουλὰς βουλεύειν καθαρὰ χροῒ εἵματ' ἔχοντα.\nπέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,\nοἱ δύ' ὀπυίοντες, τρεῖς δ' ἠΐθεοι θαλέθοντες·\nοἱ δ' αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ' ἔχοντες\nἐς χορὸν ἔρχεσθαι· τὰ δ' ἐμῇ φρενὶ πάντα μέμηλεν.\"\n\nὣς ἔφατ'· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι\nπατρὶ φίλῳ· ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·\n\n\"οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.\nἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην\nὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.\"\n\nὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ' ἐπίθοντο.\nοἱ μὲν ἄρ' ἐκτὸς ἄμαξαν ἐΰτροχον ἡμιονείην\nὅπλεον ἡμιόνους θ' ὕπαγον ζεῦξάν θ' ὑπ' ἀπήνῃ·\nκούρη δ' ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.\nκαὶ τὴν μὲν κατέθηκεν ἐϋξέστῳ ἐπ' ἀπήνῃ·\nμήτηρ δ' ἐν κίστῃ ἐτίθει μενοεικέ' ἐδωδὴν\nπαντοίην, ἐν δ' ὄψα τίθει, ἐν δ' οἶνον ἔχευεν\nἀσκῷ ἐν αἰγείῳ· κούρη δ' ἐπεβήσετ' ἀπήνης.\nδῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,\nεἷος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.\nἡ δ' ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,\nμάστιξεν δ' ἐλάαν· καναχὴ δ' ἦν ἡμιόνοιϊν·\nαἱ δ' ἄμοτον τανύοντο, φέρον δ' ἐσθῆτα καὶ αὐτήν,\nοὐκ οἴην· ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.\n\nαἱ δ' ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ' ἵκοντο,\nἔνθ' ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ' ὕδωρ\nκαλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,\nἔνθ' αἵ γ' ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.\nκαὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα\nτρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δ' ἀπ' ἀπήνης\nεἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,\nστεῖβον δ' ἐν βόθροισι θοῶς, ἔριδα προφέρουσαι.\nαὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,\nἑξείης πέτασαν παρὰ θῖν' ἁλός, ἧχι μάλιστα\nλάϊγγας ποτὶ χέρσον ἀποπτύεσκε θάλασσα.\nαἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ' ἐλαίῳ\nδεῖπνον ἔπειθ' εἵλοντο παρ' ὄχθῃσιν ποταμοῖο,\nεἵματα δ' ἠελίοιο μένον τερσήμεναι αὐγῇ.\nαὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,\nσφαίρῃ ταὶ δ' ἄρ' ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι,\nτῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.\nοἵη δ' Ἄρτεμις εἶσι κατ' οὔρεα ἰοχέαιρα,\nἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,\nτερπομένη κάπροισι καὶ ὠκείῃσ' ἐλάφοισι·\nτῇ δέ θ' ἅμα Νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,\nἀγρονόμοι παίζουσι· γέγηθε δέ τε φρένα Λητώ·\nπασάων δ' ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,\nῥεῖά τ' ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·\nὣς ἥ γ' ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.\n\nἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πάλιν οἶκόνδε νέεσθαι\nζεύξασ' ἡμιόνους πτύξασά τε εἵματα καλά,\nἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη,\nὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τ' εὐώπιδα κούρην,\nἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.\nσφαῖραν ἔπειτ' ἔρριψε μετ' ἀμφίπολον βασίλεια·\nἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ' ἔμβαλε δίνῃ.\nαἱ δ' ἐπὶ μακρὸν ἄϋσαν· ὁ δ' ἔγρετο δῖος Ὀδυσσεύς,\nἑζόμενος δ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·\n\n\"ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;\nἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,\nἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;\nὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀϋτή,\nΝυμφάων, αἳ ἔχουσ' ὀρέων αἰπεινὰ κάρηνα\nκαὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα·\nἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων.\nἀλλ' ἄγ' ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.\"\n\nὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,\nἐκ πυκινῆς δ' ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ\nφύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.\nβῆ δ' ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ἀλκὶ πεποιθώς,\nὅς τ' εἶσ' ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε\nδαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀΐεσσιν\nἠὲ μετ' ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ\nμήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·\nὣς Ὀδυσεὺς κούρῃσιν ἐϋπλοκάμοισιν ἔμελλε\nμείξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.\nσμερδαλέος δ' αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,\nτρέσσαν δ' ἄλλυδις ἄλλη ἐπ' ἠϊόνας προὐχούσας.\nοἴη δ' Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη\nθάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.\nστῆ δ' ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,\nἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην,\nἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι\nλίσσοιτ', εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.\nὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,\nλίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,\nμή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.\nαὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον·\n\n\"γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις ἦ βροτός ἐσσι;\nεἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,\nἈρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,\nεἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐΐσκω·\nεἰ δέ τίς ἐσσι βροτῶν, οἳ ἐπὶ χθονὶ ναιετάουσι,\nτρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,\n\nτρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς\nαἰὲν ἐϋφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,\nλευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.\nκεῖνος δ' αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,\nὅς κέ σ' ἐέδνοισι βρίσας οἶκόνδ' ἀγάγηται.\nοὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,\nοὔτ' ἄνδρ' οὔτε γυναῖκα· σέβας μ' ἔχει εἰσορόωντα.\nΔήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ\nφοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·\nἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,\nτὴν ὁδόν, ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε' ἔσεσθαι·\nὣς δ' αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ,\nδήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,\nὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δ' αἰνῶς\nγούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.\nχθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·\nτόφρα δέ μ' αἰεὶ κῦμα φόρει κραιπναί τε θύελλαι\nνήσου ἀπ' Ὠγυγίης· νῦν δ' ἐνθάδε κάββαλε δαίμων,\nὄφρα τί που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀΐω\nπαύσεσθ', ἀλλ' ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.\nἀλλά, ἄνασσ', ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας\nἐς πρώτην ἱκόμην, τῶν δ' ἄλλων οὔ τινα οἶδα\nἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.\nἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,\nεἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ' ἰοῦσα.\nσοὶ δὲ θεοὶ τόσα δοῖεν, ὅσα φρεσὶ σῇσι μενοινᾷς,\nἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν\nἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,\nἢ ὅθ' ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον\nἀνὴρ ἠδὲ γυνή· πόλλ' ἄλγεα δυσμενέεσσι,\nχάρματα δ' εὐμενέτῃσι· μάλιστα δέ τ' ἔκλυον αὐτοί.\"\n\nτὸν δ' αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·\n\"ξεῖν', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας,\nΖεὺς δ' αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,\nἐσθλοῖσ' ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·\nκαί που σοὶ τά γ' ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.\nνῦν δ', ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,\nοὔτ' οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,\nὧν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα.\nἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν·\nΦαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,\nεἰμὶ δ' ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,\nτοῦ δ' ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.\"\n\nἦ ῥα, καὶ ἀμφιπόλοισιν ἐϋπλοκάμοισι κέλευσε·\n\"στῆτέ μοι ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;\nἦ μή πού τινα δυσμενέων φάσθ' ἔμμεναι ἀνδρῶν;\nοὐκ ἔσθ' οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,\nὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται\nδηϊοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.\nοἰκέομεν δ' ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,\nἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.\nἀλλ' ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ' ἱκάνει,\nτὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες\nξεῖνοί τε πτωχοί τε, δόσις δ' ὀλίγη τε φίλη τε.\nἀλλὰ δότ', ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,\nλούσατέ τ' ἐν ποταμῷ, ὅθ' ἐπὶ σκέπας ἔστ' ἀνέμοιο.\"\n\nὣς ἔφαθ', αἱ δ' ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,\nκὰδ δ' ἄρ' Ὀδυσσέα εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσε\nΝαυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·\nπὰρ δ' ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ' ἔθηκαν,\nδῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,\nἤνωγον δ' ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσι.\nδή ῥα τότ' ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·\n\n\"ἀμφίπολοι, στῆθ' οὕτω ἀπόπροθεν, ὄφρ' ἐγὼ αὐτὸς\nἅλμην ὤμοιϊν ἀπολούσομαι, ἀμφὶ δ' ἐλαίῳ\nχρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.\nἄντην δ' οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ\nγυμνοῦσθαι κούρῃσιν ἐϋπλοκάμοισι μετελθών.\"\n\nὣς ἔφαθ', αἱ δ' ἀπάνευθεν ἴσαν, εἶπον δ' ἄρα κούρῃ.\nαὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς\nἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους·\nἐκ κεφαλῆς δ' ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.\nαὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ' ἄλειψεν,\nἀμφὶ δὲ εἵματα ἕσσαθ' ἅ οἱ πόρε παρθένος ἀδμής,\nτὸν μὲν Ἀθηναίη θῆκεν, Διὸς ἐκγεγαυῖα,\nμείζονά τ' εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος\nοὔλας ἧκε κὄμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.\nὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ\nἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη\nτέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,\nὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.\nἕζετ' ἔπειτ' ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,\nκάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.\nδή ῥα τότ' ἀμφιπόλοισιν ἐϋπλοκάμοισι μετηύδα·\n\n\"κλῦτέ μοι, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.\nοὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσι,\nΦαιήκεσσ' ὅδ' ἀνὴρ ἐπιμείξεται ἀντιθέοισι·\nπρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ' εἶναι,\nνῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.\nαἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη\nἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.\nἀλλὰ δότ', ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.\"\n\nὣς ἔφαθ', αἱ δ' ἄρα τῆς μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,\nπὰρ δ' ἄρ' Ὀδυσσῆϊ ἔθεσαν βρῶσίν τε πόσιν τε.\nἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς\nἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.\n\nαὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ' ἐνόησεν·\nεἵματ' ἄρα πτύξασα τίθει καλῆς ἐπ' ἀπήνης,\nζεῦξε δ' ὑφ' ἡμιόνους κρατερώνυχας, ἂν δ' ἔβη αὐτή.\nὤτρυνεν δ' Ὀδυσῆα ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·\n\n\"ὄρσεο νῦν, ὦ ξεῖνε, πόλινδ' ἴμεν, ὄφρα σε πέμψω\nπατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι\nπάντων Φαιήκων εἰδησέμεν, ὅσσοι ἄριστοι.\nἀλλὰ μάλ' ὧδ' ἕρδειν· δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·\nὄφρ' ἂν μέν κ' ἀγροὺς ἴομεν καὶ ἔργ' ἀνθρώπων,\nτόφρα σὺν ἀμφιπόλοισι μεθ' ἡμιόνους καὶ ἄμαξαν\nκαρπαλίμως ἔρχεσθαι· ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω.\nαὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος\nὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,\nλεπτὴ δ' εἰσίθμη· νῆες δ' ὁδὸν ἀμφιέλισσαι\nεἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.\nἔνθα δέ τέ σφ' ἀγορὴ καλὸν Ποσιδήϊον ἀμφίς,\nῥυτοῖσιν λάεσσι κατωρυχέεσσ' ἀραρυῖα.\nἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,\nπείσματα καὶ σπείρας, καὶ ἀποξύνουσιν ἐρετμά.\nοὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,\nἀλλ' ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,\nᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.\nτῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω\nμωμεύῃ· μάλα δ' εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·\nκαί νύ τις ὧδ' εἴπῃσι κακώτερος ἀντιβολήσας·\n\"τίς δ' ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε\nξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.\nἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς\nἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·\nἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν\nοὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.\nβέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν\nἄλλοθεν· ἦ γὰρ τούσδε γ' ἀτιμάζει κατὰ δῆμον\nΦαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.\"\nὣς ἐρέουσιν, ἐμοὶ δέ κ' ὀνείδεα ταῦτα γένοιτο.\nκαὶ δ' ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,\nἥ τ' ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων\nἀνδράσι μίσγηται πρίν γ' ἀμφάδιον γάμον ἐλθεῖν. -\nξεῖνε, σὺ δ' ὦκ' ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα\nπομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.\nδήομεν ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου\nαἰγείρων, ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·\nἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ' ἀλῳή,\nτόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.\nἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς\nἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.\nαὐτὰρ ἐπὴν ἥμεας ἔλπῃ ποτὶ δώματ' ἀφῖχθαι,\n\nκαὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ' ἐρέεσθαι\nδώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.\nῥεῖα δ' ἀρίγνωτ' ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο\nνήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται\nδώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο\nἥρως. ἀλλ' ὁπότ' ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,\nὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ' ἂν ἵκηαι\nμητέρ' ἐμήν· ἡ δ' ἧσται ἐπ' ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,\nἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,\nκίονι κεκλιμένη· δμῳαὶ δέ οἱ εἵατ' ὄπισθεν.\nἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,\nτῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.\nτὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας\nβάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι\nχαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.\nεἴ κέν τοι κείνη γε φίλα φρονέῃσ' ἐνὶ θυμῷ,\nἐλπωρή τοι ἔπειτα φίλους τ' ἰδέειν καὶ ἱκέσθαι\nοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.\"\nὣς ἄρα φωνήσασ' ἵμασεν μάστιγι φαεινῇ\nἡμιόνους· αἱ δ' ὦκα λίπον ποταμοῖο ῥέεθρα.\nαἱ δ' εὖ μὲν τρώχων, εὖ δ' ἐπλίσσοντο πόδεσσιν·\nἡ δὲ μάλ' ἡνιόχευεν, ὅπως ἅμ' ἑποίατο πεζοὶ\nἀμφίπολοί τ' Ὀδυσεύς τε· νόῳ δ' ἐπέβαλλεν ἱμάσθλην.\nδύσετό τ' ἠέλιος, καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο\nἱρὸν Ἀθηναίης, ἵν' ἄρ' ἕζετο δῖος Ὀδυσσεύς.\nαὐτίκ' ἔπειτ' ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·\n\n\"κλῦθί μοι, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·\nνῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ' ἄκουσας\nῥαιομένου, ὅτε μ' ἔρραιε κλυτὸς ἐννοσίγαιος.\nδός μ' ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν.\"\n\nὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη·\nαὐτῷ δ' οὔ πω φαίνετ' ἐναντίη· αἴδετο γάρ ῥα\nπατροκασίγνητον· ὁ δ' ἐπιζαφελῶς μενέαινεν\nἀντιθέῳ Ὀδυσῆϊ πάρος ἣν γαῖαν ἱκέσθαι.\n\nὫς ὁ μὲν ἔνθ' ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,\nκούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιϊν.\nἡ δ' ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ' ἵκανε,\nστῆσεν ἄρ' ἐν προθύροισι· κασίγνητοι δέ μιν ἀμφὶς\nἵσταντ' ἀθανάτοισ' ἐναλίγκιοι, οἵ ῥ' ὑπ' ἀπήνης\nἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.\nαὐτὴ δ' ἐς θάλαμον ἑὸν ἤϊε· δαῖε δέ οἱ πῦρ\nγρηῢς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,\nτήν ποτ' Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι,\nἈλκινόῳ δ' αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσι\nΦαιήκεσσιν ἄνασσε, θεοῦ δ' ὣς δῆμος ἄκουεν·\nἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.\nἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.\n\nκαὶ τότ' Ὀδυσσεὺς ὦρτο πόλινδ' ἴμεν· ἀμφὶ δ' Ἀθήνη\nπολλὴν ἠέρα χεῦε φίλα φρονέουσ' Ὀδυσῆϊ,\nμή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας\nκερτομέοι τ' ἐπέεσσι καὶ ἐξερέοιθ' ὅτις εἴη.\nἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,\nἔνθα οἱ ἀντεβόλησε θεὰ γλαυκῶπις Ἀθήνη\nπαρθενικῇ εἰκυῖα νεήνιδι κάλπιν ἐχούσῃ.\nστῆ δὲ πρόσθ' αὐτοῦ· ὁ δ' ἀνείρετο δῖος Ὀδυσσεύς·\n\n\"ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο\nἈλκινόου, ὃς τοῖσδε μετ' ἀνθρώποισιν ἀνάσσει;\nκαὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ' ἱκάνω\nτηλόθεν ἐξ ἀπίης γαίης· τῶ οὔ τινα οἶδα\nἀνθρώπων, οἳ τήνδε πόλιν καὶ ἔργα νέμονται.\"\n\nτὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n\"τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,\nδείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.\nἀλλ' ἴθι σιγῇ τοῖον, ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω,\nμηδέ τιν' ἀνθρώπων προτιόσσεο μηδ' ἐρέεινε.\nοὐ γὰρ ξείνους οἵ γε μάλ' ἀνθρώπους ἀνέχονται\nοὐδ' ἀγαπαζόμενοι φιλέουσ', ὅς κ' ἄλλοθεν ἔλθῃ.\nνηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι\nλαῖτμα μέγ' ἐκπερόωσιν, ἐπεί σφισι δῶκ' ἐνοσίχθων·\nτῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.\"\n\nὣς ἄρα φωνήσασ' ἡγήσατο Παλλὰς Ἀθήνη\nκαρπαλίμως· ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο.\nτὸν δ' ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν\nἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη\nεἴα ἐϋπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν\nθεσπεσίην κατέχευε φίλα φρονέουσ' ἐνὶ θυμῷ.\nθαύμαζεν δ' Ὀδυσεὺς λιμένας καὶ νῆας ἐΐσας,\nαὐτῶν θ' ἡρώων ἀγορὰς καὶ τείχεα μακρά,\nὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.\nἀλλ' ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ' ἵκοντο,\nτοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·\n\"οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις\nπεφραδέμεν. δήεις δὲ διοτρεφέας βασιλῆας\nδαίτην δαινυμένους· σὺ δ' ἔσω κίε μηδέ τι θυμῷ\nτάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων\nἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.\nδέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·\nἈρήτη δ' ὄνομ' ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων\nτῶν αὐτῶν, οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.\nΝαυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων\nγείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,\nὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,\nὅς ποθ' ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.\nἀλλ' ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ' αὐτός·\nτῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα\nΝαυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·\nΝαυσίθοος δ' ἔτεκεν Ῥηξήνορά τ' Ἀλκίνοόν τε.\nτὸν μὲν ἄκουρον ἐόντα βάλ' ἀργυρότοξος Ἀπόλλων\nνυμφίον, ἐν μεγάρῳ μίαν οἴην παῖδα λιπόντα,\nἈρήτην· τὴν δ' Ἀλκίνοος ποιήσατ' ἄκοιτιν\nκαί μιν ἔτισ' ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,\nὅσσαι νῦν γε γυναῖκες ὑπ' ἀνδράσιν οἶκον ἔχουσιν.\nὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν\nἔκ τε φίλων παίδων ἔκ τ' αὐτοῦ Ἀλκινόοιο\nκαὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες\nδειδέχαται μύθοισιν, ὅτε στείχῃσ' ἀνὰ ἄστυ.\nοὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ,\nοἷσί τ' ἐῢ φρονέῃσι, καὶ ἀνδράσι νείκεα λύει.\nεἴ κέν τοι κείνη γε φίλα φρονέῃσ' ἐνὶ θυμῷ,\nἐλπωρή τοι ἔπειτα φίλους ἰδέειν καὶ ἱκέσθαι\nοἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.\"\n\nὣς ἄρα φωνήσασ' ἀπέβη γλαυκῶπις Ἀθήνη\nπόντον ἐπ' ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,\nἵκετο δ' ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,\nδῦνε δ' Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς\nἈλκινόου πρὸς δώματ' ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ\nὥρμαιν' ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.\nὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης\nδῶμα καθ' ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.\nχάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ' ἔνθα καὶ ἔνθα,\nἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·\nχρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·\nἀργύρεοι δὲ σταθμοὶ ἐν χαλκέῳ ἕστασαν οὐδῷ,\nἀργύρεον δ' ἐφ' ὑπερθύριον, χρυσέη δὲ κορώνη.\nχρύσειοι δ' ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,\nοὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι\nδῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,\nἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.\nἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ' ἔνθα καὶ ἔνθα\nἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ' ἐνὶ πέπλοι\nλεπτοὶ ἐΰννητοι βεβλήατο, ἔργα γυναικῶν.\nἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο\nπίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.\nχρύσειοι δ' ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν\nἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,\nφαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.\nπεντήκοντα δέ οἱ δμῳαὶ κατὰ δῶμα γυναῖκες\nαἱ μὲν ἀλετρεύουσι μύλῃσ' ἔπι μήλοπα καρπόν,\nαἱ δ' ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν\nἥμεναι, οἱά τε φύλλα μακεδνῆς αἰγείροιο·\nκαιρουσσέων δ' ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.\nὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν\nνῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες\nἱστὸν τεχνῆσσαι· περὶ γάρ σφισι δῶκεν Ἀθήνη\nἔργα τ' ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.\nἔκτοσθεν δ' αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων\n\nτετράγυος· περὶ δ' ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.\nἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθάοντα,\nὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι\nσυκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.\nτάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ' ἀπολείπει\nχείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλ' αἰεὶ\nζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.\nὄγχνη ἐπ' ὄγχνῃ γηράσκει, μῆλον δ' ἐπὶ μήλῳ,\nαὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ' ἐπὶ σύκῳ.\nἔνθα δέ οἱ πολύκαρπος ἀλῳὴ ἐρρίζωται,\nτῆς ἕτερον μέν θ' εἱλόπεδον λευρῷ ἐνὶ χώρῳ\nτέρσεται ἠελίῳ, ἑτέρας δ' ἄρα τε τρυγόωσιν,\nἄλλας δὲ τραπέουσι· πάροιθε δέ τ' ὄμφακές εἰσιν\nἄνθος ἀφιεῖσαι, ἕτεραι δ' ὑποπερκάζουσιν.\nἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον\nπαντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι.\nἐν δὲ δύω κρῆναι ἡ μέν τ' ἀνὰ κῆπον ἅπαντα\nσκίδναται, ἡ δ' ἑτέρωθεν ὑπ' αὐλῆς οὐδὸν ἵησι\nπρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.\nτοῖ' ἄρ' ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.\n\nἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.\nαὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,\nκαρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.\nεὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας\nσπένδοντας δεπάεσσιν ἐϋσκόπῳ Ἀργεϊφόντῃ,\nᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.\nαὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς\nπολλὴν ἠέρ' ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,\nὄφρ' ἵκετ' Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.\nἀμφὶ δ' ἄρ' Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,\nκαὶ τότε δή ῥ' αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.\nοἱ δ' ἄνεω ἐγένοντο δόμον κάτα φῶτα ἰδόντες,\nθαύμαζον δ' ὁρόωντες· ὁ δ' ἐλλιτάνευεν Ὀδυσσεύς·\n\n\"Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,\nσόν τε πόσιν σά τε γούναθ' ἱκάνω πολλὰ μογήσας,\nτούσδε τε δαιτυμόνας, τοῖσιν θεοὶ ὄλβια δοῖεν,\nζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος\nκτήματ' ἐνὶ μεγάροισι γέρας θ', ὅ τι δῆμος ἔδωκεν.\nαὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ' ἱκέσθαι\nθᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.\"\n\nὣς εἰπὼν κατ' ἄρ' ἕζετ' ἐπ' ἐσχάρῃ ἐν κονίῃσι\nπὰρ πυρί· οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.\nὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,\nὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν\nκαὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·\nὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν·\n\n\"Ἀλκίνο', οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε\nξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ' ἐσχάρῃ ἐν κονίῃσιν·\nοἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.\nἀλλ' ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου\nἕσσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον\nοἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ\nσπείσομεν, ὅς θ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ·\nδόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.\"\n\nαὐτὰρ ἐπεὶ τό γ' ἄκουσ' ἱερὸν μένος Ἀλκινόοιο,\nχειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην\nὦρσεν ἀπ' ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,\nυἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,\nὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκε.\nχέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\nκαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,\nνίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\nσῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,\nεἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων.\nαὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.\nκαὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·\n\n\"Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον\nπᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ\nσπείσομεν, ὅς θ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ.\"\n\nὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,\nνώμησεν δ' ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.\nαὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ', ὅσον ἤθελε θυμός,\nτοῖσιν δ' Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·\n\n\"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,\nὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.\nνῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ' ἰόντες,\nἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες\nξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσι\nῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς\nμνησόμεθ', ὥς χ' ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης\nπομπῇ ὑφ' ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται\nχαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,\nμηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι\nπρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δ' ἔπειτα\nπείσεται, ἅσσα οἱ αἶσα κατὰ Κλῶθές τε βαρεῖαι\nγεινομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.\nεἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθεν,\nἄλλο τι δὴ τόδ' ἔπειτα θεοὶ περιμηχανόωνται.\nαἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς\nἡμῖν, εὖθ' ἕρδωμεν ἀγακλειτὰς ἑκατόμβας,\nδαίνυνταί τε παρ' ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.\nεἰ δ' ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,\nοὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,\nὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"Ἀλκίνο', ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε\nἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,\nοὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.\nοὕς τινας ὑμεῖς ἴστε μάλιστ' ὀχέοντας ὀϊζὺν\nἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην·\nκαὶ δ' ἔτι κεν καὶ πλείον' ἐγὼ κακὰ μυθησαίμην,\nὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.\nἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·\nοὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο\nἔπλετο, ἥ τ' ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ\nκαὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,\nὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ' αἰεὶ\nἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων\nληθάνει, ὅσσ' ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.\nὑμεῖς δ' ὀτρύνεσθε ἅμ' ἠόϊ φαινομένηφιν,\nὥς κ' ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης,\nκαί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν\nκτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον\nπεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.\nαὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ', ὅσον ἤθελε θυμός,\nοἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,\nαὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,\nπὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς\nἥσθην· ἀμφίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτός.\nτοῖσιν δ' Ἀρήτη λευκώλενος ἤρχετο μύθων·\nἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ' ἰδοῦσα\nκαλά, τά ῥ' αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·\nκαί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·\n\n\"ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·\nτίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ' ἔδωκεν;\nοὐ δὴ φῂς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ' ἱκέσθαι;\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι,\nκήδε' ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·\nτοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.\nὨγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·\nἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψώ,\nναίει ἐϋπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ\nμίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.\nἀλλ' ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων\nοἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ\nΖεὺς ἐλάσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.\nἔνθ' ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,\nαὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης\nἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ\nνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ\nναίει ἐϋπλόκαμος, δεινὴ θεός· ἥ με λαβοῦσα\nἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε\nθήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·\nἀλλ' ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.\nἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ' αἰεὶ\n\nδάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·\nἀλλ' ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,\nκαὶ τότε δή μ' ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι\nΖηνὸς ὑπ' ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ' αὐτῆς.\nπέμπε δ' ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ' ἔδωκε,\nσῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,\nοὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.\nἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,\nὀκτωκαιδεκάτῃ δ' ἐφάνη ὄρεα σκιόεντα\nγαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ,\nδυσμόρῳ· ἦ γὰρ μέλλον ἔτι ξυνέσεσθαι ὀϊζυῖ\nπολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,\nὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,\nὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα\nεἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.\nτὴν μὲν ἔπειτα θύελλα διεσκέδασ'· αὐτὰρ ἐγώ γε\nνηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ\nὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.\nἔνθα κέ μ' ἐκβαίνοντα βιήσατο κῦμ' ἐπὶ χέρσου,\nπέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέϊ χώρῳ,\nἀλλ' ἀναχασσάμενος νῆχον πάλιν, εἷος ἐπῆλθον\nἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,\nλεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.\nἐκ δ' ἔπεσον θυμηγερέων, ἐπὶ δ' ἀμβροσίη νὺξ\nἤλυθ'· ἐγὼ δ' ἀπάνευθε διιπετέος ποταμοῖο\nἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα\nἠφυσάμην· ὕπνον δὲ θεὸς κατ' ἀπείρονα χεῦεν.\nἔνθα μὲν ἐν φύλλοισι, φίλον τετιημένος ἦτορ,\nεὗδον παννύχιος καὶ ἐπ' ἠῶ καὶ μέσον ἦμαρ·\nδύσετό τ' ἠέλιος, καί με γλυκὺς ὕπνος ἀνῆκεν.\nἀμφιπόλους δ' ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς\nπαιζούσας, ἐν δ' αὐτὴ ἔην εἰκυῖα θεῇσι.\nτὴν ἱκέτευσ'· ἡ δ' οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,\nὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα\nἑρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.\nἥ μοι σῖτον δῶκεν ἅλις ἠδ' αἴθοπα οἶνον\nκαὶ λοῦσ' ἐν ποταμῷ καί μοι τάδε εἵματ' ἔδωκε.\nταῦτά τοι, ἀχνύμενός περ, ἀληθείην κατέλεξα.\"\n\nτὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·\n\"ξεῖν', ἦ τοι μὲν τοῦτό γ' ἐναίσιμον οὐκ ἐνόησε\nπαῖς ἐμή, οὕνεκά σ' οὔ τι μετ' ἀμφιπόλοισι γυναιξὶν\nἦγεν ἐς ἡμετέρου· σὺ δ' ἄρα πρώτην ἱκέτευσας.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ἥρως, μή μοι τοὔνεκ' ἀμύμονα νείκεε κούρην·\nἡ μὲν γάρ μ' ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,\nἀλλ' ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,\nμή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·\nδύσζηλοι γάρ τ' εἰμὲν ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων.\"\n\nτὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·\n\"ξεῖν', οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ\nμαψιδίως κεχολῶσθαι· ἀμείνω δ' αἴσιμα πάντα.\nαἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,\nτοῖος ἐών, οἷός ἐσσι, τά τε φρονέων ἅ τ' ἐγώ περ,\nπαῖδά τ' ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι,\nαὖθι μένων· οἶκον δέ κ' ἐγὼ καὶ κτήματα δοίην,\nεἴ κ' ἐθέλων γε μένοις· ἀέκοντα δέ σ' οὔ τις ἐρύξει\nΦαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.\nπομπὴν δ' ἐς τόδ' ἐγὼ τεκμαίρομαι, ὄφρ' ἐῢ εἰδῇς,\nαὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ\nλέξεαι, οἱ δ' ἐλόωσι γαλήνην, ὄφρ' ἂν ἵκηαι\nπατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,\nεἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ' Εὐβοίης·\nτὴν γὰρ τηλοτάτω φάσ' ἔμμεναι οἵ μιν ἴδοντο\nλαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν\nἦγον ἐποψόμενον Τιτυόν, Γαιήϊον υἱόν.\nκαὶ μὲν οἱ ἔνθ' ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν\nἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ' ὀπίσσω.\nεἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσίν, ὅσσον ἄρισται\nνῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.\"\n\nὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,\nεὐχόμενος δ' ἄρα εἶπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"Ζεῦ πάτερ, αἴθ', ὅσα εἶπε, τελευτήσειεν ἅπαντα\nἈλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν\nἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ' ἱκοίμην.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\nκέκλετο δ' Ἀρήτη λευκώλενος ἀμφιπόλοισι\nδέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ\nπορφύρε' ἐμβαλέειν στορέσαι τ' ἐφύπερθε τάπητας,\nχλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.\nαἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·\nαὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,\nὤτρυνον Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·\n\"ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.\"\nὣς φάν· τῷ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.\n\nὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς\nτρητοῖσ' ἐν λεχέεσσιν ὑπ' αἰθούσῃ ἐριδούπῳ·\nἈλκίνοος δ' ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,\nπὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.\n\nἮμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nὤρνυτ' ἄρ' ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,\nἂν δ' ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.\nτοῖσιν δ' ἡγεμόνευ' ἱερὸν μένος Ἀλκινόοιο\nΦαιήκων ἀγορήνδ', ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.\nἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι\nπλησίον· ἡ δ' ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη\nεἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,\nνόστον Ὀδυσσῆϊ μεγαλήτορι μητιόωσα,\nκαί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·\n\n\"δεῦτ' ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,\nεἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,\nὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα\nπόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.\"\n\nὣς εἰποῦσ' ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.\nκαρπαλίμως δ' ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι\nἀγρομένων· πολλοὶ δ' ἄρα θηήσαντο ἰδόντες\nυἱὸν Λαέρταο δαΐφρονα. τῷ δ' ἄρ' Ἀθήνη\nθεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις\nκαί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,\nὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο\nδεινός τ' αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους\nπολλούς, τοὺς Φαίηκες ἐπειρήσαντ' Ὀδυσῆος.\nαὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,\nτοῖσιν δ' Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·\n\n\"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,\nὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.\nξεῖνος ὅδ', οὐκ οἶδ' ὅς τις, ἀλώμενος ἵκετ' ἐμὸν δῶ,\nἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·\nπομπὴν δ' ὀτρύνει καὶ λίσσεται ἔμπεδον εἶναι.\nἡμεῖς δ', ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν·\nοὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κ' ἐμὰ δώμαθ' ἵκηται,\nἐνθάδ' ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.\nἀλλ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν\nπρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα\nκρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.\nδησάμενοι δ' εὖ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ\nἔκβητ'· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα\nἡμέτερόνδ' ἐλθόντες· ἐγὼ δ' ἐῢ πᾶσι παρέξω.\nκούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι\nσκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ\nἔρχεσθ', ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν·\nμηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδόν,\nΔημόδοκον· τῷ γάρ ῥα θεὸς περὶ δῶκεν ἀοιδὴν\nτέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.\"\n\nὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο\nσκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.\nκούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα\nβήτην, ὡς ἐκέλευσ', ἐπὶ θῖν' ἁλὸς ἀτρυγέτοιο.\nαὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,\nνῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,\nἐν δ' ἱστόν τ' ἐτίθεντο καὶ ἱστία νηῒ μελαίνῃ,\nἠρτύναντο δ' ἐρετμὰ τροποῖσ' ἐν δερματίνοισι\nπάντα κατὰ μοῖραν· παρὰ δ' ἱστία λευκὰ τάνυσσαν.\nὑψοῦ δ' ἐν νοτίῳ τήν γ' ὥρμισαν· αὐτὰρ ἔπειτα\nβάν ῥ' ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.\nπλῆντο δ' ἄρ' αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν\n\nἀγρομένων· πολλοὶ δ' ἄρ' ἔσαν, νέοι ἠδὲ παλαιοί.\nτοῖσιν δ' Ἀλκίνοος δυοκαίδεκα μῆλ' ἱέρευσεν,\nὀκτὼ δ' ἀργιόδοντας ὕας, δύο δ' εἰλίποδας βοῦς·\nτοὺς δέρον ἀμφί θ' ἕπον, τετύκοντό τε δαῖτ' ἐρατεινήν.\n\nκῆρυξ δ' ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,\nτὸν περὶ Μοῦσ' ἐφίλησε, δίδου δ' ἀγαθόν τε κακόν τε·\nὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ' ἡδεῖαν ἀοιδήν.\nτῷ δ' ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον\nμέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·\nκὰδ δ' ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν\nαὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι\nκῆρυξ· πὰρ δ' ἐτίθει κάνεον καλήν τε τράπεζαν,\nπὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.\nοἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nΜοῦσ' ἄρ' ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,\nοἴμης, τῆς τότ' ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,\nνεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,\nὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ\nἐκπάγλοισ' ἐπέεσσιν, ἄναξ δ' ἀνδρῶν Ἀγαμέμνων\nχαῖρε νόῳ, ὅ τ' ἄριστοι Ἀχαιῶν δηριόωντο.\nὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων\nΠυθοῖ ἐν ἠγαθέῃ, ὅθ' ὑπέρβη λάϊνον οὐδὸν\nχρησόμενος. τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ\nΤρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.\n\nταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς\nπορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι\nκὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·\nαἴδετο γὰρ Φαίηκας ὑπ' ὀφρύσι δάκρυα λείβων.\nἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,\nδάκρυ' ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε\nκαὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·\nαὐτὰρ ὅτ' ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν\nΦαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντ' ἐπέεσσιν,\nἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.\nἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,\nἈλκίνοος δέ μιν οἶος ἐπεφράσατ' ἠδ' ἐνόησεν\nἥμενος ἄγχ' αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.\nαἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·\n\n\"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες·\nἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐΐσης\nφόρμιγγός θ', ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·\nνῦν δ' ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν\nπάντων, ὥς χ' ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν\nοἴκαδε νοστήσας, ὅσσον περιγινόμεθ' ἄλλων\nπύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.\"\n\nὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο.\nκὰδ δ' ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,\nΔημοδόκου δ' ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο\nκῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι\nΦαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.\nβὰν δ' ἴμεν εἰς ἀγορήν, ἅμα δ' ἕσπετο πουλὺς ὅμιλος,\nμυρίοι· ἂν δ' ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.\nὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεὺς\nΝαυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεὺς\nΠοντεύς τε Πρῳρεύς τε, Θόων Ἀναβησίνεώς τε\nἈμφίαλός θ', υἱὸς Πολυνήου Τεκτονίδαο·\nἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,\nΝαυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε\nπάντων Φαιήκων μετ' ἀμύμονα Λαοδάμαντα.\nἂν δ' ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,\nΛαοδάμας θ' Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.\nοἱ δ' ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι·\nτοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δ' ἅμα πάντες\nκαρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο.\nτῶν δὲ θέειν ὄχ' ἄριστος ἔην Κλυτόνηος ἀμύμων·\nὅσσον τ' ἐν νειῷ οὖρον πέλει ἡμιόνοιϊν,\nτόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ', οἱ δ' ἐλίποντο.\nοἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·\nτῇ δ' αὖτ' Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.\nἅλματι δ' Ἀμφίαλος πάντων προφερέστατος ἦεν·\nδίσκῳ δ' αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,\nπὺξ δ' αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.\n\nαὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν' ἀέθλοις,\nτοῖσ' ἄρα Λαοδάμας μετέφη, πάϊς Ἀλκινόοιο·\n\n\"δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα, εἴ τιν' ἄεθλον\nοἶδέ τε καὶ δεδάηκε· φυήν γε μὲν οὐ κακός ἐστι,\nμηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν\nαὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης\nδεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν.\nοὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης\nἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.\"\n\nτὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·\n\"Λαοδάμαν, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.\nαὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.\"\n\nαὐτὰρ ἐπεὶ τό γ' ἄκουσ' ἀγαθὸς πάϊς Ἀλκινόοιο,\nστῆ ῥ' ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·\n\n\"δεῦρ' ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,\nεἴ τινά που δεδάηκας· ἔοικε δέ σ' ἴδμεν ἀέθλους.\nοὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος, ὄφρα κεν ᾖσιν,\nἢ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.\nἀλλ' ἄγε πείρησαι, σκέδασον δ' ἀπὸ κήδεα θυμοῦ·\nσοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη\nνηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"Λαοδάμαν, τί με ταῦτα κελεύετε κερτομέοντες;\nκήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,\nὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,\nνῦν δὲ μεθ' ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων\nἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.\"\n\nτὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο νείκεσέ τ' ἄντην·\n\"οὐ γάρ σ' οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐΐσκω\nἄθλων, οἷά τε πολλὰ μετ' ἀνθρώποισι πέλονται,\nἀλλὰ τῷ, ὅς θ' ἅμα νηῒ πολυκλήϊδι θαμίζων,\nἀρχὸς ναυτάων, οἵ τε πρηκτῆρες ἔασι,\nφόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων\nκερδέων θ' ἁρπαλέων· οὐδ' ἀθλητῆρι ἔοικας.\"\n\nτὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ξεῖν', οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.\nοὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν\nἀνδράσιν, οὔτε φυὴν οὔτ' ἂρ φρένας οὔτ' ἀγορητύν.\nἄλλος μὲν γὰρ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,\nἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οἱ δέ τ' ἐς αὐτὸν\nτερπόμενοι λεύσσουσιν, ὁ δ' ἀσφαλέως ἀγορεύει,\nαἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,\nἐρχόμενον δ' ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.\nἄλλος δ' αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,\nἀλλ' οὔ οἱ χάρις ἀμφὶ περιστέφεται ἐπέεσσιν,\nὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως\nοὐδὲ θεὸς τεύξειε, νόον δ' ἀποφώλιός ἐσσι.\nὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν\nεἰπὼν οὐ κατὰ κόσμον· ἐγὼ δ' οὐ νῆϊς ἀέθλων,\nὡς σύ γε μυθεῖαι, ἀλλ' ἐν πρώτοισιν ὀΐω\nἔμμεναι, ὄφρ' ἥβῃ τε πεποίθεα χερσί τ' ἐμῇσι.\nνῦν δ' ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην,\nἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.\nἀλλὰ καὶ ὧς, κακὰ πολλὰ παθών, πειρήσομ' ἀέθλων·\nθυμοδακὴς γὰρ μῦθος· ἐπώτρυνας δέ με εἰπών.\"\n\nἦ ῥα, καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον\nμείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ\nἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.\nτόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός·\nβόμβησεν δὲ λίθος· κατὰ δ' ἔπτηξαν ποτὶ γαίῃ\nΦαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρες,\nλᾶος ὑπὸ ῥιπῆς· ὁ δ' ὑπέρπτατο σήματα πάντων,\nῥίμφα θέων ἀπὸ χειρός· ἔθηκε δὲ τέρματ' Ἀθήνη\nἀνδρὶ δέμας εἰκυῖα, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"καί κ' ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα\nἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,\nἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γ' ἄεθλον·\nοὔ τις Φαιήκων τόν γ' ἵξεται οὐδ' ὑπερήσει.\"\n\nὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,\nχαίρων οὕνεχ' ἑταῖρον ἐνηέα λεῦσσ' ἐν ἀγῶνι.\nκαὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι·\n\n\"τοῦτον νῦν ἀφίκεσθε, νέοι· τάχα δ' ὕστερον ἄλλον\nἥσειν ἢ τοσσοῦτον ὀΐομαι ἢ ἔτι μάσσον.\nτῶν δ' ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,\nδεῦρ' ἄγε πειρηθήτω, ἐπεί μ' ἐχολώσατε λίην,\nἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,\nπάντων Φαιήκων πλήν γ' αὐτοῦ Λαοδάμαντος.\nξεῖνος γάρ μοι ὅδ' ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;\nἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,\nὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων\nδήμῳ ἐν ἀλλοδαπῷ· ἕο δ' αὐτοῦ πάντα κολούει.\nτῶν δ' ἄλλων οὔ πέρ τιν' ἀναίνομαι οὐδ' ἀθερίζω,\nἀλλ' ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.\nπάντα γὰρ οὐ κακός εἰμι, μετ' ἀνδράσιν ὅσσοι ἄεθλοι·\nεὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι·\nπρῶτός κ' ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ\nἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι\nἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.\nοἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ\nδήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθ' Ἀχαιοί·\nτῶν δ' ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,\nὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.\nἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,\nοὔθ' Ἡρακλῆϊ οὔτ' Εὐρύτῳ Οἰχαλιῆϊ,\nοἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.\nτῶ ῥα καὶ αἶψ' ἔθανεν μέγας Εὔρυτος οὐδ' ἐπὶ γῆρας\nἵκετ' ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων\nἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.\nδουρὶ δ' ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ.\nοἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ\nΦαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην\nκύμασιν ἐν πολλοῖσ', ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα\nἦεν ἐπηετανός· τῶ μοι φίλα γυῖα λέλυνται.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·\nἈλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·\n\n\"ξεῖν', ἐπεὶ οὐκ ἀχάριστα μεθ' ἡμῖν ταῦτ' ἀγορεύεις,\nἀλλ' ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,\nχωόμενος, ὅτι σ' οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς\nνείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,\nὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·\nἀλλ' ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ\nεἴπῃς ἡρώων, ὅτε κεν σοῖσ' ἐν μεγάροισι\nδαινύῃ παρὰ σῇ τ' ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,\nἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν\nΖεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.\nοὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,\nἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,\nαἰεὶ δ' ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε\nεἵματά τ' ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.\nἀλλ' ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,\nπαίσατε, ὥς χ' ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν,\nοἴκαδε νοστήσας, ὅσσον περιγινόμεθ' ἄλλων\nναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.\nΔημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν\nοἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.\"\n\nὣς ἔφατ' Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ\nοἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.\nαἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν,\nδήμιοι, οἳ κατ' ἀγῶνα ἐῢ πρήσσεσκον ἕκαστα,\nλείηναν δὲ χορόν, καλὸν δ' εὔρυναν ἀγῶνα.\nκῆρυξ δ' ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν\nΔημοδόκῳ· ὁ δ' ἔπειτα κί' ἐς μέσον· ἀμφὶ δὲ κοῦροι\nπρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,\nπέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς\nμαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.\n\nαὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν\nἀμφ' Ἄρεος φιλότητος ἐϋστεφάνου τ' Ἀφροδίτης,\nὡς τὰ πρῶτ' ἐμίγησαν ἐν Ἡφαίστοιο δόμοισι\nλάθρῃ· πολλὰ δὲ δῶκε, λέχος δ' ᾔσχυνε καὶ εὐνὴν\nἩφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν\nἭλιος, ὅ σφ' ἐνόησε μιγαζομένους φιλότητι.\nἭφαιστος δ' ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,\nβῆ ῥ' ἴμεν ἐς χαλκεῶνα, κακὰ φρεσὶ βυσσοδομεύων·\nἐν δ' ἔθετ' ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς\nἀρρήκτους ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν.\nαὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,\nβῆ ῥ' ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνια κεῖτο·\nἀμφὶ δ' ἄρ' ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ,\nπολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,\nἠΰτ' ἀράχνια λεπτά· τά γ' οὔ κέ τις οὐδὲ ἴδοιτο,\nοὐδὲ θεῶν μακάρων· περὶ γὰρ δολόεντα τέτυκτο.\nαὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,\nεἴσατ' ἴμεν ἐς Λῆμνον, ἐϋκτίμενον πτολίεθρον,\nἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.\nοὐδ' ἀλαὸς σκοπιὴν εἶχε χρυσήνιος Ἄρης,\nὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·\nβῆ δ' ἴμεναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο,\nἰχανόων φιλότητος ἐϋστεφάνου Κυθερείης.\nἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος\nἐρχομένη κατ' ἄρ' ἕζεθ'· ὁ δ' εἴσω δώματος ᾔει\nἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"δεῦρο, φίλη, λέκτρονδε, τραπείομεν εὐνηθέντε·\nοὐ γὰρ ἔθ' Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη\nοἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.\"\n\nὣς φάτο, τῇ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.\nτὼ δ' ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ\nτεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,\nοὐδέ τι κινῆσαι μελέων ἦν οὐδ' ἀναεῖραι.\nκαὶ τότε δὴ γίνωσκον, ὅ τ' οὐκέτι φυκτὰ πέλοντο.\nἀγχίμολον δέ σφ' ἦλθε περικλυτὸς ἀμφιγυήεις,\nαὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·\nἨέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.\nβῆ δ' ἴμεναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ·\nἔστη δ' ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·\nσμερδαλέον δ' ἐβόησε γέγωνέ τε πᾶσι θεοῖσι·\n\n\"Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,\nδεῦθ', ἵνα ἔργ' ἀγέλαστα καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,\nὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη\nαἰὲν ἀτιμάζει, φιλέει δ' ἀΐδηλον Ἄρηα,\nοὕνεχ' ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε\nἠπεδανὸς γενόμην· ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,\nἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.\nἀλλ' ὄψεσθ', ἵνα τώ γε καθεύδετον ἐν φιλότητι,\nεἰς ἐμὰ δέμνια βάντες· ἐγὼ δ' ὁρόων ἀκάχημαι.\nοὐ μέν σφεας ἔτ' ἔολπα μίνυνθά γε κειέμεν οὕτω,\nκαὶ μάλα περ φιλέοντε· τάχ' οὐκ ἐθελήσετον ἄμφω\nεὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,\nεἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,\nὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,\nοὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.\"\n\nὣς ἔφαθ', οἱ δ' ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·\nἦλθε Ποσειδάων γαιήοχος, ἦλθ' ἐριούνης\nἙρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.\nθηλύτεραι δὲ θεαὶ μένον αἰδόϊ οἴκοι ἑκάστη.\nἔσταν δ' ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·\nἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι\nτέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.\nὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n\n\"οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,\nὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα,\nὠκύτατόν περ ἐόντα θεῶν, οἳ Ὄλυμπον ἔχουσι,\nχωλὸς ἐών, τέχνῃσι· τὸ καὶ μοιχάγρι' ὀφέλλει.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\nἙρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·\n\n\"Ἑρμεία Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,\nἦ ῥά κεν ἐν δεσμοῖσ' ἐθέλοις κρατεροῖσι πιεσθεὶς\nεὕδειν ἐν λέκτροισι παρὰ χρυσῇ Ἀφροδίτῃ;\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα διάκτορος Ἀργεϊφόντης·\n\"αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλ' Ἄπολλον.\nδεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,\nὑμεῖς δ' εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,\nαὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσῇ Ἀφροδίτῃ.\"\n\nὣς ἔφατ', ἐν δὲ γέλως ὦρτ' ἀθανάτοισι θεοῖσιν.\nοὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δ' αἰεὶ\nἭφαιστον κλυτοεργόν, ὅπως λύσειεν Ἄρηα·\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,\nτείσειν αἴσιμα πάντα μετ' ἀθανάτοισι θεοῖσι·\"\n\nτὸν δ' αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·\n\"μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·\nδειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.\nπῶς ἂν ἐγώ σε δέοιμι μετ' ἀθανάτοισι θεοῖσιν,\nεἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;\"\n\nτὸν δ' αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·\n\"Ἥφαιστ', εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας\nοἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τείσω.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις·\n\"οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.\"\n\nὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.\nτὼ δ' ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,\nαὐτίκ' ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,\nἡ δ' ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,\nἐς Πάφον, ἔνθα τέ οἱ τέμενος βωμός τε θυήεις.\nἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,\nἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,\nἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.\n\nταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς\nτέρπετ' ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι\nΦαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρες.\n\nἈλκίνοος δ' Ἅλιον καὶ Λαοδάμαντα κέλευσε\nμουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.\nοἱ δ' ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,\nπορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,\nτὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα\nἰδνωθεὶς ὀπίσω· ὁ δ' ἀπὸ χθονὸς ὑψόσ' ἀερθεὶς\nῥηϊδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.\nαὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀν' ἰθὺν πειρήσαντο,\nὀρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ\nταρφέ' ἀμειβομένω· κοῦροι δ' ἐπελήκεον ἄλλοι\nἑσταότες κατ' ἀγῶνα, πολὺς δ' ὑπὸ κόμπος ὀρώρει.\nδὴ τότ' ἄρ' Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·\n\n\"Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\nἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,\nἠδ' ἄρ' ἑτοῖμα τέτυκτο· σέβας μ' ἔχει εἰσορόωντα.\"\n\nὣς φάτο, γήθησεν δ' ἱερὸν μένος Ἀλκινόοιο,\nαἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·\n\n\"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες·\nὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.\nἀλλ' ἄγε οἱ δῶμεν ξεινήϊον, ὡς ἐπιεικές.\nδώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες\nἀρχοὶ κραίνουσι, τρεισκαιδέκατος δ' ἐγὼ αὐτός·\nτῶν οἱ ἕκαστος φᾶρος ἐϋπλυνὲς ἠδὲ χιτῶνα\nκαὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.\nαἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρ' ἐνὶ χερσὶ\nξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.\nΕὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι\nκαὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον,\nδῶρα δ' ἄρ' οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.\nτὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·\n\n\"Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\nτοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.\nδώσω οἱ τόδ' ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη\nἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος\nἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.\"\n\nὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δ' εἴ περ τι βέβακται\nδεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.\nσοὶ δὲ θεοὶ ἄλοχόν τ' ἰδέειν καὶ πατρίδ' ἱκέσθαι\nδοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"καὶ σύ, φίλος, μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν·\nμηδέ τί τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο\nτούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.\"\n\nἦ ῥα, καὶ ἀμφ' ὤμοισι θέτο ξίφος ἀργυρόηλον.\nδύσετό τ' ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.\nκαὶ τά γ' ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·\nδεξάμενοι δ' ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο\nμητρὶ παρ' αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.\nτοῖσιν δ' ἡγεμόνευ' ἱερὸν μένος Ἀλκινόοιο,\nἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.\nδή ῥα τότ' Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·\n\n\"δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ', ἥ τις ἀρίστη·\nἐν δ' αὐτὴ θὲς φᾶρος ἐϋπλυνὲς ἠδὲ χιτῶνα.\nἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ' ὕδωρ,\nὄφρα λοεσσάμενός τε ἰδών τ' ἐῢ κείμενα πάντα\nδῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ' ἔνεικαν,\nδαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.\nκαί οἱ ἐγὼ τόδ' ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,\nχρύσεον, ὄφρ' ἐμέθεν μεμνημένος ἤματα πάντα\nσπένδῃ ἐνὶ μεγάρῳ Διί τ' ἄλλοισίν τε θεοῖσιν.\"\n\nὣς ἔφατ', Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν\nἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.\nαἱ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ,\nἐν δ' ἄρ' ὕδωρ ἔχεον, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.\nγάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ' ὕδωρ·\nτόφρα δ' ἄρ' Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν\nἐξέφερεν θαλάμοιο, τίθει δ' ἐνὶ κάλλιμα δῶρα,\nἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·\nἐν δ' αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα\nκαί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·\n\n\"αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δ' ἐπὶ δεσμὸν ἴηλον,\nμή τίς τοι καθ' ὁδὸν δηλήσεται, ὁππότ' ἂν αὖτε\nεὕδῃσθα γλυκὺν ὕπνον ἐὼν ἐν νηῒ μελαίνῃ.\"\n\nαὐτὰρ ἐπεὶ τό γ' ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,\nαὐτίκ' ἐπήρτυε πῶμα, θοῶς δ' ἐπὶ δεσμὸν ἴηλε\nποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη.\nαὐτόδιον δ' ἄρα μιν ταμίη λούσασθαι ἀνώγει\nἔς ῥ' ἀσάμινθον βάνθ'· ὁ δ' ἄρ' ἀσπασίως ἴδε θυμῷ\nθερμὰ λοέτρ', ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,\nἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠϋκόμοιο·\nτόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.\nτὸν δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,\nἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,\nἔκ ῥ' ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας\nἤϊε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα\nστῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,\nθαύμαζεν δ' Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα\nκαί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·\n\n\"χαῖρε, ξεῖν', ἵνα καί ποτ' ἐὼν ἐν πατρίδι γαίῃ\nμνήσῃ ἐμεῖ', ὅτι μοι πρώτῃ ζωάγρι' ὀφέλλεις.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"Ναυσικάα, θύγατερ μεγαλήτορος Ἀλκινόοιο,\nοὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,\nοἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·\nτῶ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην\nαἰεὶ ἤματα πάντα· σὺ γάρ μ' ἐβιώσαο, κούρη.\"\n\nἦ ῥα, καὶ ἐς θρόνον ἷζε παρ' Ἀλκίνοον βασιλῆα.\nοἱ δ' ἤδη μοίρας τ' ἔνεμον κερόωντό τε οἶνον.\nκῆρυξ δ' ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,\nΔημόδοκον, λαοῖσι τετιμένον· εἷσε δ' ἄρ' αὐτὸν\nμέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.\nδὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,\nνώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,\nἀργιόδοντος ὑός, θαλερὴ δ' ἦν ἀμφὶς ἀλοιφή·\n\n\"κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσι,\nΔημοδόκῳ, καί μιν προσπτύξομαι, ἀχνύμενός περ·\nπᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ\nτιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ' ἄρα σφέας\nοἴμας Μοῦσ' ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.\"\n\nὣς ἄρ' ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν\nἥρῳ Δημοδόκῳ· ὁ δ' ἐδέξατο, χαῖρε δὲ θυμῷ.\nοἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nδὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·\n\n\"Δημόδοκ', ἔξοχα δή σε βροτῶν αἰνίζομ' ἁπάντων·\nἢ σέ γε Μοῦσ' ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γ' Ἀπόλλων·\nλίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,\nὅσσ' ἕρξαν τ' ἔπαθόν τε καὶ ὅσσ' ἐμόγησαν Ἀχαιοί,\nὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.\n\nἀλλ' ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον\nδουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,\nὅν ποτ' ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς\nἀνδρῶν ἐμπλήσας, οἳ Ἴλιον ἐξαλάπαξαν.\nαἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,\nαὐτίκα καὶ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,\nὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.\"\n\nὣς φάθ', ὁ δ' ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δ' ἀοιδήν,\nἔνθεν ἑλών, ὡς οἱ μὲν ἐϋσσέλμων ἐπὶ νηῶν\nβάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,\nἈργεῖοι, τοὶ δ' ἤδη ἀγακλυτὸν ἀμφ' Ὀδυσῆα\nεἵατ' ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·\nαὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.\nὣς ὁ μὲν ἑστήκει, τοὶ δ' ἄκριτα πόλλ' ἀγόρευον\nἥμενοι ἀμφ' αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,\nἠὲ διατμῆξαι κοῖλον δόρυ νηλέϊ χαλκῷ,\nἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ' ἄκρης,\nἢ ἐάαν μέγ' ἄγαλμα θεῶν θελκτήριον εἶναι,\nτῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·\nαἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ\nδουράτεον μέγαν ἵππον, ὅθ' εἵατο πάντες ἄριστοι\nἈργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες.\nἤειδεν δ' ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν\nἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.\nἄλλον δ' ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,\nαὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηϊφόβοιο\nβήμεναι, ἠΰτ' Ἄρηα, σὺν ἀντιθέῳ Μενελάῳ.\nκεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα\nνικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.\n\nταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς\nτήκετο, δάκρυ δ' ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.\nὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,\nὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,\nἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·\nἡ μὲν τὸν θνῄσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα\nἀμφ' αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τ' ὄπισθε\nκόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους\nεἴρερον εἰσανάγουσι, πόνον τ' ἐχέμεν καὶ ὀϊζύν·\nτῆς δ' ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·\nὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἶβεν.\nἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,\nἈλκίνοος δέ μιν οἶος ἐπεφράσατ' ἠδ' ἐνόησεν\nἥμενος ἄγχ' αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.\nαἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·\n\n\"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,\nΔημόδοκος δ' ἤδη σχεθέτω φόρμιγγα λίγειαν·\nοὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ' ἀείδει.\nἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,\nἐκ τοῦδ' οὔ πω παύσατ' ὀϊζυροῖο γόοιο\nὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.\nἀλλ' ἄγ' ὁ μὲν σχεθέτω, ἵν' ὁμῶς τερπώμεθα πάντες,\nξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτω·\nεἵνεκα γὰρ ξείνοιο τάδ' αἰδοίοιο τέτυκται,\nπομπὴ καὶ φίλα δῶρα, τὰ οἱ δίδομεν φιλέοντες.\nἀντὶ κασιγνήτου ξεῖνός θ' ἱκέτης τε τέτυκται\nἀνέρι, ὅς τ' ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.\nτῶ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν,\nὅττι κέ σ' εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.\nεἴπ' ὄνομ', ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε,\nἄλλοι θ' οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.\nοὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ' ἀνθρώπων,\nοὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,\nἀλλ' ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.\nεἰπὲ δέ μοι γαῖάν τε τεὴν δῆμόν τε πόλιν τε,\nὄφρα σε τῇ πέμψωσι τιτυσκόμεναι φρεσὶ νῆες.\nοὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,\nοὐδέ τι πηδάλι' ἐστί, τά τ' ἄλλαι νῆες ἔχουσιν·\nἀλλ' αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,\nκαὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς\nἀνθρώπων καὶ λαῖτμα τάχισθ' ἁλὸς ἐκπερόωσιν\nἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν\nοὔτε τι πημανθῆναι ἔπι δέος οὔτ' ἀπολέσθαι.\nἀλλὰ τόδ' ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα\nΝαυσιθόου, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι\nἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων·\nφῆ ποτε Φαιήκων ἀνδρῶν περικαλλέα νῆα\nἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳ\nῥαισέμεναι, μέγα δ' ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.\nὣς ἀγόρευ' ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν,\nἤ κ' ἀτέλεστ' εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\nὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας\nἀνθρώπων, αὐτούς τε πόλιάς τ' ἐῢ ναιεταούσας,\nἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,\nοἵ τε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής.\nεἰπὲ δ' ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ\nἈργείων Δαναῶν ἠδ' Ἰλίου οἶτον ἀκούων.\nτὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ' ὄλεθρον\nἀνθρώποισ', ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.\nἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρό,\nἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός; οἵ τε μάλιστα\nκήδιστοι τελέθουσι μεθ' αἷμά τε καὶ γένος αὐτῶν.\nἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,\nἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων\nγίνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.\"\n\nΤὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\n\"Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\nἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ\nτοιοῦδ', οἷος ὅδ' ἐστί, θεοῖσ' ἐναλίγκιος αὐδήν.\nοὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι\nἢ ὅτ' ἐϋφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,\nδαιτυμόνες δ' ἀνὰ δώματ' ἀκουάζωνται ἀοιδοῦ\nἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι\nσίτου καὶ κρειῶν, μέθυ δ' ἐκ κρητῆρος ἀφύσσων\nοἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·\nτοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.\nσοὶ δ' ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα\nεἴρεσθ', ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.\nτί πρῶτόν τοι ἔπειτα, τί δ' ὑστάτιον καταλέξω;\nκήδε' ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.\nνῦν δ' ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς\nεἴδετ', ἐγὼ δ' ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ\nὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.\n\nεἴμ' Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν\nἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.\nναιετάω δ' Ἰθάκην εὐδείελον· ἐν δ' ὄρος αὐτῇ,\nΝήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι\nπολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,\nΔουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.\nαὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται\nπρὸς ζόφον, αἱ δέ τ' ἄνευθε πρὸς ἠῶ τ' ἠέλιόν τε,\nτρηχεῖ', ἀλλ' ἀγαθὴ κουροτρόφος· οὔ τι ἐγώ γε\nἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.\nἦ μέν μ' αὐτόθ' ἔρυκε Καλυψώ, δῖα θεάων,\nἐν σπέεσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·\nὣς δ' αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν\nΑἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·\nἀλλ' ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.\nὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων\nγίνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον\nγαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.\n\nεἰ δ' ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέ' ἐνίσπω,\nὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.\n\nἸλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,\nἸσμάρῳ· ἔνθα δ' ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δ' αὐτούς.\nἐκ πόλιος δ' ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες\nδασσάμεθ', ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.\nἔνθ' ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας\nἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.\nἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα\nἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς.\nτόφρα δ' ἄρ' οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,\nοἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,\nἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφ' ἵππων\nἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.\nἦλθον ἔπειθ', ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ,\n\nἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη\nἡμῖν αἰνομόροισιν, ἵν' ἄλγεα πολλὰ πάθοιμεν.\nστησάμενοι δ' ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,\nβάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.\nὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,\nτόφρα δ' ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας·\nἦμος δ' ἠέλιος μετενίσετο βουλυτόνδε,\nκαὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.\nἓξ δ' ἀφ' ἑκάστης νηὸς ἐϋκνήμιδες ἑταῖροι\nὤλονθ'· οἱ δ' ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.\n\nἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,\nἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.\nοὐδ' ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,\nπρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,\nοἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.\nνηυσὶ δ' ἐπῶρσ' ἄνεμον βορέην νεφεληγερέτα Ζεὺς\nλαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε\nγαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ' οὐρανόθεν νύξ.\nαἱ μὲν ἔπειτ' ἐφέροντ' ἐπικάρσιαι, ἱστία δέ σφιν\nτριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.\nκαὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,\nαὐτὰς δ' ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.\nἔνθα δύω νύκτας δύο τ' ἤματα συννεχὲς αἰεὶ\nκείμεθ', ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.\nἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' Ἠώς,\nἱστοὺς στησάμενοι ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες\nἥμεθα· τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον.\nκαί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν,\nἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν\nκαὶ βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.\n\nἔνθεν δ' ἐννῆμαρ φερόμην ὀλοοῖσ' ἀνέμοισι\nπόντον ἐπ' ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν\nγαίης Λωτοφάγων, οἵ τ' ἄνθινον εἶδαρ ἔδουσιν.\nἔνθα δ' ἐπ' ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ' ὕδωρ,\nαἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.\nαὐτὰρ ἐπεὶ σίτοιό τ' ἐπασσάμεθ' ἠδὲ ποτῆτος,\nδὴ τότ' ἐγὼν ἑτάρους προΐην πεύθεσθαι ἰόντας,\nοἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,\nἄνδρε δύω κρίνας, τρίτατον κήρυχ' ἅμ' ὀπάσσας.\nοἱ δ' αἶψ' οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·\nοὐδ' ἄρα Λωτοφάγοι μήδονθ' ἑτάροισιν ὄλεθρον\nἡμετέροισ', ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.\nτῶν δ' ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,\nοὐκέτ' ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,\nἀλλ' αὐτοῦ βούλοντο μετ' ἀνδράσι Λωτοφάγοισι\nλωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.\nτοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,\nνηυσὶ δ' ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας·\nαὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους\nσπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,\nμή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.\nοἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,\nἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\n\nἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.\nΚυκλώπων δ' ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων\nἱκόμεθ', οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν\nοὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτ' ἀρόωσιν,\nἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,\nπυροὶ καὶ κριθαὶ ἠδ' ἄμπελοι, αἵ τε φέρουσιν\nοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.\nτοῖσιν δ' οὔτ' ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,\nἀλλ' οἵ γ' ὑψηλῶν ὀρέων ναίουσι κάρηνα\nἐν σπέεσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος\nπαίδων ἠδ' ἀλόχων, οὐδ' ἀλλήλων ἀλέγουσι.\n\nνῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,\nγαίης Κυκλώπων οὔτε σχεδὸν οὔτ' ἀποτηλοῦ,\nὑλήεσσ'· ἐν δ' αἶγες ἀπειρέσιαι γεγάασιν\nἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,\nοὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθ' ὕλην\nἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.\nοὔτ' ἄρα ποίμνῃσιν καταΐσχεται οὔτ' ἀρότοισιν,\nἀλλ' ἥ γ' ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα\nἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.\nοὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,\nοὐδ' ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν\nνῆας ἐϋσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα\nἄστε' ἐπ' ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ\nἄνδρες ἐπ' ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·\nοἵ κέ σφιν καὶ νῆσον ἐϋκτιμένην ἐκάμοντο.\nοὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·\nἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρ' ὄχθας\nὑδρηλοὶ μαλακοί· μάλα κ' ἄφθιτοι ἄμπελοι εἶεν·\nἐν δ' ἄροσις λείη· μάλα κεν βαθὺ λήϊον αἰεὶ\nεἰς ὥρας ἀμόῳεν, ἐπεὶ μάλα πῖαρ ὑπ' οὖδας.\nἐν δὲ λιμὴν εὔορμος, ἵν' οὐ χρεὼ πείσματός ἐστιν,\nοὔτ' εὐνὰς βαλέειν οὔτε πρυμνήσι' ἀνάψαι,\nἀλλ' ἐπικέλσαντας μεῖναι χρόνον, εἰς ὅ κε ναυτέων\nθυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.\nαὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,\nκρήνη ὑπὸ σπείους· περὶ δ' αἴγειροι πεφύασιν.\nἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευε\nνύκτα δι' ὀρφναίην, οὐδὲ προὐφαίνετ' ἰδέσθαι·\nἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖ' ἦν, οὐδὲ σελήνη\nοὐρανόθεν προὔφαινε, κατείχετο δὲ νεφέεσσιν.\nἔνθ' οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,\nοὔτ' οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον\nεἰσίδομεν, πρὶν νῆας ἐϋσσέλμους ἐπικέλσαι.\nκελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,\nἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·\nἔνθα δ' ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.\n\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nνῆσον θαυμάζοντες ἐδινεόμεσθα κατ' αὐτήν.\nὦρσαν δὲ Νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,\nαἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.\nαὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους\nεἱλόμεθ' ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες\nβάλλομεν· αἶψα δὲ δῶκε θεὸς μενοεικέα θήρην.\nνῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην\nἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκ' ἔξελον οἴῳ.\nὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\nἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ.\nοὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,\nἀλλ' ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι\nἠφύσαμεν Κικόνων ἱερὸν πτολίεθρον ἑλόντες.\nΚυκλώπων δ' ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,\nκαπνόν τ' αὐτῶν τε φθογγὴν ὀΐων τε καὶ αἰγῶν.\nἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,\nδὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nκαὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·\n\n\"ἄλλοι μὲν νῦν μίμνετ', ἐμοὶ ἐρίηρες ἑταῖροι·\nαὐτὰρ ἐγὼ σὺν νηΐ τ' ἐμῇ καὶ ἐμοῖσ' ἑτάροισιν\nἐλθὼν τῶνδ' ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,\nἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,\nἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.\"\n\nὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δ' ἑταίρους\nαὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.\nοἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,\nἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\nἀλλ' ὅτε δὴ τὸν χῶρον ἀφικόμεθ' ἐγγὺς ἐόντα,\nἔνθα δ' ἐπ' ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,\nὑψηλόν, δάφνῃσι κατηρεφές· ἔνθα δὲ πολλὰ\nμῆλ', ὄϊές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δ' αὐλὴ\nὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι\nμακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.\nἔνθα δ' ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα\nοἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετ' ἄλλους\nπωλεῖτ', ἀλλ' ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.\nκαὶ γὰρ θαῦμ' ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει\nἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι\nὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπ' ἄλλων.\n\nδὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους\nαὐτοῦ πὰρ νηΐ τε μένειν καὶ νῆα ἔρυσθαι·\nαὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκ' ἀρίστους\nβῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο,\nἡδέος, ὅν μοι δῶκε Μάρων, Εὐάνθεος υἱός,\nἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,\nοὕνεκά μιν σὺν παιδὶ περισχόμεθ' ἠδὲ γυναικὶ\n\nἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι\nΦοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·\nχρυσοῦ μέν μοι δῶκ' εὐεργέος ἑπτὰ τάλαντα,\nδῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα\nοἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας,\nἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν\nἠείδη δμώων οὐδ' ἀμφιπόλων ἐνὶ οἴκῳ,\nἀλλ' αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μί' οἴη.\nτὸν δ' ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,\nἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα\nχεῦ', ὀδμὴ δ' ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει,\nθεσπεσίη· τότ' ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.\nτοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα\nκωρύκῳ· αὐτίκα γάρ μοι ὀΐσατο θυμὸς ἀγήνωρ\nἄνδρ' ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,\nἄγριον, οὔτε δίκας εὖ εἰδότα οὔτε θέμιστας.\n\nκαρπαλίμως δ' εἰς ἄντρον ἀφικόμεθ', οὐδέ μιν ἔνδον\nεὕρομεν, ἀλλ' ἐνόμευε νομὸν κάτα πίονα μῆλα.\nἐλθόντες δ' εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα·\nταρσοὶ μὲν τυρῶν βρῖθον στείνοντο δὲ σηκοὶ\nἀρνῶν ἠδ' ἐρίφων· διακεκριμέναι δὲ ἕκασται\nἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,\nχωρὶς δ' αὖθ' ἕρσαι· ναῖον δ' ὀρῷ ἄγγεα πάντα,\nγαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖσ' ἐνάμελγεν.\nἔνθ' ἐμὲ μὲν πρώτισθ' ἕταροι λίσσοντ' ἐπέεσσι\nτυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα\nκαρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας\nσηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·\nἀλλ' ἐγὼ οὐ πιθόμην, - ἦ τ' ἂν πολὺ κέρδιον ἦεν, -\nὄφρ' αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.\nοὐδ' ἄρ' ἔμελλ' ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.\n\nἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ\nτυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον\nἥμενοι, εἷος ἐπῆλθε νέμων. φέρε δ' ὄβριμον ἄχθος\nὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη.\nἔντοσθεν δ' ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·\nἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ' ἐς μυχὸν ἄντρου.\nαὐτὰρ ὅ γ' εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα,\nπάντα μάλ', ὅσσ' ἤμελγε, τὰ δ' ἄρσενα λεῖπε θύρηφιν,\nἀρνειούς τε τράγους τε, βαθείης ἔντοθεν αὐλῆς.\nαὐτὰρ ἔπειτ' ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ' ἀείρας,\nὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσ' ἄμαξαι\nἐσθλαὶ τετράκυκλοι ἀπ' οὔδεος ὀχλίσσειαν·\nτόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.\nἑζόμενος δ' ἤμελγεν ὄϊς καὶ μηκάδας αἶγας,\nπάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ.\nαὐτίκα δ' ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος\nπλεκτοῖσ' ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,\nἥμισυ δ' αὖτ' ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη\nπίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.\nαὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,\nκαὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δ' ἥμεας·\n\n\"ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ' ὑγρὰ κέλευθα;\nἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε\nοἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα, τοί τ' ἀλόωνται\nψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;\"\n\nὣς ἔφαθ', ἡμῖν δ' αὖτε κατεκλάσθη φίλον ἦτορ,\nδεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.\nἀλλὰ καὶ ὧς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·\n\n\"ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ\nπαντοίοισ' ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,\nοἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα\nἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.\nλαοὶ δ' Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθ' εἶναι,\nτοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·\nτόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς\nπολλούς. ἡμεῖς δ' αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα\nἱκόμεθ', εἴ τι πόροις ξεινήϊον ἠὲ καὶ ἄλλως\nδοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.\nἀλλ' αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν.\nΖεὺς δ' ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,\nξείνιος, ὃς ξείνοισιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ.\"\n\nὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμείβετο νηλέϊ θυμῷ·\n\"νήπιός εἰς, ὦ ξεῖν', ἢ τηλόθεν εἰλήλουθας,\nὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι.\nοὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν\nοὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·\nοὐδ' ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην\nοὔτε σεῦ οὔθ' ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.\nἀλλά μοι εἴφ', ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα,\nἤ που ἐπ' ἐσχατιῆς ἦ καὶ σχεδόν, ὄφρα δαείω.\"\n\nὣς φάτο πειράζων, ἐμὲ δ' οὐ λάθεν εἰδότα πολλά,\nἀλλά μιν ἄψορρον προσέφην δολίοισ' ἐπέεσσι·\n\n\"νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων,\nπρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,\nἄκρῃ προσπελάσας· ἄνεμος δ' ἐκ πόντου ἔνεικεν·\nαὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.\"\n\nὣς ἐφάμην, ὁ δέ μ' οὐδὲν ἀμείβετο νηλέϊ θυμῷ,\nἀλλ' ὅ γ' ἀναΐξας ἑτάροισ' ἐπὶ χεῖρας ἴαλλε,\nσὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ\nκόπτ'· ἐκ δ' ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.\nτοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὁπλίσσατο δόρπον·\nἤσθιε δ' ὥς τε λέων ὀρεσίτροφος, οὐδ' ἀπέλειπεν,\nἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.\nἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,\nσχέτλια ἔργ' ὁρόωντες· ἀμηχανίη δ' ἔχε θυμόν.\nαὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν\nἀνδρόμεα κρέ' ἔδων καὶ ἐπ' ἄκρητον γάλα πίνων,\nκεῖτ' ἔντοσθ' ἄντροιο τανυσσάμενος διὰ μήλων.\nτὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν\nἄσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,\nοὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,\nχείρ' ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.\nαὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθ' αἰπὺν ὄλεθρον·\nοὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων\nχερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.\nὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.\n\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nκαὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,\nπάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ.\nαὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,\nσὺν δ' ὅ γε δὴ αὖτε δύω μάρψας ὁπλίσσατο δεῖπνον.\nδειπνήσας δ' ἄντρου ἐξήλασε πίονα μῆλα,\nῥηϊδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα\nἂψ ἐπέθηχ', ὡς εἴ τε φαρέτρῃ πῶμ' ἐπιθείη.\nπολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα\nΚύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,\nεἴ πως τεισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.\nἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·\nΚύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,\nχλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη\nαὐανθέν. τὸ μὲν ἄμμες ἐΐσκομεν εἰσορόωντες\nὅσσον θ' ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,\nφορτίδος εὐρείης, ἥ τ' ἐκπεράᾳ μέγα λαῖτμα·\nτόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.\nτοῦ μὲν ὅσον τ' ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς\nκαὶ παρέθηχ' ἑτάροισιν, ἀποξῦναι δ' ἐκέλευσα·\nοἱ δ' ὁμαλὸν ποίησαν· ἐγὼ δ' ἐθόωσα παραστὰς\nἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.\nκαὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,\nἥ ῥα κατὰ σπείους κέχυτο μεγάλ' ἤλιθα πολλή·\nαὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλέσθαι ἄνωγον,\nὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας\nτρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.\nοἱ δ' ἔλαχον, τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,\nτέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.\n\nἑσπέριος δ' ἦλθεν καλλίτριχα μῆλα νομεύων·\nαὐτίκα δ' εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα,\nπάντα μάλ', οὐδέ τι λεῖπε βαθείης ἔντοθεν αὐλῆς,\nἤ τι ὀϊσάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.\nαὐτὰρ ἔπειτ' ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ' ἀείρας·\nἑζόμενος δ' ἤμελγεν ὄϊς καὶ μηκάδας αἶγας,\nπάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ.\nαὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,\nσὺν δ' ὅ γε δὴ αὖτε δύω μάρψας ὁπλίσσατο δόρπον.\n\nκαὶ τότ' ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,\nκισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·\n\n\"Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,\nὄφρ' εἰδῇς, οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει\nἡμετέρη· σοὶ δ' αὖ λοιβὴν φέρον, εἴ μ' ἐλεήσας\nοἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτ' ἀνεκτῶς.\nσχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο\nἀνθρώπων πολέων; ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας.\"\n\nὣς ἐφάμην, ὁ δὲ δέκτο καὶ ἔκπιεν· ἥσατο δ' αἰνῶς\nἡδὺ ποτὸν πίνων καί μ' ᾔτεε δεύτερον αὖτις·\n\n\"δός μοι ἔτι πρόφρων καί μοι τεὸν οὔνομα εἰπὲ\nαὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς.\nκαὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα\nοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·\nἀλλὰ τόδ' ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.\"\n\nὣς ἔφατ'· αὐτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον·\nτρὶς μὲν ἔδωκα φέρων, τρὶς δ' ἔκπιεν ἀφραδίῃσιν.\nαὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,\nκαὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·\n\n\"Κύκλωψ, εἰρωτᾷς μ' ὄνομα κλυτόν; αὐτὰρ ἐγώ τοι\nἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.\nΟὖτις ἐμοί γ' ὄνομα· Οὖτιν δέ με κικλήσκουσι\nμήτηρ ἠδὲ πατὴρ ἠδ' ἄλλοι πάντες ἑταῖροι.\"\n\nὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμείβετο νηλέϊ θυμῷ·\n\"Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷσ' ἑτάροισι,\nτοὺς δ' ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήϊον ἔσται.\"\n\nἦ, καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα\nκεῖτ' ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος\nᾕρει πανδαμάτωρ· φάρυγος δ' ἐξέσσυτο οἶνος\nψωμοί τ' ἀνδρόμεοι· ὁ δ' ἐρεύγετο οἰνοβαρείων.\nκαὶ τότ' ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,\nεἷος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους\nθάρσυνον, μή τίς μοι ὑποδδείσας ἀναδύη.\nἀλλ' ὅτε δὴ τάχ' ὁ μοχλὸς ἐλάϊνος ἐν πυρὶ μέλλεν\nἅψασθαι, χλωρός περ ἐών, διεφαίνετο δ' αἰνῶς,\nκαὶ τότ' ἐγὼν ἄσσον φέρον ἐκ πυρός, ἀμφὶ δ' ἑταῖροι\nἵσταντ'· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.\nοἱ μὲν μοχλὸν ἑλόντες ἐλάϊνον, ὀξὺν ἐπ' ἄκρῳ,\nὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δ' ἐφύπερθεν ἐρεισθεὶς\nδίνεον, ὡς ὅτε τις τρυπᾷ δόρυ νήϊον ἀνὴρ\nτρυπάνῳ, οἱ δέ τ' ἔνερθεν ὑποσσείουσιν ἱμάντι\nἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί·\nὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες\nδινέομεν, τὸν δ' αἷμα περίρρεε θερμὸν ἐόντα.\nπάντα δέ οἱ βλέφαρ' ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀϋτμὴ\nγλήνης καιομένης· σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.\nὡς δ' ὅτ' ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον\nεἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα\nφαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν·\nὣς τοῦ σίζ' ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.\nσμερδαλέον δὲ μέγ' ᾤμωξεν, περὶ δ' ἴαχε πέτρη,\nἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ'. αὐτὰρ ὁ μοχλὸν\nἐξέρυσ' ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.\nτὸν μὲν ἔπειτ' ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,\nαὐτὰρ ὁ Κύκλωπας μεγάλ' ἤπυεν, οἵ ῥά μιν ἀμφὶς\nᾤκεον ἐν σπήεσσι δι' ἄκριας ἠνεμοέσσας.\nοἱ δὲ βοῆς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος,\nἱστάμενοι δ' εἴροντο περὶ σπέος, ὅττι ἑ κήδοι·\n\n\"τίπτε τόσον, Πολύφημ', ἀρημένος ὧδ' ἐβόησας\nνύκτα δι' ἀμβροσίην καὶ ἀΰπνους ἄμμε τίθησθα;\nἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;\nἦ μή τίς σ' αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφι;\"\n\nτοὺς δ' αὖτ' ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·\n\"ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.\"\n\nοἱ δ' ἀπαμειβόμενοι ἔπεα πτερόεντ' ἀγόρευον·\n\"εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,\nνοῦσόν γ' οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,\nἀλλὰ σύ γ' εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.\"\n\nὣς ἄρ' ἔφαν ἀπιόντες, ἐμὸν δ' ἐγέλασσε φίλον κῆρ,\nὡς ὄνομ' ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.\nΚύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι,\nχερσὶ ψηλαφόων, ἀπὸ μὲν λίθον εἷλε θυράων,\nαὐτὸς δ' εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,\nεἴ τινά που μετ' ὄεσσι λάβοι στείχοντα θύραζε·\nοὕτω γάρ πού μ' ἤλπετ' ἐνὶ φρεσὶ νήπιον εἶναι.\nαὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχ' ἄριστα γένοιτο,\nεἴ τιν' ἑταίροισιν θανάτου λύσιν ἠδ' ἐμοὶ αὐτῷ\nεὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον,\nὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.\nἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·\nἄρσενες οἴιες ἦσαν ἐϋτρεφέες δασύμαλλοι,\nκαλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·\nτοὺς ἀκέων συνέεργον ἐϋστρεφέεσσι λύγοισι,\nτῇσ' ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,\nσύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,\nτὼ δ' ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.\nτρεῖς δὲ ἕκαστον φῶτ' ὄϊες φέρον· αὐτὰρ ἐγώ γε, -\nἀρνειὸς γὰρ ἔην μήλων ὄχ' ἄριστος ἁπάντων, -\nτοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρ' ἐλυσθεὶς\nκείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο\nνωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.\nὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.\n\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nκαὶ τότ' ἔπειτα νομόνδ' ἐξέσσυτο ἄρσενα μῆλα,\nθήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·\nοὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δ' ὀδύνῃσι κακῇσι\nτειρόμενος πάντων ὀΐων ἐπεμαίετο νῶτα\nὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,\nὥς οἱ ὑπ' εἰροπόκων ὀΐων στέρνοισι δέδεντο.\nὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε,\nλάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.\nτὸν δ' ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·\n\n\"κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων\nὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,\nἀλλὰ πολὺ πρῶτος νέμεαι τέρεν' ἄνθεα ποίης\nμακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,\nπρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι\nἑσπέριος, νῦν αὖτε πανύστατος. ἦ σύ γ' ἄνακτος\nὀφθαλμὸν ποθέεις; τὸν ἀνὴρ κακὸς ἐξαλάωσε\nσὺν λυγροῖσ' ἑτάροισι, δαμασσάμενος φρένας οἴνῳ,\nΟὖτις, ὃν οὔ πώ φημι πεφυγμένον ἔμμεν ὄλεθρον.\nεἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο\nεἰπεῖν, ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·\nτῶ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ\nθεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ τ' ἐμὸν κῆρ\nλωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.\"\n\nὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.\nἐλθόντες δ' ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς\nπρῶτος ὑπ' ἀρνειοῦ λυόμην, ὑπέλυσα δ' ἑταίρους.\nκαρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,\nπολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρ' ἐπὶ νῆα\nἱκόμεθ'· ἀσπάσιοι δὲ φίλοισ' ἑτάροισι φάνημεν,\nοἳ φύγομεν θάνατον· τοὺς δὲ στενάχοντο γοῶντες.\nἀλλ' ἐγὼ οὐκ εἴων, ἀνὰ δ' ὀφρύσι νεῦον ἑκάστῳ,\nκλαίειν· ἀλλ' ἐκέλευσα θοῶς καλλίτριχα μῆλα\nπόλλ' ἐν νηῒ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.\nοἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον·\nἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\nἀλλ' ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,\nκαὶ τότ' ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·\n\n\"Κύκλωψ, οὐκ ἄρ' ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους\nἔδμεναι ἐν σπῆϊ γλαφυρῷ κρατερῆφι βίηφι.\nκαὶ λίην σέ γ' ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,\nσχέτλι', ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ\nἐσθέμεναι· τῶ σε Ζεὺς τείσατο καὶ θεοὶ ἄλλοι.\"\n\nὣς ἐφάμην, ὁ δ' ἔπειτα χολώσατο κηρόθι μᾶλλον·\nἧκε δ' ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,\nκὰδ δ' ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο\nτυτθόν, ἐδεύησεν δ' οἰήϊον ἄκρον ἱκέσθαι.\nἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·\nτὴν δ' ἂψ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,\nπλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.\nαὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν\n\nὦσα παρέξ· ἑτάροισι δ' ἐποτρύνας ἐκέλευσα\nἐμβαλέειν κώπῃσ', ἵν' ὑπὲκ κακότητα φύγοιμεν,\nκρατὶ καταννεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.\nἀλλ' ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,\nκαὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δ' ἑταῖροι\nμειλιχίοισ' ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·\n\n\"σχέτλιε, τίπτ' ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;\nὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα\nαὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθ' ὀλέσθαι.\nεἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,\nσύν κεν ἄραξ' ἡμέων κεφαλὰς καὶ νήϊα δοῦρα\nμαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.\"\n\nὣς φάσαν, ἀλλ' οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,\nἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·\n\n\"Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων\nὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,\nφάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,\nυἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκί' ἔχοντα.\"\n\nὣς ἐφάμην, ὁ δέ μ' οἰμώξας ἠμείβετο μύθῳ·\n\"ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ' ἱκάνει.\nἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠΰς τε μέγας τε,\nΤήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο\nκαὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·\nὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,\nχειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.\nἀλλ' αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην\nἐνθάδ' ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·\nνῦν δέ μ' ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς\nὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μ' ἐδαμάσσατο οἴνῳ.\nἀλλ' ἄγε δεῦρ', Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω,\nπομπήν τ' ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·\nτοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δ' ἐμὸς εὔχεται εἶναι.\nαὐτὸς δ', αἴ κ' ἐθέλῃσ', ἰήσεται, οὐδέ τις ἄλλος\nοὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n\"αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην\nεὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,\nὡς οὐκ ὀφθαλμόν γ' ἰήσεται οὐδ' ἐνοσίχθων.\"\n\nὣς ἐφάμην, ὁ δ' ἔπειτα Ποσειδάωνι ἄνακτι\nεὔχετο, χεῖρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·\n\n\"κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα·\nεἰ ἐτεόν γε σός εἰμι, πατὴρ δ' ἐμὸς εὔχεαι εἶναι,\nδὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδ' ἱκέσθαι,\nυἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκί' ἔχοντα.\nἀλλ' εἴ οἱ μοῖρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι\nοἶκον ἐϋκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,\nὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,\nνηὸς ἐπ' ἀλλοτρίης, εὕροι δ' ἐν πήματα οἴκῳ.\"\n\nὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε κυανοχαίτης.\nαὐτὰρ ὅ γ' ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας\nἧκ' ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν' ἀπέλεθρον·\nκὰδ δ' ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο\nτυτθόν, ἐδεύησεν δ' οἰήϊον ἄκρον ἱκέσθαι.\nἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·\nτὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.\n\nἀλλ' ὅτε δὴ τὴν νῆσον ἀφικόμεθ', ἔνθα περ ἄλλαι\nνῆες ἐΰσσελμοι μένον ἁθρόαι, ἀμφὶ δ' ἑταῖροι\nεἵατ' ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,\nνῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,\nἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\nμῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες\nδασσάμεθ', ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.\nἀρνειὸν δ' ἐμοὶ οἴῳ ἐϋκνήμιδες ἑταῖροι\nμήλων δαιομένων δόσαν ἔξοχα· τὸν δ' ἐπὶ θινὶ\nΖηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,\nῥέξας μηρί' ἔκαιον· ὁ δ' οὐκ ἐμπάζετο ἱρῶν,\nἀλλ' ὅ γε μερμήριζεν, ὅπως ἀπολοίατο πᾶσαι\nνῆες ἐΰσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.\n\nὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\nἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ·\nἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,\nδὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nδὴ τότ' ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα\nαὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.\nοἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,\nἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\n\nἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,\nἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.\n\nΑἰολίην δ' ἐς νῆσον ἀφικόμεθ'· ἔνθα δ' ἔναιεν\nΑἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσι,\nπλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος\nχάλκεον ἄρρηκτον, λισσὴ δ' ἀναδέδρομε πέτρη.\nτοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,\nἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες.\nἔνθ' ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.\nοἱ δ' αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ\nδαίνυνται· παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,\nκνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ,\nἤματα· νύκτας δ' αὖτε παρ' αἰδοίῃσ' ἀλόχοισιν\nεὕδουσ' ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.\nκαὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.\nμῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,\nἼλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·\nκαὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.\nἀλλ' ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδ' ἐκέλευον\nπεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.\nδῶκε δέ μ' ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,\nἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·\nκεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,\nἠμὲν παυέμεναι ἠδ' ὀρνύμεν, ὅν κ' ἐθέλῃσι.\nνηῒ δ' ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ\nἀργυρέῃ, ἵνα μή τι παραπνεύσει' ὀλίγον περ·\nαὐτὰρ ἐμοὶ πνοιὴν ζεφύρου προέηκεν ἀῆναι,\nὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδ' ἄρ' ἔμελλεν\nἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθ' ἀφραδίῃσιν.\n\nἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,\nτῇ δεκάτῃ δ' ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,\nκαὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντας.\nἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπέλλαβε κεκμηῶτα·\nαἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ\nδῶχ' ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·\nοἱ δ' ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον\nκαί μ' ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ' ἄγεσθαι,\nδῶρα παρ' Αἰόλοο μεγαλήτορος Ἱπποτάδαο.\nὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n\n\"ὢ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν\nἀνθρώποισ', ὅτεών κε πόλιν καὶ γαῖαν ἵκηται.\nπολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ\nληΐδος· ἡμεῖς δ' αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες\nοἴκαδε νισόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες.\nκαὶ νῦν οἱ τά γε δῶκε χαριζόμενος φιλότητι\nΑἴολος. ἀλλ' ἄγε θᾶσσον ἰδώμεθα, ὅττι τάδ' ἐστίν,\nὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.\"\n\nὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·\nἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ' ἐκ πάντες ὄρουσαν,\nτοὺς δ' αἶψ' ἁρπάξασα φέρεν πόντονδε θύελλα\nκλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε\nἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,\nἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,\nἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.\nἀλλ' ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ' ἐνὶ νηῒ\nκείμην· αἱ δ' ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ\nαὖτις ἐπ' Αἰολίην νῆσον, στενάχοντο δ' ἑταῖροι.\n\nἔνθα δ' ἐπ' ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ' ὕδωρ·\nαἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.\nαὐτὰρ ἐπεὶ σίτοιό τ' ἐπασσάμεθ' ἠδὲ ποτῆτος,\nδὴ τότ' ἐγὼ κήρυκά τ' ὀπασσάμενος καὶ ἑταῖρον,\nβῆν εἰς Αἰόλοο κλυτὰ δώματα· τὸν δ' ἐκίχανον\nδαινύμενον παρὰ ᾗ τ' ἀλόχῳ καὶ οἷσι τέκεσσιν.\nἐλθόντες δ' ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ' οὐδοῦ\nἑζόμεθ'· οἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ' ἐρέοντο·\n\n\"πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;\nἦ μέν σ' ἐνδυκέως ἀπεπέμπομεν, ὄφρα ἵκοιο\nπατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν.\"\n\nὣς φάσαν· αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·\n\n\"ἄασάν μ' ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος\nσχέτλιος. ἀλλ' ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.\"\n\nὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν·\nοἱ δ' ἄνεω ἐγένοντο· πατὴρ δ' ἠμείβετο μύθῳ·\n\n\"ἔρρ' ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·\nοὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἀποπέμπειν\nἄνδρα τόν, ὅς τε θεοῖσιν ἀπέχθηται μακάρεσσιν.\nἔρρ', ἐπεὶ ἀθανάτοισιν ἀπεχθόμενος τόδ' ἱκάνεις.\"\n\nὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.\nἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·\nτείρετο δ' ἀνδρῶν θυμὸς ὑπ' εἰρεσίης ἀλεγεινῆς\nἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.\n\nἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·\nἑβδομάτῃ δ' ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,\nΤηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν\nἠπύει εἰσελάων, ὁ δέ τ' ἐξελάων ὑπακούει.\nἔνθα κ' ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,\nτὸν μὲν βουκολέων, τὸν δ' ἄργυφα μῆλα νομεύων·\nἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.\nἔνθ' ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη\nἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,\nἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν\nἐν στόματι προὔχουσιν, ἀραιὴ δ' εἴσοδός ἐστιν,\nἔνθ' οἵ γ' εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.\nαἱ μὲν ἄρ' ἔντοσθεν λιμένος κοίλοιο δέδεντο\nπλησίαι· οὐ μὲν γάρ ποτ' ἀέξετο κῦμά γ' ἐν αὐτῷ,\nοὔτε μέγ' οὔτ' ὀλίγον, λευκὴ δ' ἦν ἀμφὶ γαλήνη.\nαὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,\nαὐτοῦ ἐπ' ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας.\nἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών·\nἔνθα μὲν οὔτε βοῶν οὔτ' ἀνδρῶν φαίνετο ἔργα,\nκαπνὸν δ' οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀΐσσοντα.\nδὴ τότ' ἐγὼν ἑτάρους προΐην πεύθεσθαι ἰόντας,\nοἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,\nἄνδρε δύω κρίνας, τρίτατον κήρυχ' ἅμ' ὀπάσσας.\nοἱ δ' ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι\nἄστυδ' ἀφ' ὑψηλῶν ὀρέων καταγίνεον ὕλην.\nκούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,\nθυγατέρ' ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.\nἡ μὲν ἄρ' ἐς κρήνην κατεβήσετο καλλιρέεθρον\nἈρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·\nοἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τ' ἐρέοντο,\nὅς τις τῶνδ' εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι.\nἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.\nοἱ δ' ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα\nεὗρον ὅσην τ' ὄρεος κορυφήν, κατὰ δ' ἔστυγον αὐτήν.\nἡ δ' αἶψ' ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,\nὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.\nαὐτίχ' ἕνα μάρψας ἑτάρων ὁπλίσσατο δεῖπνον.\nτὼ δὲ δύ' ἀΐξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.\nαὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δ' ἀΐοντες\nφοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,\nμυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.\nοἵ ῥ' ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισι\nβάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει\nἀνδρῶν τ' ὀλλυμένων νηῶν θ' ἅμα ἀγνυμενάων·\nἰχθῦς δ' ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.\n\nὄφρ' οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,\nτόφρα δ' ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\nτῷ ἀπὸ πείσματ' ἔκοψα νεὸς κυανοπρῴροιο·\nαἶψα δ' ἐμοῖσ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσα\nἐμβαλέειν κώπῃσ', ἵν' ὑπὲκ κακότητα φύγοιμεν·\nοἱ δ' ἅμα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.\nἀσπασίως δ' ἐς πόντον ἐπηρεφέας φύγε πέτρας\nνηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ' ὄλοντο.\n\nἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,\nἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.\nΑἰαίην δ' ἐς νῆσον ἀφικόμεθ'· ἔνθα δ' ἔναιε\nΚίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,\nαὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·\nἄμφω δ' ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο\nμητρός τ' ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.\nἔνθα δ' ἐπ' ἀκτῆς νηῒ κατηγαγόμεσθα σιωπῇ\nναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.\nἔνθα τότ' ἐκβάντες δύο τ' ἤματα καὶ δύο νύκτας\nκείμεθ', ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.\n\nἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' Ἠώς,\nκαὶ τότ' ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ\nκαρπαλίμως παρὰ νηὸς ἀνήϊον ἐς περιωπήν,\nεἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.\nἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,\nκαί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης\nΚίρκης ἐν μεγάροισι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.\nμερμήριξα δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν\nἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.\nὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,\nπρῶτ' ἐλθόντ' ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης\nδεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.\n\nἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,\nκαὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,\nὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν\nἧκεν· ὁ μὲν ποταμόνδε κατήϊεν ἐκ νομοῦ ὕλης\nπιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.\nτὸν δ' ἐγὼ ἐκβαίνοντα κατὰ κνῆστιν μέσα νῶτα\nπλῆξα· τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,\nκὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός.\nτῷ δ' ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς\nεἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ\nεἴασ'· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,\nπεῖσμα δ' ὅσον τ' ὄργυιαν ἐϋστρεφὲς ἀμφοτέρωθεν\nπλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,\nβῆν δὲ καταλλοφάδια φέρων ἐπὶ νῆα μέλαιναν,\nἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ' ὤμου\nχειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.\nκὰδ δ' ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δ' ἑταίρους\nμειλιχίοισ' ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·\n\n\"ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθ', ἀχνύμενοι περ,\nεἰς Ἀΐδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·\nἀλλ' ἄγετ', ὄφρ' ἐν νηῒ θοῇ βρῶσίς τε πόσις τε,\nμνησόμεθα βρώμης μηδὲ τρυχώμεθα λιμῷ.\"\n\nὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖσ' ἐπέεσσι πίθοντο·\nἐκ δὲ καλυψάμενοι παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο\nθηήσαντ' ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.\nαὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσι,\nχεῖρας νιψάμενοι τεύχοντ' ἐρικυδέα δαῖτα.\nὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\nἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ·\nἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,\nδὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nκαὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·\n\n\"κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·\nὦ φίλοι, οὐ γὰρ ἴδμεν ὅπῃ ζόφος οὐδ' ὅπῃ ἠώς,\nοὐδ' ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν\nοὐδ' ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον,\nεἴ τις ἔτ' ἔσται μῆτις· ἐγὼ δ' οὐκ οἴομαι εἶναι.\nεἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν\nνῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται.\nαὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δ' ἐνὶ μέσσῃ\nἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.\"\n\nὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ\nμνησαμένοισ' ἔργων Λαιστρυγόνος Ἀντιφάταο\nΚύκλωπός τε βίης μεγαλήτορος ἀνδροφάγοιο.\nκλαῖον δὲ λιγέως, θαλερὸν κατὰ δάκρυ χέοντες·\nἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν.\nαὐτὰρ ἐγὼ δίχα πάντας ἐϋκνήμιδας ἑταίρους\nἠρίθμεον, ἀρχὸν δὲ μετ' ἀμφοτέροισιν ὄπασσα·\nτῶν μὲν ἐγὼν ἦρχον, τῶν δ' Εὐρύλοχος θεοειδής.\nκλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·\nἐκ δ' ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.\nβῆ δ' ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσ' ἑταῖροι\nκλαίοντες· κατὰ δ' ἄμμε λίπον γοόωντας ὄπισθεν.\n\nεὗρον δ' ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης\nξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.\nἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,\n\nτοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ' ἔδωκεν.\nοὐδ' οἵ γ' ὡρμήθησαν ἐπ' ἀνδράσιν, ἀλλ' ἄρα τοί γε\nοὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.\nὡς δ' ὅτ' ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα\nσαίνωσ'· αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ·\nὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες\nσαῖνον· τοὶ δ' ἔδδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.\nἔσταν δ' ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,\nΚίρκης δ' ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ\nἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων\nλεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.\nτοῖσι δὲ μύθων ἦρχε Πολίτης, ὄρχαμος ἀνδρῶν,\nὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·\n\n\"ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν\nκαλὸν ἀοιδιάει, δάπεδον δ' ἅπαν ἀμφιμέμυκεν,\nἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.\"\n\nὣς ἄρ' ἐφώνησεν, τοὶ δ' ἐφθέγγοντο καλεῦντες.\nἡ δ' αἶψ' ἐξελθοῦσα θύρας ὤϊξε φαεινὰς\nκαὶ κάλει· οἱ δ' ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο·\nΕὐρύλοχος δ' ὑπέμεινεν· ὀΐσατο γὰρ δόλον εἶναι.\nεἷσεν δ' εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,\nἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν\nοἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ\nφάρμακα λύγρ', ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.\nαὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκ' ἔπειτα\nῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.\nοἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε\nκαὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ.\nὣς οἱ μὲν κλαίοντες ἐέρχατο· τοῖσι δὲ Κίρκη\nπὰρ ἄκυλον βάλανόν τ' ἔβαλεν καρπόν τε κρανείης\nἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.\n\nΕὐρύλοχος δ' ἂψ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν,\nἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.\nοὐδέ τι ἐκφάσθαι δύνατο ἔπος, ἱέμενός περ,\nκῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε\nδακρυόφιν πίμπλαντο, γόον δ' ὠΐετο θυμός.\nἀλλ' ὅτε δή μιν πάντες ἀγαζόμεθ' ἐξερέοντες,\nκαὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·\n\n\"ᾔομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ' Ὀδυσσεῦ·\nεὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ\nξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.\nἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ' ἄειδεν\nἢ θεὸς ἠὲ γυνή· τοὶ δ' ἐφθέγγοντο καλεῦντες.\nἡ δ' αἶψ' ἐξελθοῦσα θύρας ὤϊξε φαεινὰς\nκαὶ κάλει· οἱ δ' ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο·\nαὐτὰρ ἐγὼν ὑπέμεινα, ὀϊσάμενος δόλον εἶναι.\nοἱ δ' ἅμ' ἀϊστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν\nἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον\nὤμοιϊν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·\nτὸν δ' ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.\nαὐτὰρ ὅ γ' ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων\nκαί μ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·\n\n\"μή μ' ἄγε κεῖσ' ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπ' αὐτοῦ·\nοἶδα γὰρ ὡς οὔτ' αὐτὸς ἐλεύσεαι οὔτε τιν' ἄλλον\nἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον\nφεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n\"Εὐρύλοχ', ἦ τοι μὲν σὺ μέν' αὐτοῦ τῷδ' ἐνὶ χώρῳ\nἔσθων καὶ πίνων κοίλῃ παρὰ νηῒ μελαίνῃ·\nαὐτὰρ ἐγὼν εἶμι· κρατερὴ δέ μοι ἔπλετ' ἀνάγκη.\"\n\nὣς εἰπὼν παρὰ νηὸς ἀπήϊον ἠδὲ θαλάσσης.\nἀλλ' ὅτε δὴ ἄρ' ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας\nΚίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,\nἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν\nἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,\nπρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·\nἔν τ' ἄρα μοι φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"πῇ δὴ αὖτ', ὦ δύστηνε, δι' ἄκριας ἔρχεαι οἶος,\nχώρου ἄϊδρις ἐών; ἕταροι δέ τοι οἵδ' ἐνὶ Κίρκης\nἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.\nἦ τοὺς λυσόμενος δεῦρ' ἔρχεαι; οὐδέ σέ φημι\nαὐτὸν νοστήσειν, μενέεις δὲ σύ γ' ἔνθα περ ἄλλοι.\nἀλλ' ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω·\nτῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης\nἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.\nπάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης.\nτεύξει τοι κυκεῶ, βαλέει δ' ἐν φάρμακα σίτῳ·\nἀλλ' οὐδ' ὧς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει\nφάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.\nὁππότε κεν Κίρκη σ' ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,\nδὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\nΚίρκῃ ἐπαΐξαι ὥς τε κτάμεναι μενεαίνων.\nἡ δέ σ' ὑποδδείσασα κελήσεται εὐνηθῆναι·\nἔνθα σὺ μηκέτ' ἔπειτ' ἀπανήνασθαι θεοῦ εὐνήν,\nὄφρα κέ τοι λύσῃ θ' ἑτάρους αὐτόν τε κομίσσῃ·\nἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι\nμή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,\nμή σ' ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.\"\n\nὣς ἄρα φωνήσας πόρε φάρμακον Ἀργεϊφόντης\nἐκ γαίης ἐρύσας καί μοι φύσιν αὐτοῦ ἔδειξε.\nῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·\nμῶλυ δέ μιν καλέουσι θεοί, χαλεπὸν δέ τ' ὀρύσσειν\nἀνδράσι γε θνητοῖσι· θεοὶ δέ τε πάντα δύνανται.\n\nἙρμείας μὲν ἔπειτ' ἀπέβη πρὸς μακρὸν Ὄλυμπον\nνῆσον ἀν' ὑλήεσσαν, ἐγὼ δ' ἐς δώματα Κίρκης\nἤϊα· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.\nἔστην δ' εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·\nἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.\nἡ δ' αἶψ' ἐξελθοῦσα θύρας ὤϊξε φαεινὰς\nκαὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.\nεἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου,\nκαλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·\nτεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπᾳ, ὄφρα πίοιμι,\nἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσ' ἐνὶ θυμῷ.\nαὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον οὐδέ μ' ἔθελξε,\nῥάβδῳ πεπληγυῖα ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·\n\n\"ἔρχεο νῦν συφεόνδε, μετ' ἄλλων λέξο ἑταίρων.\"\nὣς φάτ', ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\nΚίρκῃ ἐπήϊξα ὥς τε κτάμεναι μενεαίνων.\nἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων\nκαί μ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·\n\n\"τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\nθαῦμά μ' ἔχει, ὡς οὔ τι πιὼν τάδε φάρμακ' ἐθέλχθης.\nοὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ' ἀνέτλη,\nὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων·\nσοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.\nἦ σύ γ' Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ\nφάσκεν ἐλεύσεσθαι χρυσόρραπις Ἀργεϊφόντης,\nἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηῒ μελαίνῃ.\nἀλλ' ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶϊ δ' ἔπειτα\nεὐνῆς ἡμετέρης ἐπιβήομεν, ὄφρα μιγέντε\nεὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n\"ὦ Κίρκη, πῶς γάρ με κέλῃ σοὶ ἤπιον εἶναι,\nἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,\nαὐτὸν δ' ἐνθάδ' ἔχουσα δολοφρονέουσα κελεύεις\nἐς θάλαμόν τ' ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,\nὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.\nοὐδ' ἂν ἐγώ γ' ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,\nεἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,\nμή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.\"\n\nὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀπώμνυεν, ὡς ἐκέλευον.\nαὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,\nκαὶ τότ' ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.\n\nἀμφίπολοι δ' ἄρα τεῖος ἐνὶ μεγάροισι πένοντο\nτέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι.\nγίνονται δ' ἄρα ταί γ' ἔκ τε κρηνέων ἀπό τ' ἀλσέων\nἔκ θ' ἱερῶν ποταμῶν, οἵ τ' εἰς ἅλαδε προρέουσι.\nτάων ἡ μὲν ἔβαλλε θρόνοισ' ἔνι ῥήγεα καλὰ\nπορφύρεα καθύπερθ', ὑπένερθε δὲ λῖθ' ὑπέβαλλεν·\nἡ δ' ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας\nἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·\nἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα\n\nἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·\nἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε\nπολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δ' ὕδωρ.\nαὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,\nἔς ῥ' ἀσάμινθον ἕσασα λό' ἐκ τρίποδος μεγάλοιο,\nθυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,\nὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.\nαὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ,\nἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,\nεἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου,\nκαλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·\nχέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\nκαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,\nνίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\nσῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,\nεἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων·\nἐσθέμεναι δ' ἐκέλευεν· ἐμῷ δ' οὐχ ἥνδανε θυμῷ,\nἀλλ' ἥμην ἀλλοφρονέων, κακὰ δ' ὄσσετο θυμός.\n\nΚίρκη δ' ὡς ἐνόησεν ἔμ' ἥμενον οὐδ' ἐπὶ σίτῳ\nχεῖρας ἰάλλοντα, στυγερὸν δέ με πένθος ἔχοντα,\nἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·\n\n\"τίφθ' οὕτως, Ὀδυσεῦ, κατ' ἄρ' ἕζεαι ἶσος ἀναύδῳ,\nθυμὸν ἔδων, βρώμης δ' οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;\nἦ τινά που δόλον ἄλλον ὀΐεαι; οὐδέ τί σε χρὴ\nδειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n\"ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,\nπρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,\nπρὶν λύσασθ' ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;\nἀλλ' εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,\nλῦσον, ἵν' ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.\"\n\nὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει\nῥάβδον ἔχουσ' ἐν χειρί, θύρας δ' ἀνέῳξε συφειοῦ,\nἐκ δ' ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.\nοἱ μὲν ἔπειτ' ἔστησαν ἐναντίοι, ἡ δὲ δι' αὐτῶν\nἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.\nτῶν δ' ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε\nφάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·\nἄνδρες δ' ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν\nκαὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.\nἔγνωσαν δέ με κεῖνοι, ἔφυν τ' ἐν χερσὶν ἕκαστος·\nπᾶσιν δ' ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα\nσμερδαλέον κονάβιζε· θεὰ δ' ἐλέαιρε καὶ αὐτή.\nἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·\n\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.\nνῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,\nκτήματα δ' ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·\nαὐτὸς δ' ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐμοί γ' ἐπεπείθετο θυμὸς ἀγήνωρ,\nβῆν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.\nεὗρον ἔπειτ' ἐπὶ νηῒ θοῇ ἐρίηρας ἑταίρους\nοἴκτρ' ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.\nὡς δ' ὅτε ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,\nἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,\nπᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδ' ἔτι σηκοὶ\nἴσχουσ', ἀλλ' ἁδινὸν μυκώμεναι ἀμφιθέουσι\nμητέρας· ὣς ἐμὲ κεῖνοι, ἐπεὶ ἴδον ὀφθαλμοῖσι,\nδακρυόεντες ἔχυντο· δόκησε δ' ἄρα σφίσι θυμὸς\nὣς ἔμεν, ὡς εἰ πατρίδ' ἱκοίατο καὶ πόλιν αὐτὴν\nτρηχείης Ἰθάκης, ἵνα τ' ἔτραφον ἠδ' ἐγένοντο·\nκαί μ' ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·\n\n\"σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,\nὡς εἴ τ' εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·\nἀλλ' ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.\"\n\nὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖσ' ἐπέεσσι·\n\"νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,\nκτήματα δ' ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·\nαὐτοὶ δ' ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,\nὄφρα ἴδηθ' ἑτάρους ἱεροῖσ' ἐν δώμασι Κίρκης\nπίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.\"\n\nὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖσ' ἐπέεσσι πίθοντο·\nΕὐρύλοχος δέ μοι οἶος ἐρύκακε πάντας ἑταίρους\nκαί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"ἆ δειλοί, πόσ' ἴμεν; τί κακῶν ἱμείρετε τούτων;\nΚίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας\nἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,\nοἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,\nὥς περ Κύκλωψ ἕρξ', ὅτε οἱ μέσσαυλον ἵκοντο\nἡμέτεροι ἕταροι, σὺν δ' ὁ θρασὺς εἵπετ' Ὀδυσσεύς·\nτούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,\nσπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,\nτῷ οἱ ἀποτμήξας κεφαλὴν οὖδάσδε πελάσσαι,\nκαὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μ' ἑταῖροι\nμειλιχίοισ' ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·\n\n\"διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,\nαὐτοῦ πὰρ νηΐ τε μένειν καὶ νῆα ἔρυσθαι·\nἡμῖν δ' ἡγεμόνευ' ἱερὰ πρὸς δώματα Κίρκης.\"\n\nὣς φάμενοι παρὰ νηὸς ἀνήϊον ἠδὲ θαλάσσης.\nοὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηῒ λέλειπτο,\nἀλλ' ἔπετ'· ἔδδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.\n\nτόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη\nἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ,\nἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·\nδαινυμένους δ' εὖ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.\nοἱ δ' ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ' ἐσάντα,\nκλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.\nἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·\n\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nμηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτή,\nἠμὲν ὅσ' ἐν πόντῳ πάθετ' ἄλγεα ἰχθυόεντι,\nἠδ' ὅσ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου.\nἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,\nεἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,\nοἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν\nτρηχείης Ἰθάκης· νῦν δ' ἀσκελέες καὶ ἄθυμοι,\nαἰὲν ἄλης χαλεπῆς μεμνημένοι· οὐδέ ποθ' ὕμιν\nθυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέπασθε.\"\n\nὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.\nἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν\nἥμεθα, δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ·\nἀλλ' ὅτε δή ῥ' ἐνιαυτὸς ἔην, περὶ δ' ἔτραπον ὧραι,\nμηνῶν φθινόντων, περὶ δ' ἤματα μακρὰ τελέσθη,\nκαὶ τότε μ' ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·\n\n\"δαιμόνι', ἤδη νῦν μιμνῄσκεο πατρίδος αἴης,\nεἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι\nοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.\"\n\nὣς ἔφαν, αὐτὰρ ἐμοί γ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.\nὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\nἥμεθα, δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ.\nἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,\nοἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.\n\nαὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς\nγούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\n\n\"ὦ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν, ἥν περ ὑπέστης,\nοἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη\nἠδ' ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ\nἀμφ' ἔμ' ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.\"\n\nὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων·\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nμηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.\nἀλλ' ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι\nεἰς Ἀΐδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης\nψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,\nμάντιος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·\nτῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια\nοἴῳ πεπνῦσθαι· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·\nκλαῖον δ' ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ\nἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.\nαὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,\nκαὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·\n\n\"ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;\n\nεἰς Ἄϊδος δ' οὔ πώ τις ἀφίκετο νηῒ μελαίνῃ.\"\n\nὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων·\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nμή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηῒ μελέσθω·\nἱστὸν δὲ στήσας ἀνά θ' ἱστία λευκὰ πετάσσας\nἧσθαι· τὴν δέ κέ τοι πνοιὴ βορέαο φέρῃσιν.\nἀλλ' ὁπότ' ἂν δὴ νηῒ δι' Ὠκεανοῖο περήσῃς,\nἔνθ' ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης\nμακραί τ' αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,\nνῆα μὲν αὐτοῦ κέλσαι ἐπ' Ὠκεανῷ βαθυδίνῃ,\nαὐτὸς δ' εἰς Ἀΐδεω ἰέναι δόμον εὐρώεντα.\nἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι\nΚώκυτός θ', ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,\nπέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·\nἔνθα δ' ἔπειθ', ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,\nβόθρον ὀρύξαι ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,\nἀμφ' αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσι,\nπρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέϊ οἴνῳ,\nτὸ τρίτον αὖθ' ὕδατι· ἐπὶ δ' ἄλφιτα λευκὰ παλύνειν.\nπολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,\nἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,\nῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν,\nΤειρεσίῃ δ' ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴῳ\nπαμμέλαν', ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.\nαὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,\nἔνθ' ὄϊν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν\nεἰς Ἔρεβος στρέψας, αὐτὸς δ' ἀπονόσφι τραπέσθαι\nἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ\nψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.\nδὴ τότ' ἔπειθ' ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι\nμῆλα, τὰ δὴ κατάκειτ' ἐσφαγμένα νηλέϊ χαλκῷ,\nδείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,\nἰφθίμῳ τ' Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·\nαὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\nἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα\nαἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι.\nἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,\nὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου\nνόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.\"\n\nὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.\nἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·\nαὐτὴ δ' ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,\nλεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ' ἰξυῖ\nκαλὴν χρυσείην, κεφαλῇ δ' ἐπέθηκε καλύπτρην.\nαὐτὰρ ἐγὼ διὰ δώματ' ἰὼν ὤτρυνον ἑταίρους\nμειλιχίοισ' ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·\n\n\"μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,\nἀλλ' ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.\"\n\nὣς ἐφάμην, τοῖσιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.\nοὐδὲ μὲν οὐδ' ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.\nἘλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην\nἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς,\nὅς μοι ἄνευθ' ἑτάρων ἱεροῖσ' ἐν δώμασι Κίρκης,\nψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων·\nκινυμένων δ' ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας\nἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν\nἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,\nἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν\nἀστραγάλων ἐάγη, ψυχὴ δ' Ἄϊδόσδε κατῆλθεν.\nἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·\n\n\"φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν\nἔρχεσθ'· ἄλλην δ' ἧμιν ὁδὸν τεκμήρατο Κίρκη\nεἰς Ἀΐδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης\nψυχῇ χρησομένους θηβαίου Τειρεσίαο.\"\n\nὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,\nἑζόμενοι δὲ κατ' αὖθι γόων τίλλοντό τε χαίτας·\nἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν.\n\nἀλλ' ὅτε δή ῥ' ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης\nᾔομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες,\nτόφρα δ' ἄρ' οἰχομένη Κίρκη παρὰ νηῒ μελαίνῃ\nἀρνειὸν κατέδησεν ὄϊν θῆλύν τε μέλαιναν,\nῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα\nὀφθαλμοῖσιν ἴδοιτ' ἢ ἔνθ' ἢ ἔνθα κιόντα;\n\nΑὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,\nνῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,\nἐν δ' ἱστὸν τιθέμεσθα καὶ ἱστία νηῒ μελαίνῃ,\nἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ\nβαίνομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες.\nἡμῖν δ' αὖ κατόπισθε νεὸς κυανοπρῴροιο\nἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,\nΚίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.\nἡμεῖς δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα\nἥμεθα· τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνε.\nτῆς δὲ πανημερίης τέταθ' ἱστία ποντοπορούσης.\nδύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·\nἡ δ' ἐς πείραθ' ἵκανε βαθυρρόου Ὠκεανοῖο.\n\nἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,\nἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτ' αὐτοὺς\nἨέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,\nοὔθ' ὁπότ' ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,\nοὔθ' ὅτ' ἂν ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτράπηται,\nἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.\nνῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα\nεἱλόμεθ'· αὐτοὶ δ' αὖτε παρὰ ῥόον Ὠκεανοῖο\nᾔομεν, ὄφρ' ἐς χῶρον ἀφικόμεθ', ὃν φράσε Κίρκη.\n\nἔνθ' ἱερήϊα μὲν Περιμήδης Εὐρύλοχός τε\nἔσχον· ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\nβόθρον ὄρυξ' ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,\nἀμφ' αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,\nπρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέϊ οἴνῳ,\nτὸ τρίτον αὖθ' ὕδατι· ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνον.\nπολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,\nἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,\nῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν,\nΤειρεσίῃ δ' ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴῳ\nπαμμέλαν', ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.\nτοὺς δ' ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,\nἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα\nἐς βόθρον, ῥέε δ' αἷμα κελαινεφές· αἱ δ' ἀγέροντο\nψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων·\nνύμφαι τ' ἠΐθεοί τε πολύτλητοί τε γέροντες\nπαρθενικαί τ' ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,\nπολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,\nἄνδρες ἀρηΐφατοι, βεβροτωμένα τεύχε' ἔχοντες·\nοἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος\nθεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.\nδὴ τότ' ἔπειθ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσα\nμῆλα, τὰ δὴ κατέκειτ' ἐσφαγμένα νηλέϊ χαλκῷ,\nδείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,\nἰφθίμῳ τ' Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·\nαὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\nἥμην οὐδ' εἴων νεκύων ἀμενηνὰ κάρηνα\nαἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι.\n\nπρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·\nοὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·\nσῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς\nἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.\nτὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\n\n\"Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;\nἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηῒ μελαίνῃ.\"\n\nὣς ἐφάμην, ὁ δέ μ' οἰμώξας ἠμείβετο μύθῳ·\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος·\nΚίρκης δ' ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα\nἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,\nἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν\nἀστραγάλων ἐάγη, ψυχὴ δ' Ἄϊδόσδε κατῆλθε.\nνῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,\nπρός τ' ἀλόχου καὶ πατρός, ὅ σ' ἔτρεφε τυτθὸν ἐόντα,\nΤηλεμάχου θ', ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·\nοἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀΐδαο\nνῆσον ἐς Αἰαίην σχήσεις εὐεργέα νῆα·\nἔνθα σ' ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.\nμή μ' ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν\nνοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,\nἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοί ἐστι,\n\nσῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,\nἀνδρὸς δυστήνοιο, καὶ ἐσσομένοισι πυθέσθαι·\nταῦτά τέ μοι τελέσαι πῆξαί τ' ἐπὶ τύμβῳ ἐρετμόν,\nτῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετ' ἐμοῖσ' ἑτάροισιν.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n\"ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἕρξω.\"\n\nνῶϊ μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν\nἥμεθ', ἐγὼ μὲν ἄνευθεν ἐφ' αἵματι φάσγανον ἴσχων,\nεἴδωλον δ' ἑτέρωθεν ἑταίρου πόλλ' ἀγόρευεν.\n\nἦλθε δ' ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,\nΑὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,\nτὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.\nτὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·\nἀλλ' οὐδ' ὧς εἴων προτέρην, πυκινόν περ ἀχεύων,\nαἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι.\n\nἦλθε δ' ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο,\nχρύσεον σκῆπτρον ἔχων, ἐμὲ δ' ἔγνω καὶ προσέειπε·\n\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nτίπτ' αὖτ', ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο\nἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;\nἀλλ' ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,\nαἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.\"\n\nὣς φάτ', ἐγὼ δ' ἀναχασσάμενος ξίφος ἀργυρόηλον\nκουλεῷ ἐγκατέπηξ'. ὁ δ' ἐπεὶ πίεν αἷμα κελαινόν,\nκαὶ τότε δή μ' ἐπέεσσι προσηύδα μάντις ἀμύμων·\n\n\"νόστον δίζηαι μελιηδέα, φαίδιμ' Ὀδυσσεῦ·\nτὸν δέ τοι ἀργαλέον θήσει θεός. οὐ γὰρ ὀΐω\nλήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ,\nχωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.\nἀλλ' ἔτι μέν κε καὶ ὧς, κακά περ πάσχοντες, ἵκοισθε,\nαἴ κ' ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,\nὁππότε κεν πρῶτον πελάσῃς εὐεργέα νῆα\nΘρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,\nβοσκομένας δ' εὕρητε βόας καὶ ἴφια μῆλα\nἨελίου, ὃς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει.\nτὰς εἰ μέν κ' ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,\nκαί κεν ἔτ' εἰς Ἰθάκην, κακά περ πάσχοντες, ἵκοισθε·\nεἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεθρον\nνηΐ τε καὶ ἑτάροισ'. αὐτὸς δ' εἴ πέρ κεν ἀλύξῃς,\nὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,\nνηὸς ἐπ' ἀλλοτρίης· δήεις δ' ἐν πήματα οἴκῳ,\nἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι\nμνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.\nἀλλ' ἦ τοι κείνων γε βίας ἀποτείσεαι ἐλθών·\nαὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι\nκτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέϊ χαλκῷ,\nἔρχεσθαι δὴ ἔπειτα, λαβὼν εὐῆρες ἐρετμόν,\nεἰς ὅ κε τοὺς ἀφίκηαι, οἳ οὐκ ἴσασι θάλασσαν\nἀνέρες οὐδέ θ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·\nοὐδ' ἄρα τοὶ ἴσασι νέας φοινικοπαρῄους,\nοὐδ' εὐήρε' ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.\nσῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδές, οὐδέ σε λήσει·\nὁππότε κεν δή τοι ξυμβλήμενος ἄλλος ὁδίτης\nφήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,\nκαὶ τότε δὴ γαίῃ πήξας εὐῆρες ἐρετμόν,\nἕρξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,\nἀρνειὸν ταῦρόν τε συῶν τ' ἐπιβήτορα κάπρον,\nοἴκαδ' ἀποστείχειν ἕρδειν θ' ἱερὰς ἑκατόμβας\nἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,\nπᾶσι μάλ' ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ\nἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ\nγήρᾳ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ\nὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n\"Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·\nμητρὸς τήνδ' ὁρόω ψυχὴν κατατεθνηυίης·\nἡ δ' ἀκέουσ' ἧσται σχεδὸν αἵματος οὐδ' ἑὸν υἱὸν\nἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι·\nεἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;\"\n\nὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε·\n\"ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θήσω·\nὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων\nαἵματος ἄσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·\nᾧ δέ κ' ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.\"\n\nὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω\nΤειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατ' ἔλεξεν·\nαὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρ' ἐπὶ μήτηρ\nἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δ' ἔγνω\nκαί μ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·\n\n\"τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα\nζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.\nμέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,\nὨκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι\nπεζὸν ἐόντ', ἢν μή τις ἔχῃ εὐεργέα νῆα.\nἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδ' ἱκάνεις\nνηΐ τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες\nεἰς Ἰθάκην οὐδ' εἶδες ἐνὶ μεγάροισι γυναῖκα;\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n\"μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀΐδαο\nψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·\nοὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος οὐδέ πω ἁμῆς\nγῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχων ἀλάλημαι ὀϊζύν,\nἐξ οὗ τὰ πρώτισθ' ἑπόμην Ἀγαμέμνονι δίῳ\nἼλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μαχοίμην.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·\nτίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;\nἢ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα\nοἷσ' ἀγανοῖσι βέλεσσιν ἐποιχομένη κατέπεφνεν;\nεἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,\nἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη\nἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δ' οὐκέτι φασὶ νέεσθαι.\nεἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,\nἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει,\nἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.\"\n\nὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ·\n\"καὶ λίην κείνη γε μένει τετληότι θυμῷ\nσοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ\nφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.\nσὸν δ' οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος\nΤηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐΐσας\nδαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ' ἀλεγύνειν·\nπάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει\nἀγρῷ οὐδὲ πόλινδε κατέρχεται· οὐδέ οἱ εὐναὶ\nδέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,\nἀλλ' ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,\nἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·\nαὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τ' ὀπώρη,\nπάντῃ οἱ κατὰ γουνὸν ἀλῳῆς οἰνοπέδοιο\nφύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.\nἔνθ' ὅ γε κεῖτ' ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει\nσὸν νόστον ποθέων· χαλεπὸν δ' ἐπὶ γῆρας ἱκάνει.\nοὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·\nοὔτ' ἐμέ γ' ἐν μεγάροισιν ἐΰσκοπος ἰοχέαιρα\nοἷσ' ἀγανοῖσι βέλεσσιν ἐποιχομένη κατέπεφνεν,\nοὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα\nτηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·\nἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμ' Ὀδυσσεῦ,\nσή τ' ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ γ' ἔθελον φρεσὶ μερμηρίξας\nμητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.\nτρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,\nτρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ\nἔπτατ'· ἐμοὶ δ' ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\n\n\"μῆτερ ἐμή, τί νύ μ' οὐ μίμνεις ἑλέειν μεμαῶτα,\nὄφρα καὶ εἰν Ἀΐδαο φίλας περὶ χεῖρε βαλόντε\nἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;\nἦ τί μοι εἴδωλον τόδ' ἀγαυὴ Περσεφόνεια\nὤτρυν', ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;\"\n\nὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ·\n\"ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,\nοὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,\nἀλλ' αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν.\nοὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,\nἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο\n\nδαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκ' ὀστέα θυμός,\nψυχὴ δ' ἠΰτ' ὄνειρος ἀποπταμένη πεπότηται.\nἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα\nἴσθ', ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.\"\n\nνῶϊ μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθ', αἱ δὲ γυναῖκες\nἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,\nὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.\nαἱ δ' ἀμφ' αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,\nαὐτὰρ ἐγὼ βούλευον, ὅπως ἐρέοιμι ἑκάστην.\nἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·\nσπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ\nοὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.\nαἱ δὲ προμνηστῖναι ἐπήϊσαν, ἠδὲ ἑκάστη\nὃν γόνον ἐξαγόρευεν· ἐγὼ δ' ἐρέεινον ἁπάσας.\n\nἔνθ' ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,\nἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,\nφῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·\nἣ ποταμοῦ ἠράσσατ' Ἐνιπῆος θείοιο,\nὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,\nκαί ῥ' ἐπ' Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.\nτῷ δ' ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος\nἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·\nπορφύρεον δ' ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον,\nκυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.\nλῦσε δὲ παρθενίην ζώνην, κατὰ δ' ὕπνον ἔχευεν.\nαὐτὰρ ἐπεί ῥ' ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,\nἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"χαῖρε, γύναι, φιλότητι· περιπλομένου δ' ἐνιαυτοῦ\nτέξεαι ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ\nἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.\nνῦν δ' ἔρχευ πρὸς δῶμα καὶ ἴσχεο μηδ' ὀνομήνῃς·\nαὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.\"\n\nὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.\nἡ δ' ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,\nτὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην\nἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαολκῷ\nναῖε πολύρρηνος, ὁ δ' ἄρ' ἐν Πύλῳ ἠμαθόεντι.\nτοὺς δ' ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν,\nΑἴσονά τ' ἠδὲ Φέρητ' Ἀμυθάονά θ' ἱππιοχάρμην.\n\nτὴν δὲ μέτ' Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,\nἣ δὴ καὶ Διὸς εὔχετ' ἐν ἀγκοίνῃσιν ἰαῦσαι,\nκαί ῥ' ἔτεκεν δύο παῖδ', Ἀμφίονά τε Ζῆθόν τε,\nοἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο\nπύργωσάν τ', ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ' ἐδύναντο\nναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.\n\nτὴν δὲ μετ' Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,\nἥ ῥ' Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα\nγείνατ' ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·\nκαὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,\nτὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.\n\nμητέρα τ' Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,\nἣ μέγα ἔργον ἔρεξεν ἀϊδρείῃσι νόοιο\nγημαμένη ᾧ υἷϊ· ὁ δ' ὃν πατέρ' ἐξεναρίξας\nγῆμεν· ἄφαρ δ' ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.\nἀλλ' ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων\nΚαδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·\nἡ δ' ἔβη εἰς Ἀΐδαο πυλάρταο κρατεροῖο,\nἁψαμένη βρόχον αἰπὺν ἀφ' ὑψηλοῖο μελάθρου\nᾧ ἄχεϊ σχομένη· τῷ δ' ἄλγεα κάλλιπ' ὀπίσσω\nπολλὰ μάλ', ὅσσα τε μητρὸς ἐρινύες ἐκτελέουσι.\n\nκαὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς\nγῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,\nὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,\nὅς ποτ' ἐν Ὀρχομενῷ Μινυηΐῳ ἶφι ἄνασσεν·\nἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,\nΝέστορά τε Χρομίον τε Περικλύμενόν τ' ἀγέρωχον.\nτοῖσι δ' ἐπ' ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,\nτὴν πάντες μνώοντο περικτίται· οὐδέ τι Νηλεὺς\nτῷ ἐδίδου, ὃς μὴ ἕλικας βόας εὐρυμετώπους\nἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης\nἀργαλέας. τὰς δ' οἶος ὑπέσχετο μάντις ἀμύμων\nἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε\nδεσμοί τ' ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.\nἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο\nἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,\nκαὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη\nθέσφατα πάντ' εἰπόντα· Διὸς δ' ἐτελείετο βουλή.\n\nκαὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,\nἥ ῥ' ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,\nΚάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,\nτοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·\nοἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες\nἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι, ἄλλοτε δ' αὖτε\nτεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.\n\nτὴν δὲ μέτ' Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν,\nεἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,\nκαί ῥ' ἔτεκεν δύο παῖδε, μινυνθαδίω δὲ γενέσθην,\nὮτόν τ' ἀντίθεον τηλεκλειτόν τ' Ἐφιάλτην,\nοὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα\nκαὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·\nἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν\nεὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.\nοἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ\nφυλόπιδα στήσειν πολυάϊκος πολέμοιο.\nὌσσαν ἐπ' Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ' Ὄσσῃ\nΠήλιον εἰνοσίφυλλον, ἵν' οὐρανὸς ἀμβατὸς εἴη.\nκαί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·\nἀλλ' ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,\nἀμφοτέρω, πρίν σφωϊν ὑπὸ κροτάφοισιν ἰούλους\nἀνθῆσαι πυκάσαι τε γένυς εὐανθέϊ λάχνῃ.\n\nΦαίδρην τε Πρόκριν τε ἴδον καλήν τ' Ἀριάδνην,\nκούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς\nἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων\nἦγε μέν, οὐδ' ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα\nΔίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσι.\n\nΜαῖράν τε κλυμένην τε ἴδον στυγερήν τ' Ἐριφύλην,\nἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.\nπάσας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,\nὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·\nπρὶν γάρ κεν καὶ νὺξ φθῖτ' ἄμβροτος. ἀλλὰ καὶ ὥρη\nεὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντ' ἐς ἑταίρους\nἢ αὐτοῦ· πομπὴ δὲ θεοῖσ' ὑμῖν τε μελήσει.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,\nκηληθμῷ δ' ἔσχοντο κατὰ μέγαρα σκιόεντα.\nτοῖσιν δ' Ἀρήτη λευκώλενος ἤρχετο μύθων·\n\n\"Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι\nεἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας;\nξεῖνος δ' αὖτ' ἐμός ἐστιν, ἕκαστος δ' ἔμμορε τιμῆς.\nτῶ μὴ ἐπειγόμενοι ἀποπέμπετε μηδὲ τὰ δῶρα\nοὕτω χρηΐζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν\nκτήματ' ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.\"\n\nτοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,\nὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·\n\n\"ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδ' ἀπὸ δόξης\nμυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.\nἈλκινόου δ' ἐκ τοῦδ' ἔχεται ἔργον τε ἔπος τε.\"\n\nτὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·\n\"τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε\nζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·\nξεῖνος δὲ τλήτω, μάλα περ νόστοιο χατίζων,\nἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν\nδωτίνην τελέσω. πομπὴ δ' ἄνδρεσσι μελήσει\nπᾶσι, μάλιστα δ' ἐμοί· τοῦ γὰρ κράτος ἔστ' ἐνὶ δήμῳ.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\nεἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ' αὐτόθι μίμνειν\nπομπήν τ' ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,\nκαί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη\nπλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδ' ἱκέσθαι,\nκαί κ' αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην\nπᾶσιν, ὅσοι μ' Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.\"\n\nτὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·\n\"ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σ' ἐΐσκομεν εἰσορόωντες\nἠπεροπῆά τ' ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς\nβόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους\nψεύδεά τ' ἀρτύνοντας, ὅθεν κέ τις οὐδὲ ἴδοιτο·\nσοὶ δ' ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί,\nμῦθον δ' ὡς ὅτ' ἀοιδὸς ἐπισταμένως κατέλεξας,\n\nπάντων Ἀργείων σέο τ' αὐτοῦ κήδεα λυγρά.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\nεἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμ' αὐτῷ\nἼλιον εἰς ἅμ' ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.\nνὺξ δ' ἥδε μάλα μακρή, ἀθέσφατος, οὐδέ πω ὥρη\nεὕδειν ἐν μεγάρῳ· σὺ δέ μοι λέγε θέσκελα ἔργα.\nκαί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ\nτλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\nὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·\nεἰ δ' ἔτ' ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἔπειτα\nτούτων σοι φθονέοιμι καὶ οἰκτρότερ' ἄλλ' ἀγορεύειν,\nκήδε' ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,\nοἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀϋτήν,\nἐν νόστῳ δ' ἀπόλοντο κακῆς ἰότητι γυναικός.\n\nαὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ' ἄλλυδις ἄλλῃ\nἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,\nἦλθε δ' ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο\nἀχνυμένη· περὶ δ' ἄλλαι ἀγηγέραθ', ὅσσοι ἅμ' αὐτῷ\nοἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.\nἔγνω δ' αἶψ' ἐμὲ κεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσι·\nκλαῖε δ' ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,\nπιτνὰς εἰς ἐμὲ χεῖρας ὀρέξασθαι μενεαίνων·\nἀλλ' οὐ γάρ οἱ ἔτ' ἦν ἲς ἔμπεδος οὐδ' ἔτι κῖκυς,\nοἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.\nτὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\n\n\"Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,\nτίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;\nἠέ σέ γ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν\nὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀϋτμήν;\nἦέ σ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου\nβοῦς περιταμνόμενον ἠδ' οἰῶν πώεα καλὰ\nἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;\"\n\nὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε·\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nοὔτ' ἐμέ γ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν\nὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀϋτμήν,\nοὔτε μ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου,\nἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε\nἔκτα σὺν οὐλομένῃ ἀλόχῳ οἶκόνδε καλέσσας,\nδειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.\nὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δ' ἄλλοι ἑταῖροι\nνωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,\nοἵ ῥά τ' ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο\nἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.\nἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,\nμουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·\nἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,\nὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας\nκείμεθ' ἐνὶ μεγάρῳ, δάπεδον δ' ἅπαν αἵματι θῦεν.\nοἰκτροτάτην δ' ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς\nΚασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις\nἀμφ' ἐμοί· αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων\nβάλλον ἀποθνῄσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις\nνοσφίσατ' οὐδέ μοι ἔτλη, ἰόντι περ εἰς Ἀΐδαο,\nχερσὶ κατ' ὀφθαλμοὺς ἑλέειν σύν τε στόμ' ἐρεῖσαι.\nὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,\nἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·\nοἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,\nκουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε\nἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν\nοἴκαδ' ἐλεύσεσθαι· ἡ δ' ἔξοχα λυγρὰ ἰδυῖα\nοἷ τε κατ' αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω\nθηλυτέρῃσι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔῃσιν.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n\"ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς\nἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς\nἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθ' εἵνεκα πολλοί,\nσοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθ' ἐόντι.\"\n\nὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε·\n\"τῶ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι\nμηδ' οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κ' ἐῢ εἰδῇς,\nἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.\nἀλλ' οὐ σοί γ', Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·\nλίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε\nκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.\nἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς\nἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ\nνήπιος, ὅς που νῦν γε μετ' ἀνδρῶν ἵζει ἀριθμῷ,\nὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,\nκαὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.\nἡ δ' ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις\nὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.\nἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι·\nκρύβδην, μηδ' ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν\nνῆα κατισχέμεναι, ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\nεἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο\nἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι\nἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·\nοὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n\"Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,\nζώει ὅ γ' ἦ τέθνηκε· κακὸν δ' ἀνεμώλια βάζειν.\"\n\nνῶϊ μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν\nἕσταμεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες·\nἦλθε δ' ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος\nκαὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο\nΑἴαντός θ', ὃς ἄριστος ἔην εἶδός τε δέμας τε\nτῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα.\nἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο\nκαί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·\n\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nσχέτλιε, τίπτ' ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;\nπῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ\nἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n\"ὦ Ἀχιλεῦ, Πηλῆος υἱέ, μέγα φέρτατ' Ἀχαιῶν,\nἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν\nεἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·\nοὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος οὐδέ πω ἁμῆς\nγῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχω κακά. σεῖο δ', Ἀχιλλεῦ,\nοὔ τις ἀνὴρ προπάροιθε μακάρτερος οὔτ' ἄρ' ὀπίσσω·\nπρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν\nἈργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν\nἐνθάδ' ἐών· τῶ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.\"\n\nὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε·\n\"μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμ' Ὀδυσσεῦ.\nβουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,\nἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,\nἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.\nἀλλ' ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,\nἢ ἕπετ' ἐς πόλεμον πρόμος ἔμμεναι ἦε καὶ οὐκί.\nεἰπὲ δέ μοι Πηλῆος ἀμύμονος εἴ τι πέπυσσαι,\nἢ ἔτ' ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,\nἦ μιν ἀτιμάζουσιν ἀν' Ἑλλάδα τε Φθίην τε,\nοὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.\nεἰ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ' αὐγὰς ἠελίοιο,\nτοῖος ἐὼν οἷός ποτ' ἐνὶ Τροίῃ εὐρείῃ\nπέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν, -\nεἰ τοιόσδ' ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ,\nτῶ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,\nοἳ κεῖνον βιόωνται ἐέργουσίν τ' ἀπὸ τιμῆς.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n\"ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,\nαὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο\nπᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·\nαὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐΐσης\nἤγαγον ἐκ Σκύρου μετ' ἐϋκνήμιδας Ἀχαιούς.\nἦ τοι ὅτ' ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,\nαἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·\nΝέστωρ δ' ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.\nαὐτὰρ ὅτ' ἐν πεδίῳ Τρώων μαρναίμεθ' Ἀχαιοί,\nοὔ ποτ' ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδ' ἐν ὁμίλῳ,\n\nἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων·\nπολλοὺς δ' ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηϊοτῆτι.\nπάντας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,\nὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,\nἀλλ' οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,\nἥρω' Εὐρύπυλον· πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι\nΚήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.\nκεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.\nαὐτὰρ ὅτ' εἰς ἵππον κατεβαίνομεν, ὃν κάμ' Ἐπειός,\nἈργείων οἱ ἄριστοι, ἐμοὶ δ' ἐπὶ πάντ' ἐτέταλτο,\nἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ' ἐπιθεῖναι,\nἔνθ' ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες\nδάκρυά τ' ὠμόργνυντο, τρέμον θ' ὑπὸ γυῖα ἑκάστου·\nκεῖνον δ' οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν\nοὔτ' ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν\nδάκρυ' ὀμορξάμενον· ὁ δέ με μάλα πόλλ' ἱκέτευεν\nἱππόθεν ἐξέμεναι, ξίφεος δ' ἐπεμαίετο κώπην\nκαὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.\nἀλλ' ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,\nμοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν\nἀσκηθής, οὔτ' ἂρ βεβλημένος ὀξέϊ χαλκῷ\nοὔτ' αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ\nγίνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.\"\n\nὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο\nφοίτα μακρὰ βιβᾶσα κατ' ἀσφοδελὸν λειμῶνα,\nγηθοσύνη, ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.\n\nαἱ δ' ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων\nἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδε' ἑκάστη.\nοἴη δ' Αἴαντος ψυχὴ Τελαμωνιάδαο\nνόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,\nτήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ\nτεύχεσιν ἀμφ' Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ,\nπαῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.\nὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ' ἐπ' ἀέθλῳ·\nτοίην γὰρ κεφαλὴν ἕνεκ' αὐτῶν γαῖα κατέσχεν,\nΑἴανθ', ὃς περὶ μὲν εἶδος, περὶ δ' ἔργα τέτυκτο\nτῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα.\nτὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·\n\n\"Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρ' ἔμελλες\nοὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων\nοὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι·\nτοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δ' Ἀχαιοὶ\nἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο\nἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος\nαἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων\nἐκπάγλως ἤχθηρε, τεῒν δ' ἐπὶ μοῖραν ἔθηκεν.\nἀλλ' ἄγε δεῦρο, ἄναξ, ἵν' ἔπος καὶ μῦθον ἀκούσῃς\nἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.\"\n\nὣς ἐφάμην, ὁ δέ μ' οὐδὲν ἀμείβετο, βῆ δὲ μετ' ἄλλας\nψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.\nἔνθα χ' ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·\nἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι\nτῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.\n\nἔνθ' ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,\nχρύσεον σκῆπτρον ἔχοντα θεμιστεύοντα νέκυσσιν,\nἥμενον· οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,\nἥμενοι ἑσταότες τε, κατ' εὐρυπυλὲς Ἄϊδος δῶ.\n\nτὸν δὲ μέτ' Ὠρίωνα πελώριον εἰσενόησα\nθῆρας ὁμοῦ εἰλεῦντα κατ' ἀσφοδελὸν λειμῶνα,\nτοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι,\nχερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.\n\nκαὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,\nκείμενον ἐν δαπέδῳ. ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεθρα,\nγῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,\nδέρτρον ἔσω δύνοντες· ὁ δ' οὐκ ἀπαμύνετο χερσί.\nΛητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,\nΠυθώδ' ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.\n\nκαὶ μὴν Τάνταλον εἰσεῖδον χαλέπ' ἄλγε' ἔχοντα,\nἑσταότ' ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ.\nστεῦτο δὲ διψάων, πιέειν δ' οὐκ εἶχεν ἑλέσθαι·\nὁσσάκι γὰρ κύψει' ὁ γέρων πιέειν μενεαίνων,\nτοσσάχ' ὕδωρ ἀπολέσκετ' ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ\nγαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.\nδένδρεα δ' ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,\nὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι\nσυκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·\nτῶν ὁπότ' ἰθύσει' ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,\nτὰς δ' ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.\n\nκαὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ' ἄλγε' ἔχοντα,\nλᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.\nἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε\nλᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλ' ὅτε μέλλοι\nἄκρον ὑπερβαλέειν, τότ' ἀποστρέψασκε Κραταιΐς·\nαὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.\nαὐτὰρ ὅ γ' ἂψ ὤσασκε τιταινόμενος, κατὰ δ' ἱδρὼς\nἔρρεεν ἐκ μελέων, κονίη δ' ἐκ κρατὸς ὀρώρει.\n\nτὸν δὲ μέτ' εἰσενόησα βίην Ἡρακληείην,\nεἴδωλον· αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσι\nτέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,\nπαῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.\nἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,\nπάντοσ' ἀτυζομένων· ὁ δ' ἐρεμνῇ νυκτὶ ἐοικώς,\nγυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀϊστόν,\nδεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.\nσμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ\nχρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,\nἄρκτοι τ' ἀγρότεροί τε σύες χαροποί τε λέοντες,\nὑσμῖναί τε μάχαι τε φόνοι τ' ἀνδροκτασίαι τε.\nμὴ τεχνησάμενος μηδ' ἄλλο τι τεχνήσαιτο,\nὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.\nἔγνω δ' αἶψ' ἐμὲ κεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσι,\nκαί μ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·\n\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nἆ δείλ', ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,\nὅν περ ἐγὼν ὀχέεσκον ὑπ' αὐγὰς ἠελίοιο.\nΖηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀϊζὺν\nεἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ\nδεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ' ἀέθλους.\nκαί ποτέ μ' ἐνθάδ' ἔπεμψε κύν' ἄξοντ'· οὐ γὰρ ἔτ' ἄλλον\nφράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον.\nτὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀΐδαο·\nἙρμείας δέ μ' ἔπεμπεν ἰδὲ γλαυκῶπις Ἀθήνη.\"\n\nὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,\nαὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτ' ἔλθοι\nἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.\nκαί νύ κ' ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,\nΘησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·\nἀλλὰ πρὶν ἐπὶ ἔθνε' ἀγείρετο μυρία νεκρῶν\nἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,\nμή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου\nἐξ Ἄϊδος πέμψειεν ἀγαυὴ Περσεφόνεια.\nαὐτίκ' ἔπειτ' ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους\nαὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·\nοἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.\nτὴν δὲ κατ' Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,\nπρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.\n\nΑὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο\nνηῦς, ἀπὸ δ' ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο\nνῆσόν τ' Αἰαίην, ὅθι τ' Ἠοῦς ἠριγενείης\nοἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,\nνῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,\nἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·\nἔνθα δ' ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.\n\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nδὴ τότ' ἐγὼν ἑτάρους προΐην ἐς δώματα Κίρκης\nοἰσέμεναι νεκρὸν Ἐλπήνορα τεθνηῶτα.\nφιτροὺς δ' αἶψα ταμόντες, ὅθ' ἀκροτάτη πρόεχ' ἀκτή,\nθάπτομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες.\nαὐτὰρ ἐπεὶ νεκρός τ' ἐκάη καὶ τεύχεα νεκροῦ,\nτύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες\nπήξαμεν ἀκροτάτῳ τύμβῳ εὐῆρες ἐρετμόν.\n\nἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδ' ἄρα Κίρκην\nἐξ Ἀΐδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλ' ὦκα\nἦλθ' ἐντυναμένη· ἅμα δ' ἀμφίπολοι φέρον αὐτῇ\nσῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.\nἡ δ' ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·\n\n\"σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ' Ἀΐδαο,\n\nδισθανέες, ὅτε τ' ἄλλοι ἅπαξ θνῄσκουσ' ἄνθρωποι.\nἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον\nαὖθι πανημέριοι· ἅμα δ' ἠόϊ φαινομένηφι\nπλεύσεσθ'· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα\nσημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ\nἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.\"\n\nὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.\nὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\nἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ·\nἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,\nοἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,\nἡ δ' ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων\nεἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·\nαὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.\nκαὶ τότε δή μ' ἐπέεσσι προσηύδα πότνια Κίρκη·\n\n\"ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ' ἄκουσον,\nὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.\nΣειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας\nἀνθρώπους θέλγουσιν, ὅτίς σφεας εἰσαφίκηται.\nὅς τις ἀϊδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ\nΣειρήνων, τῷ δ' οὔ τι γυνὴ καὶ νήπια τέκνα\nοἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,\nἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ,\nἥμεναι ἐν λειμῶνι· πολὺς δ' ἀμφ' ὀστεόφιν θὶς\nἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσιν.\nἀλλὰ παρὲξ ἐλάαν, ἐπὶ δ' οὔατ' ἀλεῖψαι ἑταίρων\nκηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ\nτῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ' ἐθέλῃσθα,\nδησάντων σ' ἐν νηῒ θοῇ χεῖράς τε πόδας τε\nὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω,\nὄφρα κε τερπόμενος ὄπ' ἀκούσῃς Σειρήνοιϊν.\nεἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,\nοἱ δέ σ' ἔτι πλεόνεσσι τότ' ἐν δεσμοῖσι διδέντων.\n\nαὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,\nἔνθα τοι οὐκέτ' ἔπειτα διηνεκέως ἀγορεύσω,\nὁπποτέρῃ δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς\nθυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.\nἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δ' αὐτὰς\nκῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·\nΠλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.\nτῇ μέν τ' οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι\nτρήρωνες, ταί τ' ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,\nἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·\nἀλλ' ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.\nτῇ δ' οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,\nἀλλά θ' ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν\nκύμαθ' ἁλὸς φορέουσι πυρός τ' ὀλοοῖο θύελλαι.\nοἴη δὴ κείνῃ γε παρέπλω ποντοπόρος νηῦς\nἈργὼ πᾶσι μέλουσα, παρ' Αἰήταο πλέουσα·\nκαί νύ κε τὴν ἔνθ' ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,\nἀλλ' Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.\n\nοἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει\nὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε\nκυανέη· τὸ μὲν οὔ ποτ' ἐρωεῖ, οὐδέ ποτ' αἴθρη\nκείνου ἔχει κορυφὴν οὔτ' ἐν θέρει οὔτ' ἐν ὀπώρῃ·\nοὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ' ἐπιβαίη,\nοὐδ' εἴ οἱ χεῖρές γε ἐείκοσι καὶ πόδες εἶεν·\nπέτρη γὰρ λίς ἐστι, περιξέστῃ ἐϊκυῖα.\nμέσσῳ δ' ἐν σκοπέλῳ ἐστὶ σπέος ἠεροειδές,\nπρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς\nνῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμ' Ὀδυσσεῦ.\nοὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήϊος ἀνὴρ\nτόξῳ ὀϊστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.\nἔνθα δ' ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.\nτῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλλῆς\nγίνεται, αὐτὴ δ' αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν\nγηθήσειεν ἰδών, οὐδ' εἰ θεὸς ἀντιάσειε.\nτῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,\nἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ\nσμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες,\nπυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.\nμέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,\nἔξω δ' ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου·\nαὐτοῦ δ' ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,\nδελφῖνάς τε κύνας τε καὶ εἴ ποθι μεῖζον ἕλῃσι\nκῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.\nτῇ δ' οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται\nπαρφυγέειν σὺν νηΐ· φέρει δέ τε κρατὶ ἑκάστῳ\nφῶτ' ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.\n\nτὸν δ' ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ,\nπλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.\nτῷ δ' ἐν ἐρινεός ἐστι μέγας, φύλλοισι τεθηλώς·\nτῷ δ' ὑπὸ δῖα Χάρυβδις ἀναρρυβδεῖ μέλαν ὕδωρ.\nτρὶς μὲν γάρ τ' ἀνίησιν ἐπ' ἤματι, τρὶς δ' ἀναρυβδεῖ,\nδεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥυβδήσειεν·\nοὐ γάρ κεν ῥύσαιτό σ' ὑπὲκ κακοῦ οὐδ' ἐνοσίχθων.\nἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα\nνῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν\nἓξ ἑτάρους ἐν νηῒ ποθήμεναι ἢ ἅμα πάντας.\"\n\nὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀτυζόμενος προσέειπον·\n\"εἰ δ' ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,\nεἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,\nτὴν δέ κ' ἀμυναίμην, ὅτε μοι σίνοιτό γ' ἑταίρους.\"\n\nὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων·\n\"σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήϊα ἔργα μέμηλε\nκαὶ πόνος, οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;\nἡ δέ τοι οὐ θνητή, ἀλλ' ἀθάνατον κακόν ἐστι,\nδεινόν τ' ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·\nοὐδέ τις ἔστ' ἀλκή· φυγέειν κάρτιστον ἀπ' αὐτῆς.\nἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,\nδείδω μή σ' ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι\nτόσσῃσιν κεφαλῇσι, τόσους δ' ἐκ φῶτας ἕληται.\nἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιϊν,\nμητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·\nἥ μιν ἔπειτ' ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.\n\nΘρινακίην δ' ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ\nβόσκοντ' Ἠελίοιο βόες καὶ ἴφια μῆλα.\nἑπτὰ βοῶν ἀγέλαι, τόσα δ' οἰῶν πώεα καλά,\nπεντήκοντα δ' ἕκαστα. γόνος δ' οὐ γίνεται αὐτῶν,\nοὐδέ ποτε φθινύθουσι. θεαὶ δ' ἐπιποιμένες εἰσί,\nνύμφαι ἐϋπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,\nἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.\nτὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ\nΘρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,\nμῆλα φυλασσέμεναι πατρώϊα καὶ ἕλικας βοῦς.\nτὰς εἰ μέν κ' ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,\nἦ τ' ἂν ἔτ' εἰς Ἰθάκην, κακά περ πάσχοντες, ἵκοισθε·\nεἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεθρον\nνηΐ τε καὶ ἑτάροισ'. αὐτὸς δ' εἴ πέρ κεν ἀλύξῃς,\nὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.\"\n\nὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.\nἡ μὲν ἔπειτ' ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·\nαὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους\nαὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.\nοἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,\nἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\nἡμῖν δ' αὖ κατόπισθε νεὸς κυανοπρῴροιο\nἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,\nΚίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.\nαὐτίκα δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα\nἥμεθα· τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνε.\nδὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·\n\n\"ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ' οἴους\nθέσφαθ', ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·\nἀλλ' ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἠὲ θάνωμεν\nἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.\nΣειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων\nφθόγγον ἀλεύασθαι καὶ λειμῶν' ἀνθεμόεντα.\nοἶον ἔμ' ἠνώγει ὄπ' ἀκουέμεν· ἀλλά με δεσμῷ\nδήσατ' ἐν ἀργαλέῳ, ὄφρ' ἔμπεδον αὐτόθι μίμνω,\nὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω.\nεἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,\nὑμεῖς δὲ πλεόνεσσι τότ' ἐν δεσμοῖσι πιέζειν.\"\n\nἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·\nτόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐϋεργὴς\nνῆσον Σειρήνοιϊν· ἔπειγε γὰρ οὖρος ἀπήμων.\nαὐτίκ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη\n\nἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.\nἀνστάντες δ' ἕταροι νεὸς ἱστία μηρύσαντο,\nκαὶ τὰ μὲν ἐν νηῒ γλαφυρῇ θέσαν, οἱ δ' ἐπ' ἐρετμὰ\nἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇσ' ἐλάτῃσιν.\nαὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέϊ χαλκῷ\nτυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·\nαἶψα δ' ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς\nἨελίου τ' αὐγὴ Ὑπεριονίδαο ἄνακτος·\nἑξείης δ' ἑτάροισιν ἐπ' οὔατα πᾶσιν ἄλειψα.\nοἱ δ' ἐν νηΐ μ' ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε\nὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνῆπτον·\nαὐτοὶ δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\nἀλλ' ὅτε τόσσον ἀπῆμεν, ὅσον τε γέγωνε βοήσας,\nῥίμφα διώκοντες, τὰς δ' οὐ λάθεν ὠκύαλος νηῦς\nἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ' ἔντυνον ἀοιδήν·\n\n\"δεῦρ' ἄγ' ἰών, πολύαιν' Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,\nνῆα κατάστησον, ἵνα νωϊτέρην ὄπ' ἀκούσῃς.\nοὐ γάρ πώ τις τῇδε παρήλασε νηῒ μελαίνῃ,\nπρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ' ἀκοῦσαι,\nἀλλ' ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.\nἴδμεν γάρ τοι πάνθ', ὅσ' ἐνὶ Τροίῃ εὐρείῃ\nἈργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,\nἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.\"\n\nὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ\nἤθελ' ἀκουέμεναι, λῦσαί τ' ἐκέλευον ἑταίρους\nὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.\nαὐτίκα δ' ἀνστάντες Περιμήδης Εὐρύλοχός τε\nπλείοσί μ' ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.\nαὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν οὐδ' ἔτ' ἔπειτα\nφθόγγον Σειρήνων ἠκούομεν οὐδέ τ' ἀοιδήν,\nαἶψ' ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,\nὅν σφιν ἐπ' ὠσὶν ἄλειψ', ἐμέ τ' ἐκ δεσμῶν ἀνέλυσαν.\n\nἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ' ἔπειτα\nκαπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.\nτῶν δ' ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ' ἐρετμά,\nβόμβησαν δ' ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δ' αὐτοῦ\nνηῦς, ἐπεὶ οὐκέτ' ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.\nαὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους\nμειλιχίοισ' ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·\n\n\"ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·\nοὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν, ἢ ὅτε Κύκλωψ\nεἴλει ἐνὶ σπῆϊ γλαφυρῷ κρατερῆφι βίηφιν·\nἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε\nἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀΐω.\nνῦν δ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.\nὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν\nτύπτετε κληΐδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς\nδώῃ τόνδε γ' ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·\nσοὶ δέ, κυβερνῆθ', ὧδ' ἐπιτέλλομαι· ἀλλ' ἐνὶ θυμῷ\nβάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήϊα νωμᾷς·\nτούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε\nνῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι\nκεῖσ' ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.\"\n\nὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖσ' ἐπέεσσι πίθοντο.\nΣκύλλην δ' οὐκέτ' ἐμυθεόμην, ἄπρηκτον ἀνίην,\nμή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι\nεἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.\nκαὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς\nλανθανόμην, ἐπεὶ οὔ τί μ' ἀνώγει θωρήσσεσθαι·\nαὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε\nμάκρ' ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον\nπρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι\nΣκύλλην πετραίην, ἥ μοι φέρε πῆμ' ἑτάροισιν.\nοὐδέ πῃ ἀθρῆσαι δυνάμην· ἔκαμον δέ μοι ὄσσε\nπάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.\n\nἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·\nἔνθεν γὰρ Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις\nδεινὸν ἀνερρύβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.\nἦ τοι ὅτ' ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ\nπᾶσ' ἀναμορμύρεσκε κυκωμένη· ὑψόσε δ' ἄχνη\nἄκροισι σκοπέλοισιν ἐπ' ἀμφοτέροισιν ἔπιπτεν.\nἀλλ' ὅτ' ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,\nπᾶσ' ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη\nδεινὸν βεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε\nψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.\nἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·\nτόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους\nἓξ ἕλεθ', οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.\nσκεψάμενος δ' ἐς νῆα θοὴν ἅμα καὶ μεθ' ἑταίρους\nἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν\nὑψόσ' ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες\nἐξονομακλήδην, τότε γ' ὕστατον, ἀχνύμενοι κῆρ.\nὡς δ' ὅτ' ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ\nἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων\nἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,\nἀσπαίροντα δ' ἔπειτα λαβὼν ἔρριψε θύραζε,\nὣς οἵ γ' ἀσπαίροντες ἀείροντο προτὶ πέτρας.\nαὐτοῦ δ' εἰνὶ θύρῃσι κατήσθιε κεκλήγοντας,\nχεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηϊοτῆτι.\nοἴκτιστον δὴ κεῖνο ἐμοῖσ' ἴδον ὀφθαλμοῖσι\nπάντων, ὅσσ' ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.\n\nαὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν\nΣκύλλην τ', αὐτίκ' ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον\nἱκόμεθ'· ἔνθα δ' ἔσαν καλαὶ βόες εὐρυμέτωποι,\nπολλὰ δὲ ἴφια μῆλ' Ὑπερίονος Ἠελίοιο.\nδὴ τότ' ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηῒ μελαίνῃ\nμυκηθμοῦ τ' ἤκουσα βοῶν αὐλιζομενάων\nοἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ\nμάντιος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,\nΚίρκης τ' Αἰαίης, ἥ μοι μάλα πόλλ' ἐπέτελλε\nνῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.\nδὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·\n\n\"κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι,\nὄφρ' ὕμιν εἴπω μαντήϊα Τειρεσίαο\nΚίρκης τ' Αἰαίης, ἥ μοι μάλα πόλλ' ἐπέτελλε\nνῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·\nἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.\nἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.\"\n\nὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.\nαὐτίκα δ' Εὐρύλοχος στυγερῷ μ' ἠμείβετο μύθῳ·\n\n\"σχέτλιός εἰς, Ὀδυσεῦ, περί τοι μένος, οὐδέ τι γυῖα\nκάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,\nὅς ῥ' ἑτάρους καμάτῳ ἀδηκότας ἠδὲ καὶ ὕπνῳ\nοὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε\nνήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,\nἀλλ' αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας,\nνήσου ἀποπλαγχθέντας, ἐν ἠεροειδέϊ πόντῳ.\nἐκ νυκτῶν δ' ἄνεμοι χαλεποί, δηλήματα νηῶν,\nγίνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,\nἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,\nἢ νότου ἢ ζεφύροιο δυσαέος, οἵ τε μάλιστα\nνῆα διαρραίουσι, θεῶν ἀέκητι ἀνάκτων;\nἀλλ' ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ\nδόρπον θ' ὁπλισόμεσθα θοῇ παρὰ νηῒ μένοντες·\nἠῶθεν δ' ἀναβάντες ἐνήσομεν εὐρέϊ πόντῳ.\"\n\nὣς ἔφατ' Εὐρύλοχος, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι.\nκαὶ τότε δὴ γίνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\n\n\"Εὐρύλοχ', ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.\nἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·\nεἴ κέ τιν' ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ' οἰῶν\nεὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν\nἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι\nἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.\"\n\nὣς ἐφάμην, οἱ δ' αὐτίκ' ἀπώμνυον ὡς ἐκέλευον.\nαὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,\nστήσαμεν ἐν λιμένι γλαφυρῷ εὐεργέα νῆα\nἄγχ' ὕδατος γλυκεροῖο καὶ ἐξαπέβησαν ἑταῖροι\nνηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nμνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,\nοὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·\nκλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.\nἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει,\nὦρσεν ἔπι ζαὴν ἄνεμον νεφεληγερέτα Ζεὺς\nλαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε\nγαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ' οὐρανόθεν νύξ.\n\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nνῆα μὲν ὡρμίσαμεν, κοῖλον σπέος εἰσερύσαντες·\nἔνθα δ' ἔσαν Νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·\nκαὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·\n\n\"ὦ φίλοι, ἐν γὰρ νηῒ θοῇ βρῶσίς τε πόσις τε\nἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·\nδεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,\nἨελίου, ὃς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει.\"\n\nὣς ἐφάμην, τοῖσιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.\nμῆνα δὲ πάντ' ἄλληκτος ἄη νότος, οὐδέ τις ἄλλος\nγίνετ' ἔπειτ' ἀνέμων, εἰ μὴ εὖρός τε νότος τε.\nοἱ δ' εἷος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,\nτόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο·\nἀλλ' ὅτε δὴ νηὸς ἐξέφθιτο ἤϊα πάντα,\nκαὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,\nἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,\nγναμπτοῖσ' ἀγκίστροισιν· ἔτειρε δὲ γαστέρα λιμός·\nδὴ τότ' ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν\nεὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.\nἀλλ' ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,\nχεῖρας νιψάμενος, ὅθ' ἐπὶ σκέπας ἦν ἀνέμοιο,\nἠρώμην πάντεσσι θεοῖσ', οἳ Ὄλυμπον ἔχουσιν·\nοἱ δ' ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.\nΕὐρύλοχος δ' ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·\n\n\"κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·\nπάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,\nλιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.\nἀλλ' ἄγετ', Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας\nῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.\nεἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,\nαἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν\nτεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.\nεἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων\nνῆ' ἐθέλῃ ὀλέσαι, ἐπὶ δ' ἕσπωνται θεοὶ ἄλλοι,\nβούλομ' ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι\nἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.\"\n\nὣς ἔφατ' Εὐρύλοχος, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι.\nαὐτίκα δ' Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας\nἐγγύθεν· - οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο\nβοσκέσκονθ' ἕλικες καλαὶ βόες εὐρυμέτωποι· -\nτὰς δὲ περιστήσαντο καὶ εὐχετόωντο θεοῖσι,\nφύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·\nοὐ γὰρ ἔχον κρῖ λευκὸν ἐϋσσέλμου ἐπὶ νηός.\nαὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,\nμηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν,\nδίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.\nοὐδ' εἶχον μέθυ λεῖψαι ἐπ' αἰθομένοισ' ἱεροῖσιν,\nἀλλ' ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.\nαὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχνα πάσαντο,\nμίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρον.\n\nκαὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος·\nβῆν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.\nἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,\nκαὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή·\nοἰμώξας δὲ θεοῖσι μετ' ἀθανάτοισι γεγώνευν·\n\n\"Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,\nἦ με μάλ' εἰς ἄτην κοιμήσατε νηλέϊ ὕπνῳ,\nοἱ δ' ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.\"\n\nὠκέα δ' Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε\nΛαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.\nαὐτίκα δ' ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·\n\n\"Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,\nτεῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,\nοἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε\nχαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,\nἠδ' ὁπότ' ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτραποίμην.\nεἰ δέ μοι οὐ τείσουσι βοῶν ἐπιεικέ' ἀμοιβήν,\nδύσομαι εἰς Ἀΐδαο καὶ ἐν νεκύεσσι φαείνω.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·\n\"Ἠέλι', ἦ τοι μὲν σὺ μετ' ἀθανάτοισι φάεινε\nκαὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·\nτῶν δέ κ' ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ\nτυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.\"\n\nταῦτα δ' ἐγὼν ἤκουσα Καλυψοῦς ἠϋκόμοιο·\nἡ δ' ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.\n\nαὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,\nνείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος\nεὑρέμεναι δυνάμεσθα· βόες δ' ἀποτέθνασαν ἤδη.\nτοῖσιν δ' αὐτίκ' ἔπειτα θεοὶ τέραα προὔφαινον·\nεἷρπον μὲν ῥινοί, κρέα δ' ἀμφ' ὀβελοῖσ' ἐμεμύκει,\nὀπταλέα τε καὶ ὠμά· βοῶν δ' ὣς γίνετο φωνή.\n\nἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι\nδαίνυντ' Ἠελίοιο βοῶν ἐλόωντες ἀρίστας·\nἀλλ' ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,\nκαὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,\nἡμεῖς δ' αἶψ' ἀναβάντες ἐνήκαμεν εὐρέϊ πόντῳ,\nἱστὸν στησάμενοι ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες.\n\nἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν οὐδέ τις ἄλλη\nφαίνετο γαιάων, ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα,\nδὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων\nνηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ' αὐτῆς.\nἡ δ' ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε\nκεκληγὼς ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων.\nἱστοῦ δὲ προτόνους ἔρρηξ' ἀνέμοιο θύελλα\nἀμφοτέρους, ἱστὸς δ' ὀπίσω πέσεν, ὅπλα τε πάντα\nεἰς ἄντλον κατέχυνθ'· ὁ δ' ἄρα πρυμνῇ ἐνὶ νηῒ\nπλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ' ὀστέ' ἄραξε\nπάντ' ἄμυδις κεφαλῆς· ὁ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς\nκάππεσ' ἀπ' ἰκριόφιν, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ.\nΖεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·\nἡ δ' ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,\nἐν δὲ θεείου πλῆτο· πέσον δ' ἐκ νηὸς ἑταῖροι.\nοἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν\nκύμασιν ἐμφορέοντο, θεὸς δ' ἀποαίνυτο νόστον.\n\nαὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ' ἀπὸ τοίχους\nλῦσε κλύδων τρόπιος· τὴν δὲ ψιλὴν φέρε κῦμα.\nἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν· αὐτὰρ ἐπ' αὐτῷ\nἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·\nτῷ ῥ' ἄμφω συνέεργον ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,\nἑζόμενος δ' ἐπὶ τοῖς φερόμην ὀλοοῖσ' ἀνέμοισιν.\n\nἔνθ' ἦ τοι ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,\nἦλθε δ' ἐπὶ νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,\nὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.\nπαννύχιος φερόμην, ἅμα δ' ἠελίῳ ἀνιόντι\nἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.\nἡ μὲν ἀνερρύβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·\nαὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ' ἀερθείς,\nτῷ προσφὺς ἐχόμην ὡς νυκτερίς· οὐδέ πῃ εἶχον\nοὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ' ἐπιβῆναι·\nῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δ' ἔσαν ὄζοι\nμακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.\nνωλεμέως δ' ἐχόμην, ὄφρ' ἐξεμέσειεν ὀπίσσω\nἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον,\nὄψ'· ἦμος δ' ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη\nκρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,\nτῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.\nἧκα δ' ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,\nμέσσῳ δ' ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,\nἑζόμενος δ' ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.\nΣκύλλην δ' οὐκέτ' ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε\nεἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.\n\nἔνθεν δ' ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ\nνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ\nναίει ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,\nἥ μ' ἐφίλει τ' ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;\nἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ\nσοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν\nαὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.\"\n\nὫς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,\nκηληθμῷ δ' ἔσχοντο κατὰ μέγαρα σκιόεντα.\nτὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·\n\n\"ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,\nὑψερεφές, τῶ σ' οὔ τι πάλιν πλαγχθέντα γ' ὀΐω\nἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.\nὑμέων δ' ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,\n\nὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον\nαἰεὶ πίνετ' ἐμοῖσιν, ἀκουάζεσθε δ' ἀοιδοῦ·\nεἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ\nκεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα\nδῶρ', ὅσα Φαιήκων βουληφόροι ἐνθάδ' ἔνεικαν·\nἀλλ' ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα\nἀνδρακάς, ἡμεῖς δ' αὖτε ἀγειρόμενοι κατὰ δῆμον\nτεισόμεθ'· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.\"\n\nὣς ἔφατ' Ἀλκίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.\nοἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος·\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nνῆάδ' ἐπεσσεύοντο, φέρον δ' εὐήνορα χαλκόν.\nκαὶ τὰ μὲν εὖ κατέθηχ' ἱερὸν μένος Ἀλκινόοιο,\nαὐτὸς ἰὼν διὰ νηός, ὑπὸ ζυγά, μή τιν' ἑταίρων\nβλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ' ἐρετμοῖς·\nοἱ δ' εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ' ἀλέγυνον.\n\nτοῖσι δὲ βοῦν ἱέρευσ' ἱερὸν μένος Ἀλκινόοιο\nΖηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.\nμῆρα δὲ κήαντες δαίνυντ' ἐρικυδέα δαῖτα\nτερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,\nΔημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς\nπολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,\nδῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.\nὡς δ' ὅτ' ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ\nνειὸν ἀν' ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·\nἀσπασίως δ' ἄρα τῷ κατέδυ φάος ἠελίοιο\nδόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ' ἰόντι·\nὣς Ὀδυσῆ' ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.\nαἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,\nἈλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·\n\n\"Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\nπέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ' αὐτοί.\nἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,\nπομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες\nὄλβια ποιήσειαν· ἀμύμονα δ' οἴκοι ἄκοιτιν\nνοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.\nὑμεῖς δ' αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας\nκουριδίας καὶ τέκνα· θεοὶ δ' ἀρετὴν ὀπάσειαν\nπαντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον\nπεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπε.\nκαὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·\n\n\"Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον\nπᾶσιν ἀνὰ μέγαρον, ὄφρ' εὐξάμενοι Διὶ πατρὶ\nτὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.\"\n\nὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,\nνώμησεν δ' ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν\nἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,\nαὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ' ἵστατο δῖος Ὀδυσσεύς,\nἈρήτῃ δ' ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας\nἔλθῃ καὶ θάνατος, τά τ' ἐπ' ἀνθρώποισι πέλονται.\nαὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδ' ἐνὶ οἴκῳ\nπαισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.\"\n\nὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς.\nτῷ δ' ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο\nἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.\nἈρήτη δ' ἄρα οἱ δμῳὰς ἅμ' ἔπεμπε γυναῖκας,\nτὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,\nτὴν δ' ἑτέρην χηλὸν πυκινὴν ἅμ' ὄπασσε κομίζειν·\nἡ δ' ἄλλη σῖτόν τ' ἔφερεν καὶ οἶνον ἐρυθρόν.\n\nαὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,\nαἶψα τά γ' ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ\nδεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·\nκὰδ δ' ἄρ' Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε\nνηὸς ἐπ' ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,\nπρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο\nσιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῖσιν ἕκαστοι\nκόσμῳ, πεῖσμα δ' ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.\nεὖθ' οἳ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,\nκαὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,\nνήγρετος ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.\nἡ δ', ὥς τ' ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,\nπάντες ἅμ' ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης\nὑψόσ' ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,\nὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ' ὄπισθεν\nπορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.\nἡ δὲ μάλ' ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ\nκίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν·\nὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ' ἔταμνεν,\nἄνδρα φέρουσα θεοῖσ' ἐναλίγκια μήδε' ἔχοντα,\nὃς πρὶν μὲν μάλα πολλὰ πάθ' ἄλγεα ὃν κατὰ θυμόν,\nἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·\nδὴ τότε γ' ἀτρέμας εὗδε, λελασμένος ὅσσ' ἐπεπόνθει.\n\nεὖτ' ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα\nἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,\nτῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.\n\nΦόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,\nἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ\nἀκταὶ ἀπορρῶγες, λιμένος πότι πεπτηυῖαι,\nαἵ τ' ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα\nἔκτοθεν· ἔντοσθεν δέ τ' ἄνευ δεσμοῖο μένουσι\nνῆες ἐΰσσελμοι, ὅτ' ἂν ὅρμου μέτρον ἵκωνται.\nαὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,\nἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,\nἱρὸν Νυμφάων, αἳ Νηϊάδες καλέονται.\nἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασι\nλάϊνοι· ἔνθα δ' ἔπειτα τιθαιβώσσουσι μέλισσαι.\nἐν δ' ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε Νύμφαι\nφάρε' ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·\nἐν δ' ὕδατ' ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,\nαἱ μὲν πρὸς βορέαο καταιβαταὶ ἀνθρώποισιν,\nαἱ δ' αὖ πρὸς νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ\nἄνδρες ἐσέρχονται, ἀλλ' ἀθανάτων ὁδός ἐστιν.\n\nἔνθ' οἵ γ' εἰσέλασαν, πρὶν εἰδότες. ἡ μὲν ἔπειτα\nἠπείρῳ ἐπέκελσεν ὅσον τ' ἐπὶ ἥμισυ πάσης,\nσπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσ' ἐρετάων.\nοἱ δ' ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε\nπρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν\nαὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,\nκὰδ δ' ἄρ' ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,\nἐκ δὲ κτήματ' ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ\nὤπασαν οἴκαδ' ἰόντι διὰ μεγάθυμον Ἀθήνην.\nκαὶ τὰ μὲν οὖν παρὰ πυθμέν' ἐλαίης ἁθρόα θῆκαν\nἐκτὸς ὁδοῦ, μή πώ τις ὁδιτάων ἀνθρώπων,\nπρὶν Ὀδυσῆ' ἐγρέσθαι, ἐπελθὼν δηλήσαιτο·\nαὐτοὶ δ' αὖ οἶκόνδε πάλιν κίον. οὐδ' ἐνοσίχθων\nλήθετ' ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ\nπρῶτον ἐπηπείλησε, Διὸς δ' ἐξείρετο βουλήν·\n\n\"Ζεῦ πάτερ, οὐκέτ' ἐγώ γε μετ' ἀθανάτοισι θεοῖσι\nτιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσι,\nΦαίηκες, τοί πέρ τε ἐμῆς ἔξ εἰσι γενέθλης.\nκαὶ γὰρ νῦν Ὀδυσῆ' ἐφάμην κακὰ πολλὰ παθόντα\nοἴκαδ' ἐλεύσεσθαι· - νόστον δέ οἱ οὔ ποτ' ἀπηύρων\nπάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας· -\nοἱ δ' εὕδοντ' ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες\nκάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἀγλαὰ δῶρα,\nχαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ' ὑφαντήν,\nπόλλ', ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεύς,\nεἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·\n\"ὢ πόποι, ἐννοσίγαι' εὐρυσθενές, οἷον ἔειπες.\nοὔ τί σ' ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη\nπρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.\nἀνδρῶν δ' εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων\nοὔ τι τίει, σοὶ δ' ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.\nἕρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα Ποσειδάων ἐνοσίχθων·\n\"αἶψά κ' ἐγὼν ἕρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·\nἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ' ἀλεείνω.\nνῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα\nἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳ\nῥαῖσαι, ἵν' ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς\nἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·\n\"ὦ πέπον, ὣς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα·\n\nὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται\nλαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης\nνηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες\nἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.\"\n\nαὐτὰρ ἐπεὶ τό γ' ἄκουσε Ποσειδάων ἐνοσίχθων,\nβῆ ῥ' ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.\nἔνθ' ἔμεν'· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς\nῥίμφα διωκομένη. τῆς δὲ σχεδὸν ἦλθ' ἐνοσίχθων,\nὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε\nχειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.\n\nοἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον\nΦαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρες.\nὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n\n\"ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησ' ἐνὶ πόντῳ\nοἴκαδ' ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.\"\n\nὣς ἄρα τις εἴπεσκε· τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.\nτοῖσιν δ' Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·\n\n\"ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ' ἱκάνει\nπατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι\nἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.\nφῆ ποτε Φαιήκων ἀνδρῶν περικαλλέα νῆα\nἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳ\nῥαισέμεναι, μέγα δ' ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.\nὣς ἀγόρευ' ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.\nἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·\nπομπῆς μὲν παύεσθε βροτῶν, ὅτε κέν τις ἵκηται\nἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους\nδώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κ' ἐλεήσῃ\nμηδ' ἥμιν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.\"\n\nὣς ἔφαθ', οἱ δ' ἔδδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.\nὣς οἱ μέν ῥ' εὔχοντο Ποσειδάωνι ἄνακτι\nδήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,\nἑσταότες περὶ βωμόν. ὁ δ' ἔγρετο δῖος Ὀδυσσεὺς\nεὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,\nἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε\nΠαλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν\nἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,\nμή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,\nπρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτεῖσαι.\nτοὔνεκ' ἄρ' ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,\nἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι\nπέτραι τ' ἠλίβατοι καὶ δένδρεα τηλεθάοντα.\nστῆ δ' ἄρ' ἀναΐξας καί ῥ' εἴσιδε πατρίδα γαῖαν,\nᾤμωξέν τ' ἄρ' ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ\nχερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα·\n\n\"ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;\nἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,\nἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;\nπῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ δὲ καὶ αὐτὸς\nπλάγξομαι; αἴθ' ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν\nαὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων\nἐξικόμην, ὅς κέν μ' ἐφίλει καὶ ἔπεμπε νέεσθαι.\nνῦν δ' οὔτ' ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ\nκαλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.\nὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι\nἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,\nοἵ μ' εἰς ἄλλην γαῖαν ἀπήγαγον· ἦ τέ μ' ἔφαντο\nἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδ' ἐτέλεσσαν.\nΖεύς σφεας τείσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους\nἀνθρώπους ἐφορᾷ καὶ τείνυται, ὅς τις ἁμάρτῃ.\nἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι,\nμή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.\"\n\nὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας\nἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.\nτῶν μὲν ἄρ' οὔ τι πόθει· ὁ δ' ὀδύρετο πατρίδα γαῖαν\nἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,\nπόλλ' ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,\nἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,\nπαναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,\nδίπτυχον ἀμφ' ὤμοισιν ἔχουσ' εὐεργέα λώπην·\nποσσὶ δ' ὑπὸ λιπαροῖσι πέδιλ' ἔχε, χερσὶ δ' ἄκοντα.\nτὴν δ' Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"ὦ φίλ', ἐπεί σε πρῶτα κιχάνω τῷδ' ἐνὶ χώρῳ,\nχαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,\nἀλλὰ σάω μὲν ταῦτα, σάω δ' ἐμέ· σοὶ γὰρ ἐγώ γε\nεὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθ' ἱκάνω.\nκαί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐῢ εἰδῶ·\nτίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;\nἤ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ\nκεῖθ' ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;\"\n\nτὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n\"νήπιός εἰς, ὦ ξεῖν', ἢ τηλόθεν εἰλήλουθας,\nεἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην\nοὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,\nἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ' ἠέλιόν τε,\nἠδ' ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.\nἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν\nοὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ' εὐρεῖα τέτυκται.\nἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος\nγίνεται· αἰεὶ δ' ὄμβρος ἔχει τεθαλυῖά τ' ἐέρση.\nαἰγίβοτος δ' ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη\nπαντοίη, ἐν δ' ἀρδμοὶ ἐπηετανοὶ παρέασι.\nτῶ τοι, ξεῖν', Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ' ἵκει,\nτήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.\"\n\nὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεὺς\nχαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε\nΠαλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο·\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· -\nοὐδ' ὅ γ' ἀληθέα εἶπε, πάλιν δ' ὅ γε λάζετο μῦθον,\nαἰὲν ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν· -\n\n\"πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,\nτηλοῦ ὑπὲρ πόντου· νῦν δ' εἰλήλουθα καὶ αὐτὸς\nχρήμασι σὺν τοίσδεσσι· λιπὼν δ' ἔτι παισὶ τοσαῦτα\nφεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,\nὈρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ\nἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,\nοὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης\nΤρωϊάδος, τῆς εἵνεκ' ἐγὼ πάθον ἄλγεα θυμῷ,\nἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,\nοὕνεκ' ἄρ' οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον\nδήμῳ ἔνι Τρώων, ἀλλ' ἄλλων ἦρχον ἑταίρων.\nτὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ\nἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·\nνὺξ δὲ μάλα δνοφερὴ κάτεχ' οὐρανόν, οὐδέ τις ἥμεας\nἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.\nαὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,\nαὐτίκ' ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς\nἐλλισάμην καί σφιν μενοεικέα ληΐδα δῶκα·\nτούς μ' ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι\nἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.\nἀλλ' ἦ τοί σφεας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο\nπόλλ' ἀεκαζομένους, οὐδ' ἤθελον ἐξαπατῆσαι.\nκεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.\nσπουδῇ δ' ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἥμιν\nδόρπου μνῆστις ἔην μάλα περ χατέουσιν ἑλέσθαι,\nἀλλ' αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.\nἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπέλλαβε κεκμηῶτα,\nοἱ δὲ χρήματ' ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες\nκάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.\nοἱ δ' ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες\nᾤχοντ'· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.\"\n\nὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,\nχειρί τέ μιν κατέρεξε· δέμας δ' ἤϊκτο γυναικὶ\nκαλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·\nκαί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·\n\n\"κερδαλέος κ' εἴη καὶ ἐπίκλοπος, ὅς σε παρέλθοι\nἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.\nσχέτλιε, ποικιλομῆτα, δόλων ἄατ', οὐκ ἄρ' ἔμελλες,\nοὐδ' ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων\nμύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.\nἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω\nκέρδε', ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ' ἄριστος ἁπάντων\nβουλῇ καὶ μύθοισιν, ἐγὼ δ' ἐν πᾶσι θεοῖσι\nμήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γ' ἔγνως\nΠαλλάδ' Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ\n\nἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,\nκαὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα.\nνῦν αὖ δεῦρ' ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω\nχρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ\nὤπασαν οἴκαδ' ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,\nεἴπω θ' ὅσσα τοι αἶσα δόμοισ' ἔνι ποιητοῖσι\nκήδε' ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,\nμηδέ τῳ ἐκφάσθαι μήτ' ἀνδρῶν μήτε γυναικῶν,\nπάντων, οὕνεκ' ἄρ' ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ\nπάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι\nκαὶ μάλ' ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.\nτοῦτο δ' ἐγὼν εὖ οἶδ', ὅτι μοι πάρος ἠπίη ἦσθα,\nεἷος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν·\nαὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,\nβῆμεν δ' ἐν νήεσσι, θεὸς δ' ἐκέδασσεν Ἀχαιούς,\nοὔ σ' ἔτ' ἔπειτα ἴδον, κούρη Διός, οὐδ' ἐνόησα\nνηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.\nἀλλ' αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ\nἠλώμην, εἷός με θεοὶ κακότητος ἔλυσαν·\nπρίν γ' ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ\nθάρσυνάς τ' ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.\nνῦν δέ σε πρὸς πατρὸς γουνάζομαι· - οὐ γὰρ ὀΐω\nἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τιν' ἄλλην\nγαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω\nταῦτ' ἀγορευέμεναι, ἵν' ἐμὰς φρένας ἠπεροπεύῃς· -\nεἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ' ἱκάνω.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·\n\"αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·\nτῶ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,\nοὕνεκ' ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.\nἀσπασίως γάρ κ' ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν\nἵετ' ἐνὶ μεγάροισ' ἰδέειν παῖδάς τ' ἄλοχόν τε·\nσοὶ δ' οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,\nπρίν γ' ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως\nἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ\nφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.\nαὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ' ἀπίστεον, ἀλλ' ἐνὶ θυμῷ\nᾔδε', ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·\nἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι\nπατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,\nχωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.\nἀλλ' ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς·\nΦόρκυνος μὲν ὅδ' ἐστὶ λιμήν, ἁλίοιο γέροντος,\nἥδε δ' ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·\nἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,\nἱρὸν Νυμφάων, αἳ Νηϊάδες καλέονται·\nτοῦτο δέ τοι σπέος εὐρὺ κατηρεφές, ἔνθα σὺ πολλὰς\nἕρδεσκες Νύμφῃσι τεληέσσας ἑκατόμβας·\nτοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.\"\n\nὣς εἰποῦσα θεὰ σκέδασ' ἠέρα, εἴσατο δὲ χθών·\nγήθησέν τ' ἄρ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεὺς\nχαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.\nαὐτίκα δὲ Νύμφῃσ' ἠρήσατο χεῖρας ἀνασχών·\n\n\"Νύμφαι Νηϊάδες, κοῦραι Διός, οὔ ποτ' ἐγώ γε\nὄψεσθ' ὔμμ' ἐφάμην· νῦν δ' εὐχωλῇσ' ἀγανῇσι\nχαίρετ'· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,\nαἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη\nαὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.\"\n\nτὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη\n\"θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων·\nἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο\nθείομεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·\nαὐτοὶ δὲ φραζώμεθ', ὅπως ὄχ' ἄριστα γένηται.\"\n\nὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,\nμαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς\nἄσσον πάντ' ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν\nεἵματά τ' εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.\nκαὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δ' ἐπέθηκε θύρῃσι\nΠαλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.\n\nτὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν' ἐλαίης\nφραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.\nτοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·\n\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nφράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,\nοἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,\nμνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·\nἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν\nπάντας μέν ῥ' ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,\nἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο\nφθείσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,\nεἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.\nἀλλ' ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτείσομαι αὐτούς·\nπὰρ δέ μοι αὐτὴ στῆθι μένος πολυθαρσὲς ἐνεῖσα,\nοἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.\nαἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,\nκαί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην\nσὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσ' ἐπαρήγοις.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·\n\"καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,\nὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τιν' ὀΐω\nαἵματί τ' ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας\nἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.\nἀλλ' ἄγε σ' ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·\nκάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,\nξανθὰς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος\nἕσσω, ὅ κεν στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα,\nκνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ' ἐόντε,\nὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς\nσῇ τ' ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.\nαὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,\nὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,\nπαῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.\nδήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται\nπὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,\nἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ\nπίνουσαι, τά θ' ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.\nἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,\nὄφρ' ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα\nΤηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·\nὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον\nᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτ' εἴης.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"τίπτε τ' ἄρ' οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;\nἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ\nπόντον ἐπ' ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδωσι;\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·\n\"μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.\nαὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο\nκεῖσ' ἐλθών· ἀτὰρ οὔ τιν' ἔχει πόνον, ἀλλὰ ἕκηλος\nἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δ' ἄσπετα κεῖται.\nἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,\nἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·\nἀλλὰ τά γ' οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει\nἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.\"\n\nὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατ' Ἀθήνη.\nκάρψε μέν οἱ χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,\nξανθὰς δ' ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα\nπάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,\nκνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ' ἐόντε·\nἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,\nῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·\nἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ' ἐλάφοιο,\nψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,\nπυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.\n\nτώ γ' ὣς βουλεύσαντε διέτμαγεν· ἡ μὲν ἔπειτα\nἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ' Ὀδυσῆος.\n\nΑὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν\nχῶρον ἀν' ὑλήεντα δι' ἄκριας, ᾗ οἱ Ἀθήνη\nπέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα\nκήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.\n\nτὸν δ' ἄρ' ἐνὶ προδόμῳ εὗρ' ἥμενον, ἔνθα οἱ αὐλὴ\n\nὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,\nκαλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης\nαὐτὸς δείμαθ' ὕεσσιν ἀποιχομένοιο ἄνακτος,\nνόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,\nῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ.\nσταυροὺς δ' ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα\nπυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας.\nἔντοσθεν δ' αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει\nπλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ\nπεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,\nθήλειαι τοκάδες· τοὶ δ' ἄρσενες ἐκτὸς ἴαυον,\nπολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες\nἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης\nαἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·\nοἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.\nπὰρ δὲ κύνες θήρεσσιν ἐοικότες αἰὲν ἴαυον\nτέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.\nαὐτὸς δ' ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,\nτάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι\nᾤχοντ' ἄλλυδις ἄλλος ἅμ' ἀγρομένοισι σύεσσιν,\nοἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε\nσῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,\nὄφρ' ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.\n\nἐξαπίνης δ' Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.\nοἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς\nἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.\nἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·\nἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν\nἔσσυτ' ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.\nτοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον\nπυκνῇσιν λιθάδεσσιν, ὁ δὲ προσέειπεν ἄνακτα·\n\n\"ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο\nἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.\nκαὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·\nἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων\nἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω\nἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς\nπλάζετ' ἐπ' ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,\nεἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.\nἀλλ' ἕπεο, κλισίηνδ' ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,\nσίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,\nεἴπῃς, ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε' ἀνέτλης.\"\n\nὣς εἰπὼν κλισίηνδ' ἡγήσατο δῖος ὑφορβός,\nεἷσεν δ' εἰσαγαγών, ῥῶπας δ' ὑπέχευε δασείας,\nἐστόρεσεν δ' ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,\nαὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δ' Ὀδυσσεύς,\nὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,\nὅττι μάλιστ' ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"ξεῖν', οὔ μοι θέμις ἔστ', οὐδ' εἰ κακίων σέθεν ἔλθοι,\nξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες\nξεῖνοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε φίλη τε\nγίνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστίν,\nαἰεὶ δειδιότων, ὅτ' ἐπικρατέωσιν ἄνακτες\nοἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,\nὅς κεν ἔμ' ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,\nοἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,\nοἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,\nὅς οἱ πολλὰ κάμῃσι, θεὸς δ' ἐπὶ ἔργον ἀέξῃ,\nὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.\nτῶ κέ με πόλλ' ὤνησεν ἄναξ, εἰ αὐτόθ' ἐγήρα·\nἀλλ' ὄλεθ'. ὡς ὤφελλ' Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι\nπρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε·\nκαὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς\nἼλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.\"\n\nὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,\nβῆ δ' ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.\nἔνθεν ἑλὼν δύ' ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,\nεὗσέ τε μίστυλλέν τε καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρεν.\nὀπτήσας δ' ἄρα πάντα φέρων παρέθηκ' Ὀδυσῆϊ\nθέρμ' αὐτοῖσ' ὀβελοῖσιν, ὁ δ' ἄλφιτα λευκὰ πάλυνεν.\nἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,\nαὐτὸς δ' ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·\n\n\"ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,\nχοίρε'· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,\nοὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ' ἐλεητύν.\nοὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,\nἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ' ἀνθρώπων.\nκαὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ' ἐπὶ γαίης\nἀλλοτρίης βῶσιν καί σφιν Ζεὺς ληΐδα δώῃ,\nπλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι, -\nκαὶ μὲν τοῖσ' ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει·\nοἵδε δέ τοι ἴσασι, θεοῦ δέ τιν' ἔκλυον αὐδήν,\nκείνου λυγρὸν ὄλεθρον, ὅ τ' οὐκ ἐθέλουσι δικαίως\nμνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερ', ἀλλὰ ἕκηλοι\nκτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι φειδώ.\nὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,\nοὔ ποθ' ἓν ἱρεύουσ' ἱερήϊον οὐδὲ δύ' οἶα·\nοἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.\nἦ γάρ οἱ ζωή γ' ἦν ἄσπετος· οὔ τινι τόσση\nἀνδρῶν ἡρώων, οὔτ' ἠπείροιο μελαίνης\nοὔτ' αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν\nἔστ' ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.\nδώδεκ' ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,\nτόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν\nβόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες·\nἐνθάδε τ' αἰπόλια πλατέ' αἰγῶν ἕνδεκα πάντα\nἐσχατιῇ βόσκοντ', ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄρονται.\nτῶν αἰεί σφιν ἕκαστος ἐπ' ἤματι μῆλον ἀγινεῖ,\nζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.\nαὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε\nκαί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.\"\n\nὣς φάθ'· ὁ δ' ἐνδυκέως κρέα τ' ἤσθιε πῖνέ τε οἶνον,\nἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.\nαὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,\nκαί οἱ πλησάμενος δῶκε σκύφος, ᾧ περ ἔπινεν,\nοἴνου ἐνίπλειον· ὁ δ' ἐδέξατο, χαῖρε δὲ θυμῷ,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,\nὧδε μάλ' ἀφνειὸς καὶ καρτερός, ὡς ἀγορεύεις;\nφῂς δ' αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.\nεἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.\nΖεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,\nεἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δ' ἀλήθην.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·\n\"ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν\nἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,\nἀλλ' ἄλλως, κομιδῆς κεχρημένοι, ἄνδρες ἀλῆται\nψεύδοντ' οὐδ' ἐθέλουσιν ἀληθέα μυθήσασθαι.\nὃς δέ κ' ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,\nἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·\nἡ δ' εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,\nκαί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,\nἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθ' ὄληται.\nαἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο,\nεἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.\nτοῦ δ' ἤδη μέλλουσι κύνες ταχέες τ' οἰωνοὶ\nῥινὸν ἀπ' ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·\nἢ τόν γ' ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ' αὐτοῦ\nκεῖται ἐπ' ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.\nὣς ὁ μὲν ἔνθ' ἀπόλωλε, φίλοισι δὲ κήδε' ὀπίσσω\nπᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτ' ἄλλον\nἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ' ἐπέλθω,\nοὐδ' εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι\nοἶκον, ὅθι πρῶτον γενόμην καί μ' ἔτρεφον αὐτοί.\nοὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ\nὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·\nἀλλά μ' Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.\nτὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντ' ὀνομάζειν\nαἰδέομαι· περὶ γάρ μ' ἐφίλει καὶ κήδετο θυμῷ·\nἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.\"\n\nτὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n\"ὦ φίλ', ἐπεὶ δὴ πάμπαν ἀναίνεαι οὐδ' ἔτι φῇσθα\nκεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·\n\nἀλλ' ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,\nὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω\nαὐτίκ', ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθ' ἵκηται·\nἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·\nπρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.\nἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι\nγίνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.\nἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα\nἱστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·\nἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.\nτοῦδ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεύς,\nτοῦ μὲν φθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο,\nοἴκαδε νοστήσας, καὶ τείσεται, ὅς τις ἐκείνου\nἐνθάδ' ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"ὦ γέρον, οὔτ' ἄρ' ἐγὼν εὐαγγέλιον τόδε τείσω\nοὔτ' Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος\nπῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων\nμίμνῃσκ'· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν\nἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.\nἀλλ' ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς\nἔλθοι, ὅπως μιν ἐγώ γ' ἐθέλω καὶ Πηνελόπεια\nΛαέρτης θ' ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.\nνῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ' Ὀδυσσεύς,\nΤηλεμάχου. τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,\nκαί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρεια\nπατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,\nτὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας\nἠέ τις ἀνθρώπων· ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν\nἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ\nοἴκαδ' ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται\nνώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.\nἀλλ' ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ\nἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.\nἀλλ' ἄγε μοι σύ, γεραιέ, τὰ σ' αὐτοῦ κήδε' ἐνίσπες\nκαί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐῢ εἰδῶ·\nτίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\nὁπποίης τ' ἐπὶ νηὸς ἀφίκεο; πῶς δέ σε ναῦται\nἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;\nοὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"τοιγὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω.\nεἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ\nἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι\nδαίνυσθαι ἀκέοντ', ἄλλοι δ' ἐπὶ ἔργον ἕποιεν·\nῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα\nοὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,\nὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.\n\nἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,\nἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι\nυἷες ἐνὶ μεγάρῳ ἠμὲν τράφον ἠδ' ἐγένοντο\nγνήσιοι ἐξ ἀλόχου· ἐμὲ δ' ὠνητὴ τέκε μήτηρ\nπαλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα\nΚάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι·\nὃς τότ' ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ\nὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.\nἀλλ' ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι\nεἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο\nπαῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,\nαὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί' ἔνειμαν.\nἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων\nεἵνεκ' ἐμῆς ἀρετῆς. ἐπεὶ οὐκ ἀποφώλιος ἦα\nοὐδὲ φυγοπτόλεμος· νῦν δ' ἤδη πάντα λέλοιπεν·\nἀλλ' ἔμπης καλάμην γέ σ' ὀΐομαι εἰσορόωντα\nγινώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.\nἦ μὲν δὴ θάρσος μοι Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη\nκαὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε\nἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,\nοὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,\nἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον\nἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσι.\nτοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν\nοὐδ' οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,\nἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν\nκαὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,\nλυγρά, τά τ' ἄλλοισίν γε καταρριγηλὰ πέλονται.\nαὐτὰρ ἐμοὶ τὰ φίλ' ἔσκε, τά που θεὸς ἐν φρεσὶ θῆκεν·\nἄλλος γάρ τ' ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.\n\nπρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν\nεἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν\nἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.\nτῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ' ὀπίσσω\nλάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα\nδεινός τ' αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.\nἀλλ' ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς\nἐφράσαθ', ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε,\nδὴ τότ' ἔμ' ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα\nνήεσσ' ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος\nἦεν ἀνήνασθαι, χαλεπὴ δ' ἔχε δήμου φῆμις.\n\nἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,\nτῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν\nοἴκαδε σὺν νήεσσι, θεὸς δ' ἐκέδασσεν Ἀχαιούς.\nαὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·\nμῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσι\nκουριδίῃ τ' ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα\nΑἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,\nνῆας ἐῢ στείλαντα, σὺν ἀντιθέοισ' ἑτάροισιν.\nἐννέα νῆας στεῖλα, θοῶς δ' ἐσαγείρετο λαός.\nἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι\nδαίνυντ'· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον\nθεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.\nἑβδομάτῃ δ' ἀναβάντες ἀπὸ Κρήτης εὐρείης\nἐπλέομεν βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ\nῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι\nνηῶν πημάνθη, ἀλλ' ἀσκηθέες καὶ ἄνουσοι\nἥμεθα, τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον.\nπεμπταῖοι δ' Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,\nστῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.\n\nἔνθ' ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους\nαὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,\nὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·\nοἱ δ' ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,\nαἶψα μάλ' Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς\nπόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,\nαὐτούς τ' ἔκτεινον· τάχα δ' ἐς πόλιν ἵκετ' ἀϋτή.\nοἱ δὲ βοῆς ἀΐοντες ἅμ' ἠόϊ φαινομένηφι\nἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων\nχαλκοῦ τε στεροπῆς. ἐν δὲ Ζεὺς τερπικέραυνος\nφύζαν ἐμοῖσ' ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη\nμεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.\nἔνθ' ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,\nτοὺς δ' ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.\nαὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα\nποίησ'· - ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν\nαὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμ' ὑπέδεκτο· -\nαὐτίκ' ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα\nκαὶ σάκος ὤμοιϊν, δόρυ δ' ἔκβαλον ἔκτοσε χειρός·\nαὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων\nκαὶ κύσα γούναθ' ἑλών· ὁ δ' ἐρύσατο καί μ' ἐλέησεν,\nἐς δίφρον δέ μ' ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.\nἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,\nἱέμενοι κτεῖναι· δὴ γὰρ κεχολώατο λίην·\nἀλλ' ἀπὸ κεῖνος ἔρυκε, Διὸς δ' ὠπίζετο μῆνιν\nξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.\n\nἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δ' ἄγειρα\nχρήματ' ἀν' Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.\nἀλλ' ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,\nδὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,\nτρώκτης, ὃς δὴ πολλὰ κάκ' ἀνθρώπους ἐεόργει·\nὅς μ' ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρ' ἱκόμεσθα\nΦοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματ' ἔκειτο.\nἔνθα παρ' αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.\nἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο\nἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,\nἐς Λιβύην μ' ἐπὶ νηὸς ἐφέσσατο ποντοπόροιο,\nψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,\n\nκεῖθι δέ μ' ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.\nτῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.\nἡ δ' ἔθεεν βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ\nμέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετ' ὄλεθρον.\nἀλλ' ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη\nφαίνετο γαιάων, ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα,\nδὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων\nνηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ' αὐτῆς.\nΖεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·\nἡ δ' ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,\nἐν δὲ θεείου πλῆτο· πέσον δ' ἐκ νηὸς ἅπαντες.\nοἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν\nκύμασιν ἐμφορέοντο· θεὸς δ' ἀποαίνυτο νόστον.\nαὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,\nἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο\nἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.\nτῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖσ' ἀνέμοισιν.\n\nἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ\nγαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.\nἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων\nἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν\nαἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,\nχειρὸς ἀναστήσας, ὄφρ' ἵκετο δώματα πατρός·\nἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.\nἔνθ' Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε\nξεινίσαι ἠδὲ φιλῆσαι ἰόντ' ἐς πατρίδα γαῖαν,\nκαί μοι κτήματ' ἔδειξεν, ὅσα ξυναγείρατ' Ὀδυσσεύς,\nχαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.\nκαί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι·\nτόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.\nτὸν δ' ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο\nἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,\nὅππως νοστήσει' Ἰθάκης ἐς πίονα δῆμον,\nἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.\nὤμοσε δὲ πρὸς ἔμ' αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,\nνῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,\nοἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.\nἀλλ' ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς\nἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.\nἔνθ' ὅ γέ μ' ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ\nἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ\nἀμφ' ἐμοί, ὄφρ' ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.\nἀλλ' ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,\nαὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.\nἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ' ἔδυσαν,\nἀμφὶ δέ με ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,\nῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι.\nἑσπέριοι δ' Ἰθάκης εὐδειέλου ἔργ' ἀφίκοντο.\nἔνθ' ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ\nὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δ' ἀποβάντες\nἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.\nαὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ\nῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,\nξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ\nστῆθος, ἔπειτα δὲ χερσὶ διήρεσα ἀμφοτέρῃσι\nνηχόμενος, μάλα δ' ὦκα θύρηθ' ἔα ἀμφὶς ἐκείνων.\nἔνθ' ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,\nκείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες\nφοίτων· ἀλλ' οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι\nμαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον\nνηὸς ἔπι γλαφυρῆς· ἐμὲ δ' ἔκρυψαν θεοὶ αὐτοὶ\nῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες\nἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας\nταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ' ὅσ' ἀλήθης.\nἀλλὰ τά γ' οὐ κατὰ κόσμον, ὀΐομαι, οὐδέ με πείσεις,\nεἰπὼν ἀμφ' Ὀδυσῆϊ. τί σε χρὴ τοῖον ἐόντα\nμαψιδίως ψεύδεσθαι; ἐγὼ δ' ἐῢ οἶδα καὶ αὐτὸς\nνόστον ἐμοῖο ἄνακτος, ὅ τ' ἤχθετο πᾶσι θεοῖσι\nπάγχυ μάλ', ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν\nἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.\nτῶ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,\nἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ' ὀπίσσω.\nνῦν δέ μιν ἀκλειῶς Ἅρπυιαι ἀνηρέψαντο.\nαὐτὰρ ἐγὼ παρ' ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε\nἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια\nἐλθέμεν ὀτρύνῃσιν, ὅτ' ἀγγελίη ποθὲν ἔλθῃ.\nἀλλ' οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,\nἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,\nἠδ' οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·\nἀλλ' ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,\nἐξ οὗ δή μ' Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,\nὅς ῥ' ἄνδρα κτείνας πολλὴν ἐπὶ γαῖαν ἀληθεὶς\nἤλυθ' ἐμὸν πρὸς σταθμόν· ἐγὼ δέ μιν ἀμφαγάπαζον.\nφῆ δέ μιν ἐν Κρήτεσσι παρ' Ἰδομενῆϊ ἰδέσθαι\nνῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·\nκαὶ φάτ' ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,\nπολλὰ χρήματ' ἄγοντα, σὺν ἀντιθέοισ' ἑτάροισι.\nκαὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,\nμήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·\nοὐ γὰρ τοὔνεκ' ἐγώ σ' αἰδέσσομαι οὐδὲ φιλήσω,\nἀλλὰ Δία ξένιον δείσας αὐτόν τ' ἐλεαίρων.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,\nοἷόν σ' οὐδ' ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.\nἀλλ' ἄγε νῦν ῥήτρην ποιησόμεθ'· αὐτὰρ ὄπισθεν\nμάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.\nεἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,\nἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι\nΔουλίχιόνδ' ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·\nεἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,\nδμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,\nὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·\n\"ξεῖν', οὕτω γάρ κέν μοι ἐϋκλείη τ' ἀρετή τε\nεἴη ἐπ' ἀνθρώπους, ἅμα τ' αὐτίκα καὶ μετέπειτα,\nὅς σ' ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,\nαὖτις δὲ κτείναιμι φίλον τ' ἀπὸ θυμὸν ἑλοίμην·\nπρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.\nνῦν δ' ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι\nεἶεν, ἵν' ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\nἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.\nτὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,\nκλαγγὴ δ' ἄσπετος ὦρτο συῶν αὐλιζομενάων.\nαὐτὰρ ὁ οἷσ' ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·\n\n\"ἄξεθ' ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω\nτηλεδαπῷ· πρὸς δ' αὐτοὶ ὀνησόμεθ', οἵ περ ὀϊζὺν\nδὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ' ἀργιοδόντων·\nἄλλοι δ' ἡμέτερον κάματον νήποινον ἔδουσιν.\"\n\nὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ·\nοἱ δ' ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.\nτὸν μὲν ἔπειτ' ἔστησαν ἐπ' ἐσχάρῃ· οὐδὲ συβώτης\nλήθετ' ἄρ' ἀθανάτων· φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν·\nἀλλ' ὅ γ' ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν\nἀργιόδοντος ὑὸς καὶ ἐπεύχετο πᾶσι θεοῖσι\nνοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.\nκόψε δ' ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·\nτὸν δ' ἔλιπε ψυχή. τοὶ δ' ἔσφαξάν τε καὶ εὗσαν,\nαἶψα δέ μιν διέχευαν· ὁ δ' ὠμοθετεῖτο συβώτης,\nπάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν.\nκαὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,\nμίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρον\nὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,\nβάλλον δ' εἰν ἐλεοῖσιν ἀολλέα. ἂν δὲ συβώτης\nἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.\nκαὶ τὰ μὲν ἕπταχα πάντα διεμμοιρᾶτο δαΐζων·\nτὴν μὲν ἴαν Νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἷι,\nθῆκεν ἐπευξάμενος, τὰς δ' ἄλλας νεῖμεν ἑκάστῳ·\nνώτοισιν δ' Ὀδυσῆα διηνεκέεσσι γέραιρεν\nἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος.\nκαί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·\n\n\"αἴθ' οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο\nὡς ἐμοί, ὅττι με τοῖον ἐόντ' ἀγαθοῖσι γεραίρεις.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,\nοἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ' ἐάσει,\nὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.\"\n\nἦ ῥα, καὶ ἄργματα θῦσε θεοῖσ' αἰειγενέτῃσι,\nσπείσας δ' αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ\nἐν χείρεσσιν ἔθηκεν· ὁ δ' ἕζετο ᾗ παρὰ μοίρῃ.\nσῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης\nαὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,\nνόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·\nπὰρ δ' ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.\nοἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nσῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δ' ἐπὶ κοῖτον,\nσίτου καὶ κρειῶν κεκορημένοι, ἐσσεύοντο.\n\nνὺξ δ' ἄρ' ἐπῆλθε κακὴ σκοτομήνιος· ὗε δ' ἄρα Ζεὺς\nπάννυχος, αὐτὰρ ἄη ζέφυρος μέγας αἰὲν ἔφυδρος.\nτοῖς δ' Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,\nεἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι ἤ τιν' ἑταίρων\nἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·\n\n\"κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,\nεὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει,\nἠλεός, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι\nκαί θ' ἁπαλὸν γελάσαι καί τ' ὀρχήσασθαι ἀνῆκε,\nκαί τι ἔπος προέηκεν, ὅ πέρ τ' ἄρρητον ἄμεινον.\nἀλλ' ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.\nεἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,\nὡς ὅθ' ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.\nἡγείσθην δ' Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,\nτοῖσι δ' ἅμα τρίτος ἦρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.\nἀλλ' ὅτε δή ῥ' ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,\nἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,\nἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες\nκείμεθα, νὺξ δ' ἄρ' ἐπῆλθε κακὴ βορέαο πεσόντος,\nπηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετ' ἠΰτε πάχνη,\nψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.\nἔνθ' ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,\nεὗδον δ' εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·\nαὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον\nἀφραδέως, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,\nἀλλ' ἐπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.\nἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει,\nκαὶ τότ' ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα\nἀγκῶνι νύξας· ὁ δ' ἄρ' ἐμμαπέως ὑπάκουσε·\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nοὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα\nδάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μ' ἤπαφε δαίμων\nοἰοχίτων' ἴμεναι· νῦν δ' οὐκέτι φυκτὰ πέλονται.\"\nὣς ἐφάμην, ὁ δ' ἔπειτα νόον σχέθε τόνδ' ἐνὶ θυμῷ,\nοἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·\nφθεγξάμενος δ' ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·\n\"σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.\"\nἦ, καὶ ἐπ' ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·\n\"κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.\nλίην γὰρ νηῶν ἑκὰς ἤλθομεν. ἀλλά τις εἴη\nεἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,\nεἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.\"\nὣς ἔφατ', ὦρτο δ' ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,\nκαρπαλίμως, ἀπὸ δὲ χλαῖναν βάλε φοινικόεσσαν,\nβῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δ' ἐνὶ εἵματι κείνου\nκείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.\nὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·\nδοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,\nἀμφότερον, φιλότητι καὶ αἰδόϊ φωτὸς ἐῆος·\nνῦν δέ μ' ἀτιμάζουσι κακὰ χροῒ εἵματ' ἔχοντα.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,\nοὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·\nτῶ οὔτ' ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,\nὧν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα,\nνῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.\nοὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες\nἐνθάδε ἕννυσθαι, μία δ' οἴη φωτὶ ἑκάστῳ.\nαὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,\nκεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,\nπέμψει δ', ὅππῃ σε κραδίη θυμός τε κελεύει.\"\n\nὣς εἰπὼν ἀνόρουσε, τίθει δ' ἄρα οἱ πυρὸς ἐγγὺς\nεὐνήν, ἐν δ' ὀΐων τε καὶ αἰγῶν δέρματ' ἔβαλλεν.\nἔνθ' Ὀδυσεὺς κατέλεκτ'. ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ\nπυκνὴν καὶ μεγάλην, ἥ οἱ παρακέσκετ' ἀμοιβὰς\nἕννυσθαι, ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.\n\nὣς ὁ μὲν ἔνθ' Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρ' αὐτὸν\nἄνδρες κοιμήσαντο νεηνίαι. οὐδὲ συβώτῃ\nἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,\nἀλλ' ὅ γ' ἄρ' ἔξω ἰὼν ὁπλίζετο· χαῖρε δ' Ὀδυσσεύς,\nὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.\nπρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετ' ὤμοις,\nἀμφὶ δὲ χλαῖναν ἐέσσατ', ἀλεξάνεμον μάλα πυκνήν,\nἂν δὲ νάκην ἕλετ' αἰγὸς ἐϋτρεφέος μεγάλοιο,\nεἵλετο δ' ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.\nβῆ δ' ἴμεναι κείων, ὅθι περ σύες ἀργιόδοντες\nπέτρῃ ὕπο γλαφυρῇ εὗδον, βορέω ὑπ' ἰωγῇ.\n\nἩ δ' εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη\nᾤχετ', Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν\nνόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.\nεὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν\nεὕδοντ' ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,\nἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·\nΤηλέμαχον δ' οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ' ἐνὶ θυμῷ\nνύκτα δι' ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.\nἀγχοῦ δ' ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·\n\n\"Τηλέμαχ', οὐκέτι καλὰ δόμων ἄπο τῆλ' ἀλάλησαι,\nκτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοῖσι δόμοισιν\nοὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι\nκτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.\nἀλλ' ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον\nπεμπέμεν, ὄφρ' ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.\nἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται\nΕὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας\nμνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·\nμή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.\nοἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·\nκείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίῃ,\nπαίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο\nοὐκέτι μέμνηται τεθνηότος οὐδὲ μεταλλᾷ.\nἀλλὰ σύ γ' ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα,\nδμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,\nεἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.\nἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.\nμνηστήρων σ' ἐπιτηδὲς ἀριστῆες λοχόωσιν\nἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης\nἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.\nἀλλὰ τά γ' οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει\nἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.\nἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,\nνυκτὶ δ' ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν\nἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.\nαὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,\nνῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,\nαὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,\nὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.\nἔνθα δὲ νύκτ' ἀέσαι· τὸν δ' ὀτρῦναι πόλιν εἴσω\nἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,\nοὕνεκά οἱ σῶς ἐσσι καὶ ἐκ Πύλου εἰλήλουθας.\"\n\nἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,\nαὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρε\nλὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·\n\n\"ἔγρεο, Νεστορίδη Πεισίστρατε· μώνυχας ἵππους\nζεῦξον ὑφ' ἅρματ' ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.\"\n\nτὸν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·\n\"Τηλέμαχ', οὔ πως ἔστιν, ἐπειγομένους περ ὁδοῖο,\nνύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δ' ἔσσεται ἠώς.\nἀλλὰ μέν', εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ\nἥρως Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος,\n\nκαὶ μύθοισ' ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.\nτοῦ γάρ τε ξεῖνος μιμνῄσκεται ἤματα πάντα\nἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.\"\n\nὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.\nἀγχίμολον δέ σφ' ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,\nἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.\nτὸν δ' ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,\nσπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα\nδῦνεν καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετ' ὤμοις\nἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα\nΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·\n\n\"Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\nἤδη νῦν μ' ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·\nἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδ' ἱκέσθαι.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·\n\"Τηλέμαχ', οὔ τί σ' ἐγώ γε πολὺν χρόνον ἐνθάδ' ἐρύξω\nἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ\nἀνδρὶ ξεινοδόκῳ, ὅς κ' ἔξοχα μὲν φιλέῃσιν,\nἔξοχα δ' ἐχθαίρῃσιν· ἀμείνω δ' αἴσιμα πάντα.\nἶσόν τοι κακόν ἐσθ', ὅς τ' οὐκ ἐθέλοντα νέεσθαι\nξεῖνον ἐποτρύνῃ καὶ ὃς ἐσσύμενον κατερύκῃ.\nχρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.\nἀλλὰ μέν', εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω\nκαλά, σὺ δ' ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ\nδεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.\nἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,\nδειπνήσαντας ἴμεν πολλὴν ἐπ' ἀπείρονα γαῖαν.\nεἰ δ' ἐθέλεις τραφθῆναι ἀν' Ἑλλάδα καὶ μέσον Ἄργος,\nὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,\nἄστεα δ' ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἥμεας\nαὔτως ἀππέμψει, δώσει δέ τε ἕν γε φέρεσθαι,\nἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων\nἠὲ δύ' ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\nβούλομαι ἤδη νεῖσθαι ἐφ' ἡμέτερ'· οὐ γὰρ ὄπισθεν\nοὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσι·\nμὴ πατέρ' ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,\nἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.\"\n\nαὐτὰρ ἐπεὶ τό γ' ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,\nαὐτίκ' ἄρ' ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε\nδεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.\nἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,\nἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ' αὐτοῦ·\nτὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος\nὀπτῆσαί τε κρεῶν· ὁ δ' ἄρ' οὐκ ἀπίθησεν ἀκούσας.\nαὐτὸς δ' ἐς θάλαμον κατεβήσετο κηώεντα,\nοὐκ οἶος, ἅμα τῷ γ' Ἑλένη κίε καὶ Μεγαπένθης.\nἀλλ' ὅτε δή ῥ' ἵκαν', ὅθι οἱ κειμήλια κεῖτο,\nἈτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,\nυἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθε' ἄνωγεν\nἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,\nἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.\nτῶν ἕν' ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,\nὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,\nἀστὴρ δ' ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.\nβὰν δ' ἰέναι προτέρω διὰ δώματος, εἷος ἵκοντο\nΤηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·\n\n\"Τηλέμαχ', ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,\nὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.\nδώρων δ', ὅσσ' ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,\nδώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.\nδώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ\nἔστιν ἅπας, χρυσῷ δ' ἐπὶ χείλεα κεκράανται,\nἔργον δ' Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,\nΣιδονίων βασιλεύς, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψε\nκεῖσέ με νοστήσαντα· τεῒν δ' ἐθέλω τόδ' ὀπάσσαι.\"\n\nὣς εἰπὼν ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον\nἥρως Ἀτρεΐδης· ὁ δ' ἄρα κρητῆρα φαεινὸν\nθῆκ' αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,\nἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος\nπέπλον ἔχουσ' ἐν χερσίν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,\nμνῆμ' Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,\nσῇ ἀλόχῳ φορέειν· τεῖος δὲ φίλῃ παρὰ μητρὶ\nκεῖσθαι ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο\nοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.\"\n\nὣς εἰποῦσ' ἐν χερσὶ τίθει, ὁ δ' ἐδέξατο χαίρων.\nκαὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως\nδεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·\nτοὺς δ' ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.\nἑζέσθην δ' ἄρ' ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.\nχέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\nκαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,\nνίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\nσῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,\nεἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων·\nπὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·\nοἰνοχόει δ' υἱὸς Μενελάου κυδαλίμοιο.\nοἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nδὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς\nἵππους τ' ἐζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον,\nἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.\nτοὺς δὲ μετ' Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,\nοἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,\nἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.\nστῆ δ' ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·\n\n\"χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν\nεἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,\nεἷος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,\nπάντα τάδ' ἐλθόντες καταλέξομεν. αἲ γὰρ ἐγὼν ὣς\nνοστήσας Ἰθάκηνδε κιχὼν Ὀδυσῆ' ἐνὶ οἴκῳ\nεἴποιμ', ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης\nἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.\"\n\nὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,\nαἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,\nἥμερον ἐξ αὐλῆς· οἱ δ' ἰύζοντες ἕποντο\nἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν\nδεξιὸς ἤϊξε πρόσθ' ἵππων. οἱ δὲ ἰδόντες\nγήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.\nτοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·\n\n\"φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\nἢ νῶϊν τόδ' ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.\"\n\nὣς φάτο, μερμήριξε δ' ἀρηΐφιλος Μενέλαος,\nὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.\nτὸν δ' Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·\n\n\"κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ\nἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.\nὡς ὅδε χῆν' ἥρπαξ' ἀτιταλλομένην ἐνὶ οἴκῳ\nἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,\nὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς\nοἴκαδε νοστήσει καὶ τείσεται· ἠὲ καὶ ἤδη\nοἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·\nτῶ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.\"\n\nἦ, καὶ ἐφ' ἵπποιϊν μάστιν βάλε· τοὶ δὲ μάλ' ὦκα\nἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.\nοἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.\nδύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·\nἐς φηρὰς δ' ἵκοντο Διοκλῆος ποτὶ δῶμα,\nυἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.\nἔνθα δὲ νύκτ' ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.\n\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nἵππους τ' ἐζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον,\nἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·\nμάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.\nαἶψα δ' ἔπειθ' ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·\nκαὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·\n\n\"Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας\nμῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ' εἶναι\nἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·\nἥδε δ' ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.\n\nμή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπ' αὐτοῦ,\nμή μ' ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ\nἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.\"\n\nὣς φάτο, Νεστορίδης δ' ἄρ' ἑῷ συμφράσσατο θυμῷ,\nὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.\nὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·\nστρέψ' ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,\nνηῒ δ' ἐνὶ πρυμνῇ ἐξαίνυτο κάλλιμα δῶρα,\nἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·\nκαί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·\n\n\"σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,\nπρὶν ἐμὲ οἴκαδ' ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.\nεὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·\nοἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,\nἀλλ' αὐτὸς καλέων δεῦρ' εἴσεται, οὐδέ ἕ φημι\nἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.\"\n\nὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους\nἂψ Πυλίων εἰς ἄστυ, θοῶς δ' ἄρα δώμαθ' ἵκανε.\nΤηλέμαχος δ' ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·\n\n\"ἐγκοσμεῖτε τὰ τεύχε', ἑταῖροι, νηῒ μελαίνῃ,\nαὐτοί τ' ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,\nαἶψα δ' ἄρ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.\n\nἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δ' Ἀθήνῃ\nνηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ\nτηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,\nμάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,\nὃς πρὶν μέν ποτ' ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,\nἀφνειὸς Πυλίοισι μέγ' ἔξοχα δώματα ναίων·\nδὴ τότε γ' ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων\nΝηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,\nὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν\nεἶχε βίῃ. ὁ δὲ τεῖος ἐνὶ μεγάροις Φυλάκοιο\nδεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρ' ἄλγεα πάσχων\nεἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,\nτήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.\nἀλλ' ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους\nἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτείσατο ἔργον ἀεικὲς\nἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα\nἠγάγετο πρὸς δώμαθ'· ὁ δ' ἄλλων ἵκετο δῆμον,\nἌργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν\nναιέμεναι πολλοῖσιν ἀνάσσοντ' Ἀργείοισιν.\nἔνθα δ' ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,\nγείνατο δ' Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.\nἈντιφάτης μὲν τίκτεν Ὀϊκλῆα μεγάθυμον,\nαὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάρηον,\nὃν περὶ κῆρι φίλει Ζεύς τ' αἰγίοχος καὶ Ἀπόλλων\nπαντοίην φιλότητ'· οὐδ' ἵκετο γήραος οὐδόν,\nἀλλ' ὄλετ' ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.\nτοῦ υἱεῖς ἐγένοντ' Ἀλκμάων Ἀμφίλοχός τε.\nΜάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·\nἀλλ' ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς\nκάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη·\nαὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων\nθῆκε βροτῶν ὄχ' ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάρηος·\nὅς ῥ' Ὑπερησίηνδ' ἀπενάσσατο πατρὶ χολωθείς,\nἔνθ' ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσι.\n\nτοῦ μὲν ἄρ' υἱὸς ἐπῆλθε, Θεοκλύμενος δ' ὄνομ' ἦεν,\nὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δ' ἐκίχανε\nσπένδοντ' εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"ὦ φίλ', ἐπεί σε θύοντα κιχάνω τῷδ' ἐνὶ χώρῳ,\nλίσσομ' ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα\nσῆς τ' αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,\nεἰπέ μοι εἰρομένῳ νημερτέα μηδ' ἐπικεύσῃς·\nτίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.\nἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,\nεἴ ποτ' ἔην· νῦν δ' ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.\nτοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν\nἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.\"\n\nτὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·\n\"οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς\nἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε\nἌργος ἀν' ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν·\nτῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν\nφεύγω, ἐπεί νύ μοι αἶσα κατ' ἀνθρώπους ἀλάλησθαι.\nἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,\nμή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"οὐ μὲν δή σ' ἐθέλοντά γ' ἀπώσω νηὸς ἐΐσης,\nἀλλ' ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κ' ἔχωμεν.\"\n\nὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·\nκαὶ τό γ' ἐπ' ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης,\nἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.\nἐν πρύμνῃ δ' ἄρ' ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ\nεἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσι' ἔλυσαν.\nΤηλέμαχος δ' ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν\nὅπλων ἅπτεσθαι· τοὶ δ' ἐσσυμένως ἐπίθοντο.\nἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης\nστῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,\nἕλκον δ' ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.\nτοῖσιν δ' ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,\nλάβρον ἐπαιγίζοντα δι' αἰθέρος, ὄφρα τάχιστα\nνηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.\nβὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.\n\nδύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·\nἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ,\nἠδὲ παρ' Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.\nἔνθεν δ' αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,\nὁρμαίνων, ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλοίη.\n\nτὼ δ' αὖτ' ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς\nδορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nτοῖς δ' Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,\nἤ μιν ἔτ' ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι\nαὐτοῦ ἐνὶ σταθμῷ ἦ ὀτρύνειε πόλινδε·\n\n\"κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·\nἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι\nπτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.\nἀλλά μοι εὖ θ' ὑπόθευ καὶ ἅμ' ἡγεμόν' ἐσθλὸν ὄπασσον,\nὅς κέ με κεῖσ' ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ\nπλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.\nκαί κ' ἐλθὼν πρὸς δώματ' Ὀδυσσῆος θείοιο\nἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,\nκαί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,\nεἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί' ἔχοντες.\nαἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν, ὅττι θέλοιεν.\nἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·\nἙρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων\nἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,\nδρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,\nπῦρ τ' εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,\nδαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,\nοἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.\"\n\nτὸν δὲ μέγ' ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·\n\"ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα\nἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθ' ὀλέσθαι,\nεἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,\nτῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.\nοὔ τοι τοιοίδ' εἰσὶν ὑποδρηστῆρες ἐκείνων,\nἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,\nαἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,\nοἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι\nσίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίθασιν.\nἀλλὰ μέν'· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,\nοὔτ' ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.\nαὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,\nκεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,\nπέμψει δ' ὅππῃ σε κραδίη θυμός τε κελεύει.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·\n\"αἴθ' οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο\nὡς ἐμοί, ὅττι μ' ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.\nπλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·\nἀλλ' ἕνεκ' οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχουσιν\n\nἀνέρες, ὅν τιν' ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.\nνῦν δ' ἐπεὶ ἰσχανάᾳς μεῖναί τέ με κεῖνον ἄνωγας,\nεἴπ' ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο\nπατρός θ', ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,\nἤ που ἔτι ζώουσιν ὑπ' αὐγὰς ἠελίοιο,\nἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.\"\n\nτὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·\n\"τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.\nΛαέρτης μὲν ἔτι ζώει, Διὶ δ' εὔχεται αἰεὶ\nθυμὸν ἀπὸ μελέων φθίσθαι οἷσ' ἐν μεγάροισιν·\nἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο\nκουριδίης τ' ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα\nἤκαχ' ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.\nἡ δ' ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,\nλευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε\nἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἕρδοι.\nὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,\nτόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,\nοὕνεκά μ' αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,\nθυγατέρ' ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·\nτῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μ' ἧσσον ἐτίμα.\nαὐτὰρ ἐπεί ῥ' ἥβην πολυήρατον ἱκόμεθ' ἄμφω,\nτὴν μὲν ἔπειτα Σάμηνδ' ἔδοσαν καὶ μυρί' ἕλοντο,\nαὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐκείνη\nκαλὰ μάλ' ἀμφιέσασα ποσίν θ' ὑποδήματα δοῦσα\nἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.\nνῦν δ' ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ\nἔργον ἀέξουσιν μάκαρες θεοί, ᾧ ἐπιμίμνω·\nτῶν ἔφαγόν τ' ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.\nἐκ δ' ἄρα δεσποίνης οὐ μείλιχόν ἐστιν ἀκοῦσαι\nοὔτ' ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,\nἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν\nἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι\nκαὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι\nἀγρόνδ', οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,\nπολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\nἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,\nᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,\nἦ σέ γε μουνωθέντα παρ' οἴεσιν ἢ παρὰ βουσὶν\nἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδ' ἐπέρασσαν\nτοῦδ' ἀνδρὸς πρὸς δώμαθ', ὁ δ' ἄξιον ὦνον ἔδωκε.\"\n\nτὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·\n\"ξεῖν', ἐπεὶ ἂρ δὴ ταῦτά μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς,\nσιγῇ νῦν ξυνίει καὶ τέρπεο πῖνέ τε οἶνον,\nἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,\nἔστι δὲ τερπομένοισιν ἀκουέμεν· οὐδέ τί σε χρή,\nπρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.\nτῶν δ' ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,\nεὑδέτω ἐξελθών· ἅμα δ' ἠόϊ φαινομένηφι\nδειπνήσας ἅμ' ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.\nνῶϊ δ' ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε\nκήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι\nμνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,\nὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ' ἐπαληθῇ.\nτοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.\n\nνῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,\nὈρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,\nοὔ τι περιπληθὴς λίην τόσον, ἀλλ' ἀγαθὴ μέν,\nεὔβοος εὔμηλος, οἰνοπληθὴς πολύπυρος.\nπείνη δ' οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη\nνοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·\nἀλλ' ὅτε γηράσκωσι πόλιν κάτα φῦλ' ἀνθρώπων,\nἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν,\nοἷσ' ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.\nἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·\nτῇσιν δ' ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,\nΚτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.\n\nἔνθα δὲ Φοίνικες ναυσικλυτοὶ ἤλυθον ἄνδρες,\nτρῶκται, μυρί' ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.\nἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσ' ἐνὶ οἴκῳ,\nκαλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·\nτὴν δ' ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.\nπλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ\nεὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει\nθηλυτέρῃσι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔῃσιν.\nεἰρώτα δὴ ἔπειτα, τίς εἴη καὶ πόθεν ἔλθοι·\nἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·\n\n\"ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,\nκούρη δ' εἴμ' Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·\nἀλλά μ' ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες\nἀγρόθεν ἐρχομένην, πέρασαν δέ με δεῦρ' ἀγαγόντες\nτοῦδ' ἀνδρὸς πρὸς δώμαθ'· ὁ δ' ἄξιον ὦνον ἔδωκε.\"\n\nτὴν δ' αὖτε προσέειπεν ἀνήρ, ὃς μίσγετο λάθρῃ·\n\"ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμ' ἡμῖν οἴκαδ' ἕποιο,\nὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ\nαὐτούς τ'; ἦ γὰρ ἔτ' εἰσὶ καὶ ἀφνειοὶ καλέονται.\"\n\nτὸν δ' αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·\n\"εἴη κεν καὶ τοῦτ', εἴ μοι ἐθέλοιτέ γε, ναῦται,\nὅρκῳ πιστωθῆναι ἀπήμονά μ' οἴκαδ' ἀπάξειν.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπώμνυον, ὡς ἐκέλευεν.\nαὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,\nτοῖς δ' αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·\n\n\"σιγῇ νῦν· μή τίς με προσαυδάτω ἐπέεσσιν\nὑμετέρων ἑτάρων ξυμβλήμενος ἢ ἐν ἀγυιῇ\nἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι\nἐλθὼν ἐξείπῃ, ὁ δ' ὀϊσάμενος καταδήσῃ\nδεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ' ἐπιφράσσετ' ὄλεθρον.\nἀλλ' ἔχετ' ἐν φρεσὶ μῦθον, ἐπείγετε δ' ὦνον ὁδαίων.\nἀλλ' ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,\nἀγγελίη μοι ἔπειτα θοῶς πρὸς δώμαθ' ἱκέσθω·\nοἴσω γὰρ καὶ χρυσόν, ὅτις χ' ὑποχείριος ἔλθῃ.\nκαὶ δέ κεν ἄλλ' ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην·\nπαῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ μεγάροισ' ἀτιτάλλω,\nκερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·\nτόν κεν ἄγοιμ' ἐπὶ νηός, ὁ δ' ὕμιν μυρίον ὦνον\nἄλφοι, ὅπῃ περάσητε κατ' ἀλλοθρόους ἀνθρώπους.\"\n\nἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πρὸς δώματα καλά·\nοἱ δ' ἐνιαυτὸν ἅπαντα παρ' ἡμῖν αὖθι μένοντες\nἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.\nἀλλ' ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,\nκαὶ τότ' ἄρ' ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.\nἤλυθ' ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς\nχρύσεον ὅρμον ἔχων, μετὰ δ' ἠλέκτροισιν ἔερτο.\nτὸν μὲν ἄρ' ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ\nχερσίν τ' ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,\nὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.\nἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,\nἡ δ' ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.\nεὗρε δ' ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας\nἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρ' ἀμφεπένοντο.\nοἱ μὲν ἄρ' ἐς θῶκον πρόμολον δήμοιό τε φῆμιν,\nἡ δ' αἶψα τρί' ἄλεισα κατακρύψασ' ὑπὸ κόλπῳ\nἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.\n\nδύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·\nἡμεῖς δ' ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,\nἔνθ' ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.\nοἱ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,\nνὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.\n\nἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·\nἀλλ' ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,\nτὴν μὲν ἔπειτα γυναῖκα βάλ' Ἄρτεμις ἰοχέαιρα,\nἄντλῳ δ' ἐνδούπησε πεσοῦσ' ὡς εἰναλίη κήξ.\nκαὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι\nἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.\nτοὺς δ' Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,\nἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.\nοὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.\"\n\nτὸν δ' αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·\n\"Εὔμαι', ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας\nταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.\nἀλλ' ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε\n\nΖεύς, ἐπεὶ ἀνδρὸς δώματ' ἀφίκεο πολλὰ μογήσας\nἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε\nἐνδυκέως, ζώεις δ' ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε\nπολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἐνθάδ' ἱκάνω.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\nκαδδραθέτην δ' οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·\nαἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δ' ἐπὶ χέρσου\nΤηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ' ἕλον ἱστὸν\nκαρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.\nἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν·\nἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης\nδεῖπνόν τ' ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nτοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·\n\n\"ὑμεῖς μὲν νῦν ἄστυδ' ἐλαύνετε νῆα μέλαιναν,\nαὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·\nἑσπέριος δ' εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.\nἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,\nδαῖτ' ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.\"\n\nτὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·\n\"πῇ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθ' ἵκωμαι\nἀνδρῶν, οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;\nἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ἄλλως μέν σ' ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην\nἔρχεσθ'· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ\nχεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ\nὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσ' ἐνὶ οἴκῳ\nφαίνεται, ἀλλ' ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.\nἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι, ὅν κεν ἵκοιο,\nΕὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,\nτὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·\nκαὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα\nμητέρ' ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.\nἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,\nεἴ κέ σφιν πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.\"\n\nὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,\nκίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι\nτίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε\nμεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.\nτὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας\nἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"Τηλέμαχ', οὔ τοι ἄνευ θεοῦ ἤλυθε δεξιὸς ὄρνις·\nἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.\nὑμετέρου δ' οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο\nἐν δήμῳ Ἰθάκης, ἀλλ' ὑμεῖς καρτεροὶ αἰεί.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·\nτῶ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα\nἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.\"\n\nἦ, καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·\n\"Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα\nπείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ' ἕποντο·\nκαὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν\nἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.\"\n\nτὸν δ' αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·\n\"Τηλέμαχ', εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις,\nτόνδε τ' ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.\"\n\nὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ' ἑταίρους\nαὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.\nοἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.\n\nΤηλέμαχος δ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,\nεἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,\nνηὸς ἀπ' ἰκριόφιν· τοὶ δὲ πρυμνήσι' ἔλυσαν.\nοἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε\nΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·\nτὸν δ' ὦκα προβιβῶντα πόδες φέρον, ὄφρ' ἵκετ' αὐλήν,\nἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης\nἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς.\n\nΤὼ δ' αὖτ' ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς\nἐντύνοντ' ἄριστον ἅμ' ἠόϊ, κηαμένω πῦρ,\nἔκπεμψάν τε νομῆας ἅμ' ἀγρομένοισι σύεσσι.\nΤηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,\nοὐδ' ὕλαον προσιόντα· νόησε δὲ δῖος Ὀδυσσεὺς\nσαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.\nαἶψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·\n\n\"Εὔμαι', ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ' ἑταῖρος\nἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,\nἀλλὰ περισσαίνουσι· ποδῶν δ' ὑπὸ δοῦπον ἀκούω.\"\n\nοὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς\nἔστη ἐνὶ προθύροισι. ταφὼν δ' ἀνόρουσε συβώτης,\nἐκ δ' ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖσ' ἐπονεῖτο\nκιρνὰς αἴθοπα οἶνον. ὁ δ' ἀντίος ἦλθεν ἄνακτος,\nκύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ\nχεῖράς τ' ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.\nὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ\nἐλθόντ' ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,\nμοῦνον τηλύγετον, τῷ ἐπ' ἄλγεα πολλὰ μογήσῃ,\nὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς\nπάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·\nκαί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·\n\n\"ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος· οὔ σ' ἔτ' ἐγώ γε\nὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.\nἀλλ' ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ\nτέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.\nοὐ μὲν γάρ τι θάμ' ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,\nἀλλ' ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,\nἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ἔσσεται οὕτως, ἄττα· σέθεν δ' ἕνεκ' ἐνθάδ' ἱκάνω,\nὄφρα σέ τ' ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,\nἤ μοι ἔτ' ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη\nἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ\nχήτει ἐνευναίων κάκ' ἀράχνια κεῖται ἔχουσα.\"\n\nτὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·\n\"καὶ λίην κείνη γε μένει τετληότι θυμῷ\nσοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ\nφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.\"\n\nὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·\nαὐτὰρ ὅ γ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.\nτῷ δ' ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·\nΤηλέμαχος δ' ἑτέρωθεν ἐρήτυε φώνησέν τε·\n\n\"ἧσο, ξεῖν'· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην\nσταθμῷ ἐν ἡμετέρῳ· παρὰ δ' ἀνήρ, ὃς καταθήσει.\"\n\nὣς φάθ', ὁ δ' αὖτις ἰὼν κατ' ἄρ' ἕζετο· τῷ δὲ συβώτης\nχεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·\nἔνθα καθέζετ' ἔπειτα Ὀδυσσῆος φίλος υἱός.\nτοῖσιν δὲ κρειῶν πίνακας παρέθηκε συβώτης\nὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,\nσῖτον δ' ἐσσυμένως παρενήεεν ἐν κανέοισιν,\nἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·\nαὐτὸς δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.\nοἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nδὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·\n\n\"ἄττα, πόθεν τοι ξεῖνος ὅδ' ἵκετο; πῶς δέ ἑ ναῦται\nἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;\nοὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ' ἀγορεύσω.\nἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,\nφησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι\nπλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.\nνῦν αὖ Θεσπρωτῶν ἀνδρῶν παρὰ νηὸς ἀποδρὰς\nἤλυθ' ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω.\nἕρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Εὔμαι', ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες.\nπῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;\nαὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα\nἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·\nμητρὶ δ' ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,\nἢ αὐτοῦ παρ' ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,\n\nεὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φῆμιν,\nἦ ἤδη ἅμ' ἕπηται, Ἀχαιῶν ὅς τις ἄριστος\nμνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.\nἀλλ' ἦ τοι τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,\nἕσσω μιν χλαῖνάν τε χιτῶνά τε εἵματα καλά,\nδώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,\nπέμψω δ', ὅππῃ μιν κραδίη θυμός τε κελεύει.\nεἰ δ' ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·\nεἵματα δ' ἐνθάδ' ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα\nἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.\nκεῖσε δ' ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι\nἔρχεσθαι, λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·\nμή μιν κερτομέωσιν· ἐμοὶ δ' ἄχος ἔσσεται αἰνόν.\nπρῆξαι δ' ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα\nἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.\"\n\nτὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n\"ὦ φίλ', ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,\nἦ μάλα μευ καταδάπτετ' ἀκούοντος φίλον ἦτορ,\nοἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι\nἐν μεγάροισ', ἀέκητι σέθεν τοιούτου ἐόντος.\nεἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ\nἐχθαίρουσ' ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῇ·\nἦ τι κασιγνήτοισ' ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ\nμαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται;\nαἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ' ἐπὶ θυμῷ,\nἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτὸς\nἔλθοι ἀλητεύων· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα·\nαὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φῶς,\nεἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην\nἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.\nεἰ δ' αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,\nβουλοίμην κ' ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι\nτεθνάμεν ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι,\nξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας\nῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,\nκαὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας\nμὰψ αὔτως ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.\nοὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,\nοὔτε κασιγνήτοισ' ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ\nμαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.\nὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·\nμοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,\nμοῦνον δ' αὖτ' Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς\nμοῦνον ἔμ' ἐν μεγάροισι τεκὼν λίπεν, οὐδ' ἀπόνητο.\nτῶ νῦν δυσμενέες μάλα μυρίοι εἴσ' ἐνὶ οἴκῳ.\nὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,\nΔουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,\nἠδ' ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,\nτόσσοι μητέρ' ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.\nἡ δ' οὔτ' ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν\nποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες\nοἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.\nἀλλ' ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·\nἄττα, σὺ δ' ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ\nεἴφ', ὅτι οἱ σῶς εἰμι καὶ ἐκ Πύλου εἰλήλουθα.\nαὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι\nοἴη ἀπαγγείλας· τῶν δ' ἄλλων μή τις Ἀχαιῶν\nπευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"γινώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\nεἰ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω\nδυσμόρῳ, ὃς τεῖος μὲν Ὀδυσσῆος μέγ' ἀχεύων\nἔργα τ' ἐποπτεύεσκε μετὰ δμώων τ' ἐνὶ οἴκῳ\nπῖνε καὶ ἦσθ', ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·\nαὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,\nοὔ πώ μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,\nοὐδ' ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε\nἧσται ὀδυρόμενος, φθινύθει δ' ἀμφ' ὀστεόφι χρώς.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ἄλγιον, ἀλλ' ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ.\nεἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,\nπρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.\nἀλλὰ σύ γ' ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ' ἀγροὺς\nπλάζεσθαι μετ' ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν\nἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα\nκρύβδην· κείνη γάρ κεν ἀπαγγείλειε γέροντι.\"\n\nἦ ῥα, καὶ ὦρσε συφορβόν· ὁ δ' εἵλετο χερσὶ πέδιλα,\nδησάμενος δ' ὑπὸ ποσσὶ πόλινδ' ἴεν. οὐδ' ἄρ' Ἀθήνην\nλῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,\nἀλλ' ἥ γε σχεδὸν ἦλθε· δέμας δ' ἤϊκτο γυναικὶ\nκαλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.\nστῆ δὲ κατ' ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·\nοὐδ' ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ' ἐνόησεν, -\nοὐ γάρ πως πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς, -\nἀλλ' Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥ' οὐχ ὑλάοντο,\nκνυζηθμῷ δ' ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.\nἡ δ' ἄρ' ἐπ' ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,\nἐκ δ' ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,\nστῆ δὲ πάροιθ' αὐτῆς. τὸν δὲ προσέειπεν Ἀθήνη·\n\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδ' ἐπίκευθε,\nὡς ἂν μνηστῆρσιν θάνατον καὶ κῆρ' ἀραρόντε\nἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδ' ἐγὼ αὐτὴ\nδηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.\"\n\nἦ, καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ' Ἀθήνη.\nφᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα\nθῆκ' ἀμφὶ στήθεσφι, δέμας δ' ὤφελλε καὶ ἥβην.\nἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δ' ἐτάνυσθεν,\nκυάνεαι δ' ἐγένοντο ἐθειράδες ἀμφὶ γένειον.\nἡ μὲν ἄρ' ὣς ἕρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς\nἤϊεν ἐς κλισίην. θάμβησε δέ μιν φίλος υἱός,\nταρβήσας δ' ἑτέρωσε βάλ' ὄμματα, μὴ θεὸς εἴη,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,\nἄλλα δὲ εἵματ' ἔχεις καί τοι χρὼς οὐκέθ' ὁμοῖος.\nἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·\nἀλλ' ἵληθ', ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ\nἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δ' ἡμέων.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·\n\"οὔ τίς τοι θεός εἰμι· τί μ' ἀθανάτοισιν ἐΐσκεις;\nἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων\nπάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.\"\n\nὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν\nδάκρυον ἧκε χαμᾶζε· πάρος δ' ἔχε νωλεμὲς αἰεί.\nΤηλέμαχος δ', - οὐ γάρ πω ἐπείθετο ὃν πατέρ' εἶναι, -\nἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·\n\n\"οὐ σύ γ' Ὀδυσσεύς ἐσσι πατὴρ ἐμός, ἀλλά με δαίμων\nθέλγει, ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.\nοὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο\nᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν\nῥηϊδίως ἐθέλων θείη νέον ἠδὲ γέροντα.\nἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·\nνῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"Τηλέμαχ', οὔ σε ἔοικε φίλον πατέρ' ἔνδον ἐόντα\nοὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι·\nοὐ μὲν γάρ τοι ἔτ' ἄλλος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεύς,\nἀλλ' ὅδ' ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δ' ἀληθείς,\nἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.\nαὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,\nἥ τέ με τοῖον ἔθηκεν ὅπως ἐθέλει, δύναται γάρ,\nἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δ' αὖτε\nἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματ' ἔχοντι.\nῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,\nἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.\"\n\nὣς ἄρα φωνήσας κατ' ἄρ' ἕζετο, Τηλέμαχος δὲ\nἀμφιχυθεὶς πατέρ' ἐσθλὸν ὀδύρετο δάκρυα λείβων.\nἀμφοτέροισι δὲ τοῖσιν ὑφ' ἵμερος ὦρτο γόοιο·\nκλαῖον δὲ λιγέως, ἁδινώτερον ἤ τ' οἰωνοί,\nφῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα\nἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·\nὣς ἄρα τοί γ' ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἶβον.\n\nκαί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,\nεἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ' αἶψα·\n\n\"ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται\nἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;\nοὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι.\"\n\nτὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n\"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.\nΦαίηκές μ' ἄγαγον ναυσικλυτοί, οἵ τε καὶ ἄλλους\nἀνθρώπους πέμπουσιν, ὅτίς σφεας εἰσαφίκηται·\nκαί μ' εὕδοντ' ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες\nκάτθεσαν εἰν Ἰθάκῃ, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,\nχαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ' ὑφαντήν.\nκαὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·\nνῦν αὖ δεῦρ' ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,\nὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.\nἀλλ' ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,\nὄφρ' εἰδέω, ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·\nκαί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας\nφράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθ' ἀντιφέρεσθαι\nμούνω ἄνευθ' ἄλλων, ἦ καὶ διζησόμεθ' ἄλλους.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,\nχεῖράς τ' αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·\nἀλλὰ λίην μέγα εἶπες· ἄγη μ' ἔχει· οὐδέ κεν εἴη\nἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.\nμνηστήρων δ' οὔτ' ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ' οἶαι,\nἀλλὰ πολὺ πλέονες· τάχα δ' εἴσεαι ἐνθάδ' ἀριθμόν.\nἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα\nκοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·\nἐκ δὲ Σάμης πίσυρες τε καὶ εἴκοσι φῶτες ἔασιν,\nἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,\nἐκ δ' αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,\nκαί σφιν ἅμ' ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς\nκαὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.\nτῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,\nμὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτείσεαι ἐλθών.\nἀλλὰ σύ γ', εἰ δύνασαί τιν' ἀμύντορα μερμηρίξαι,\nφράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.\"\n\nτὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n\"τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον,\nκαὶ φράσαι, ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ\nἀρκέσει, ἦέ τιν' ἄλλον ἀμύντορα μερμηρίξω.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ἐσθλώ τοι τούτω γ' ἐπαμύντορε, τοὺς ἀγορεύεις,\nὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις\nἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.\"\n\nτὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n\"οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον\nφυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν\nἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.\nἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ' ἠόϊ φαινομένηφι\nοἴκαδε καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·\nαὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει\nπτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.\nεἰ δέ μ' ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ\nτετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,\nἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε\nἢ βέλεσιν βάλλωσι· σὺ δ' εἰσορόων ἀνέχεσθαι.\nἀλλ' ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,\nμειλιχίοισ' ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι\nπείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.\nἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\nὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,\nνεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δ' ἔπειτα νοήσας,\nὅσσα τοι ἐν μεγάροισιν ἀρήϊα τεύχεα κεῖται,\nἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας\nπάντα μάλ'· αὐτὰρ μνηστῆρας μαλακοῖσ' ἐπέεσσι\nπαρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·\n\"ἐκ καπνοῦ κατέθηκ', ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει,\nοἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,\nἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ' ἀϋτμή.\nπρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,\nμή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,\nἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα\nκαὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.\"\nνῶϊν δ' οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε\nκαλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,\nὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κ' ἔπειτα\nΠαλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.\nἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\nεἰ ἐτεόν γ' ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,\nμή τις ἔπειτ' Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος·\nμήτ' οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης\nμήτε τις οἰκήων μήτ' αὐτὴ Πηνελόπεια,\nἀλλ' οἶοι σύ τ' ἐγώ τε γυναικῶν γνώομεν ἰθύν.\nκαί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,\nἠμὲν ὅ πού τις νῶϊ τίει καὶ δείδιε θυμῷ,\nἠδ' ὅτις οὐκ ἀλέγει, σὲ δ' ἀτιμᾷ τοῖον ἐόντα.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός·\n\"ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ', ὀΐω,\nγνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ' ἔχουσιν·\nἀλλ' οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω\nἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.\nδηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,\nἔργα μετερχόμενος· τοὶ δ' ἐν μεγάροισιν ἕκηλοι\nκτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι φειδώ.\nἀλλ' ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,\nαἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·\nἀνδρῶν δ' οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι\nἡμέας πειράζειν, ἀλλ' ὕστερα ταῦτα πένεσθαι,\nεἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\nἡ δ' ἄρ' ἔπειτ' Ἰθάκηνδε κατήγετο νηῦς ἐϋεργής,\nἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.\nοἱ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,\nνῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν,\nτεύχεα δέ σφ' ἀπένεικαν ὑπέρθυμοι θεράποντες,\nαὐτίκα δ' ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.\nαὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,\nἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,\nοὕνεκα Τηλέμαχος μὲν ἐπ' ἀγροῦ, νῆα δ' ἀνώγει\nἄστυδ' ἀποπλείειν, ἵνα μὴ δείσασ' ἐνὶ θυμῷ\nἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι.\n\nτὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς\nτῆς αὐτῆς ἕνεκ' ἀγγελίης, ἐρέοντε γυναικί.\nἀλλ' ὅτε δή ῥ' ἵκοντο δόμον θείου βασιλῆος,\nκῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·\n\n\"ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.\"\n\nΠηνελοπείῃ δ' εἶπε συβώτης ἄγχι παραστὰς\nπάνθ' ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.\nαὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,\nβῆ ῥ' ἴμεναι μεθ' ὕας, λίπε δ' ἕρκεά τε μέγαρόν τε.\n\nμνηστῆρες δ' ἀκάχοντο κατήφησάν τ' ἐνὶ θυμῷ,\nἐκ δ' ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,\nαὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.\nτοῖσιν δ' Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ' ἀγορεύειν·\n\n\"ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη\nΤηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.\nἀλλ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν, ἥ τις ἀρίστη,\nἐς δ' ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα\nκείνοισ' ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.\"\n\nοὔ πω πᾶν εἴρηθ', ὅτ' ἄρ' Ἀμφίνομος ἴδε νῆα,\nστρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,\nἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.\nἡδὺ δ' ἄρ' ἐκγελάσας μετεφώνεεν οἷσ' ἑτάροισι·\n\n\"μή τιν' ἔτ' ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.\nἤ τίς σφιν τόδ' ἔειπε θεῶν ἢ εἴσιδον αὐτοὶ\nνῆα παρερχομένην, τὴν δ' οὐκ ἐδύναντο κιχῆναι.\"\n\nὣς ἔφαθ', οἱ δ' ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,\nαἶψα δὲ νῆα μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν,\nτεύχεα δέ σφ' ἀπένεικαν ὑπέρθυμοι θεράποντες.\nαὐτοὶ δ' εἰς ἀγορὴν κίον ἁθρόοι, οὐδέ τιν' ἄλλον\nεἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.\nτοῖσιν δ' Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·\n\n\"ὢ πόποι, ὡς τόνδ' ἄνδρα θεοὶ κακότητος ἔλυσαν.\nἤματα μὲν σκοποὶ ἷζον ἐπ' ἄκριας ἠνεμοέσσας\n\nαἰὲν ἐπασσύτεροι· ἅμα δ' ἠελίῳ καταδύντι\nοὔ ποτ' ἐπ' ἠπείρου νύκτ' ἄσαμεν, ἀλλ' ἐνὶ πόντῳ\nνηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,\nΤηλέμαχον λοχόωντες, ἵνα φθείσωμεν ἑλόντες\nαὐτόν· τὸν δ' ἄρα τεῖος ἀπήγαγεν οἴκαδε δαίμων.\nἡμεῖς δ' ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον\nΤηλεμάχῳ, μηδ' ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω\nτούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.\nαὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,\nλαοὶ δ' οὐκέτι πάμπαν ἐφ' ἡμῖν ἦρα φέρουσιν.\nἀλλ' ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς\nεἰς ἀγορήν· - οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,\nἀλλ' ἀπομηνίσει, ἐρέει δ' ἐν πᾶσιν ἀναστάς,\nοὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ' ἐκίχημεν·\nοἱ δ' οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·\nμή τι κακὸν ῥέξωσι καὶ ἥμεας ἐξελάσωσι\nγαίης ἡμετέρης, ἄλλων δ' ἀφικώμεθα δῆμον.\nἀλλὰ φθέωμεν ἑλόντες ἐπ' ἀγροῦ νόσφι πόληος\nἢ ἐν ὁδῷ· βίοτον δ' αὐτοὶ καὶ κτήματ' ἔχωμεν,\nδασσάμενοι κατὰ μοῖραν ἐφ' ἡμέας, οἰκία δ' αὖτε\nκείνου μητέρι δοῖμεν ἔχειν ἠδ' ὅς τις ὀπυίοι.\nεἰ δ' ὕμιν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε\nαὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,\nμή οἱ χρήματ' ἔπειτα ἅλις θυμηδέ' ἔδωμεν\nἐνθάδ' ἀγειρόμενοι, ἀλλ' ἐκ μεγάροιο ἕκαστος\nμνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ' ἔπειτα\nγήμαιθ' ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.\nτοῖσιν δ' Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,\nΝίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,\nὅς ῥ' ἐκ Δουλιχίου πολυπύρου ποιήεντος\nἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ\nἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν·\nὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν·\n\n\"ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι\nΤηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστι\nκτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.\nεἰ μέν κ' αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,\nαὐτός τε κτενέω τούς τ' ἄλλους πάντας ἀνώξω·\nεἰ δέ κ' ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.\"\n\nὣς ἔφατ' Ἀμφίνομος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.\nαὐτίκ' ἔπειτ' ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,\nἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.\n\nἡ δ' αὖτ' ἄλλ' ἐνόησε περίφρων Πηνελόπεια,\nμνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.\nπεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·\nκῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.\nβῆ δ' ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.\nἀλλ' ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,\nστῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,\nἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,\nἈντίνοον δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·\n\n\"Ἀντίνο', ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν\nἐν δήμῳ Ἰθάκης μεθ' ὁμήλικας ἔμμεν ἄριστον\nβουλῇ καὶ μύθοισι· σὺ δ' οὐκ ἄρα τοῖος ἔησθα.\nμάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε\nῥάπτεις, οὐδ' ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς\nμάρτυρος; οὐδ' ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.\nἦ οὐκ οἶσθ' ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,\nδῆμον ὑποδδείσας; δὴ γὰρ κεχολώατο λίην,\nοὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν\nἤκαχε Θεσπρωτούς· οἱ δ' ἥμιν ἄρθμιοι ἦσαν.\nτόν ῥ' ἔθελον φθεῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ\nἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·\nἀλλ' Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.\nτοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα\nπαῖδά τ' ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·\nἀλλά σε παύεσθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.\"\n\nτὴν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·\n\"κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,\nθάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.\nοὐκ ἔσθ' οὗτος ἀνὴρ οὐδ' ἔσσεται οὐδὲ γένηται,\nὅς κεν Τηλεμάχῳ, σῷ υἱέϊ, χεῖρας ἐποίσει\nζώοντός γ' ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.\nὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·\nαἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ\nἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς\nπολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν\nἐν χείρεσσιν ἔθηκεν ἐπέσχε τε οἶνον ἐρυθρόν.\nτῶ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν\nἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα\nἔκ γε μνηστήρων· θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι.\"\n\nὣς φάτο θαρσύνων, τῷ δ' ἤρτυεν αὐτὸς ὄλεθρον.\nἡ μὲν ἄρ' εἰσαναβᾶσ' ὑπερώϊα σιγαλόεντα\nκλαῖεν ἔπειτ' Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον\nἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.\n\nἑσπέριος δ' Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς\nἤλυθεν· οἱ δ' ἄρα δόρπον ἐπισταδὸν ὁπλίζοντο,\nσῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη\nἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα\nῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,\nλυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης\nγνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ\nἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.\n\nτὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·\n\"ἦλθες, δῖ' Εὔμαιε· τί δὴ κλέος ἔστ' ἀνὰ ἄστυ;\nἤ ῥ' ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν\nἐκ λόχου, ἦ ἔτι μ' αὖθ' εἰρύαται οἴκαδ' ἰόντα;\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι\nἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει\nἀγγελίην εἰπόντα πάλιν δεῦρ' ἀπονέεσθαι.\nὡμήρησε δέ μοι παρ' ἑταίρων ἄγγελος ὠκύς,\nκῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.\nἄλλο δέ τοι τόδε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν·\nἤδη ὑπὲρ πόλιος, ὅθι Ἕρμαιος λόφος ἐστίν,\nἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν\nἐς λιμέν' ἡμέτερον· πολλοὶ δ' ἔσαν ἄνδρες ἐν αὐτῇ,\nβεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·\nκαί σφεας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.\"\n\nὣς φάτο, μείδησεν δ' ἱερὴ ἲς Τηλεμάχοιο\nἐς πατέρ' ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δ' ὑφορβόν.\n\nοἱ δ' ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,\nδαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nκοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.\n\nἮμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nδὴ τότ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα\nΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,\nεἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,\nἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·\n\n\"ἄττ', ἦ τοι μὲν ἐγὼν εἶμ' ἐς πόλιν, ὄφρα με μήτηρ\nὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω\nκλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,\nπρίν γ' αὐτόν με ἴδηται· ἀτὰρ σοί γ' ὧδ' ἐπιτέλλω·\nτὸν ξεῖνον δύστηνον ἄγ' ἐς πόλιν, ὄφρ' ἂν ἐκεῖθι\nδαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κ' ἐθέλῃσι,\nπύρνον καὶ κοτύλην· ἐμὲ δ' οὔ πως ἔστιν ἅπαντας\nἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ.\nὁ ξεῖνος δ' εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ\nἔσσεται· ἦ γὰρ ἐμοὶ φίλ' ἀληθέα μυθήσασθαι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω.\nπτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ' ἀγροὺς\nδαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κ' ἐθέλῃσιν.\nοὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,\nὥς τ' ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.\nἀλλ' ἔρχευ· ἐμὲ δ' ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,\nαὐτίκ' ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.\nαἰνῶς γὰρ τάδε εἵματ' ἔχω κακά· μή με δαμάσσῃ\nστίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτ' εἶναι.\"\n\nὣς φάτο, Τηλέμαχος δὲ διὲκ σταθμοῖο βεβήκει,\nκραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.\nαὐτὰρ ἐπεί ῥ' ἵκανε δόμους ἐῢ ναιετάοντας,\nἔγχος μέν ῥ' ἔστησε φέρων πρὸς κίονα μακρήν,\n\nαὐτὸς δ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.\n\nτὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,\nκώεα καστορνῦσα θρόνοισ' ἔνι δαιδαλέοισι,\nδακρύσασα δ' ἔπειτ' ἰθὺς κίεν· ἀμφὶ δ' ἄρ' ἄλλαι\nδμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο\nκαὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.\n\nἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,\nἈρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ,\nἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,\nκύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,\nκαί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·\n\n\"ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος· οὔ σ' ἔτ' ἐγώ γε\nὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε\nλάθρῃ, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.\nἀλλ' ἄγε μοι κατάλεξον, ὅπως ἤντησας ὀπωπῆς.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ\nἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·\nἀλλ' ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα,\nεἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν\nεὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας\nῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.\nαὐτὰρ ἐγὼν ἀγορήνδε ἐλεύσομαι, ὄφρα καλέσσω\nξεῖνον, ὅτίς μοι κεῖθεν ἅμ' ἕσπετο δεῦρο κιόντι.\nτὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοισ' ἑτάροισι,\nΠείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα\nἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.\"\n\nὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος.\nἡ δ' ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα,\nεὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας\nῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.\n\nΤηλέμαχος δ' ἄρ' ἔπειτα διὲκ μεγάροιο βεβήκει\nἔγχος ἔχων· ἅμα τῷ γε κύνες πόδας ἀργοὶ ἕποντο.\nθεσπεσίην δ' ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·\nτὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.\nἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο\nἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.\nαὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,\nἀλλ' ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ' Ἁλιθέρσης,\nοἵ τέ οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,\nἔνθα καθέζετ' ἰών· τοὶ δ' ἐξερέεινον ἕκαστα.\nτοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθε\nξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδ' ἄρ' ἔτι δὴν\nΤηλέμαχος ξείνοιο ἑκὰς τράπετ', ἀλλὰ παρέστη.\nτὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·\n\n\"Τηλέμαχ', αἶψ' ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,\nὥς τοι δῶρ' ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"Πείραι', οὐ γάρ τ' ἴδμεν, ὅπως ἔσται τάδε ἔργα.\nεἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι\nλάθρῃ κτείναντες πατρώϊα πάντα δάσωνται,\nαὐτὸν ἔχοντα σὲ βούλομ' ἐπαυρέμεν ἤ τινα τῶνδε·\nεἰ δέ κ' ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,\nδὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.\"\n\nὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.\nαὐτὰρ ἐπεί ῥ' ἵκοντο δόμους ἐῢ ναιετάοντας,\nχλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,\nἐς δ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.\nτοὺς δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,\nἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,\nἔκ ῥ' ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.\nχέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\nκαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,\nνίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\nσῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,\nεἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων.\nμήτηρ δ' ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο\nκλισμῷ κεκλιμένη, λέπτ' ἠλάκατα στρωφῶσα.\nοἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\nαὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\nτοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·\n\n\"Τηλέμαχ', ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα\nλέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,\nαἰεὶ δάκρυσ' ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς\nᾤχεθ' ἅμ' Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,\nπρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,\nνόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.\nᾠχόμεθ' ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·\nδεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν\nἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἷα\nἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος\nἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.\nαὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτ' ἔφασκε\nζωοῦ οὐδὲ θανόντος ἐπιχθονίων τευ ἀκοῦσαι,\nἀλλά μ' ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,\nἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.\nἔνθ' ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ\nἈργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.\nεἴρετο δ' αὐτίκ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος,\nὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·\nαὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα.\nκαὶ τότε δή μ' ἐπέεσσιν ἀμειβόμενος προσέειπεν·\n\"ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ\nἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.\nὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος\nνεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς\nκνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα\nβοσκομένη, ὁ δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,\nἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,\nὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.\nαἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,\nτοῖος ἐὼν οἷός ποτ' ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ\nἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,\nκὰδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,\nτοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·\nπάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.\nταῦτα δ' ἅ μ' εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε\nἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ' ἀπατήσω·\nἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,\nτῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω.\nφῆ μιν ὅ γ' ἐν νήσῳ ἰδέειν κρατέρ' ἄλγε' ἔχοντα,\nνύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ\nἴσχει· ὁ δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·\nοὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,\nοἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης.\"\nὣς ἔφατ' Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.\nταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον\nἀθάνατοι, τοί μ' ὦκα φίλην ἐς πατρίδ' ἔπεμψαν.\"\n\nὣς φάτο, τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.\nτοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·\n\n\"ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,\nἦ τοι ὅ γ' οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·\nἀτρεκέως γάρ τοι μαντεύσομαι οὐδ' ἐπικεύσω.\nἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα\nἱστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,\nὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,\nἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,\nἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει,\nοἷον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς\nἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·\nτῶ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα\nἐξ ἐμεῦ, ὥς κέν τίς σε συναντόμενος μακαρίζοι.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\nμνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο\nδίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες\nἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.\nἀλλ' ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα\nπάντοθεν ἐξ ἀγρῶν, οἱ δ' ἤγαγον οἳ τὸ πάρος περ,\nκαὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα\nἥνδανε κηρύκων καί σφιν παρεγίνετο δαιτί·\n\n\"κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρέν' ἀέθλοις,\nἔρχεσθε πρὸς δώμαθ', ἵν' ἐντυνώμεθα δαῖτα·\nοὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.\"\n\nὣς ἔφαθ', οἱ δ' ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.\nαὐτὰρ ἐπεί ῥ' ἵκοντο δόμους ἐῢ ναιετάοντας,\nχλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,\nοἱ δ' ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,\nἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,\nδαῖτ' ἐντυνόμενοι. τοὶ δ' ἐξ ἀγροῖο πόλινδε\nὠτρύνοντ' Ὀδυσεύς τ' ἰέναι καὶ δῖος ὑφορβός.\nτοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·\n\n\"ξεῖν', ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδ' ἴμεναι μενεαίνεις\nσήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός· - ἦ σ' ἂν ἐγώ γε\nαὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·\nἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω\nνεικείῃ· χαλεπαὶ δέ τ' ἀνάκτων εἰσὶν ὁμοκλαί· -\nἀλλ' ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα\nἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"γινώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.\nἀλλ' ἴομεν, σὺ δ' ἔπειτα διαμπερὲς ἡγεμόνευε.\nδὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστί,\nσκηρίπτεσθ', ἐπεὶ ἦ φατ' ἀρισφαλέ' ἔμμεναι οὐδόν.\"\n\nἦ ῥα, καὶ ἀμφ' ὤμοισιν ἀεικέα βάλλετο πήρην,\nπυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ·\nΕὔμαιος δ' ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.\nτὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες\nῥύατ' ὄπισθε μένοντες. ὁ δ' ἐς πόλιν ἦγεν ἄνακτα\nπτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,\nσκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.\n\nἀλλ' ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν\nἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο\nτυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,\nτὴν ποίησ' Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·\nἀμφὶ δ' ἄρ' αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,\nπάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ\nὑψόθεν ἐκ πέτρης· βωμὸς δ' ἐφύπερθε τέτυκτο\nΝυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·\nἔνθα σφέας ἐκίχανεν υἱὸς Δολίοιο Μελανθεὺς\nαἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,\nδεῖπνον μνηστήρεσσι· δύω δ' ἅμ' ἕποντο νομῆες.\nτοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν\nἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·\n\n\"νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,\nὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.\nπῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,\nπτωχὸν ἀνιηρόν, δαιτῶν ἀπολυμαντῆρα;\nὃς πολλῇς φλιῇσι παραστὰς φλίψεται ὤμους,\nαἰτίζων ἀκόλους, οὐκ ἄορα οὐδὲ λέβητας.\nτόν γ' εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι\nσηκοκόρον τ' ἔμεναι θαλλόν τ' ἐρίφοισι φορῆναι,\nκαί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.\nἀλλ' ἐπεὶ οὖν δὴ ἔργα κάκ' ἔμμαθεν, οὐκ ἐθελήσει\nἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον\nβούλεται αἰτίζων βόσκειν ἣν γαστέρ' ἄναλτον.\nἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·\nαἴ κ' ἔλθῃ πρὸς δώματ' Ὀδυσσῆος θείοιο,\nπολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων\nπλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.\"\n\nὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν\nἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,\nἀλλ' ἔμεν' ἀσφαλέως. ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,\nἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο\nἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας·\nἀλλ' ἐπετόλμησε, φρεσὶ δ' ἔσχετο. τὸν δὲ συβώτης\nνείκεσ' ἐσάντα ἰδών, μέγα δ' εὔξατο χεῖρας ἀνασχών·\n\n\"Νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτ' Ὀδυσσεὺς\nὔμμ' ἐπὶ μηρί' ἔκηε, καλύψας πίονι δημῷ,\nἀρνῶν ἠδ' ἐρίφων, τόδε μοι κρηήνατ' ἐέλδωρ,\nὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων.\nτῶ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,\nτὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ\nἄστυ κάτ'· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.\"\n\nτὸν δ' αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·\n\"ὢ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδώς,\nτόν ποτ' ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης\nἄξω τῆλ' Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.\nαἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων\nσήμερον ἐν μεγάροισ', ἢ ὑπὸ μνηστῆρσι δαμείη,\nὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.\"\n\nὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτόθι ἦκα κιόντας,\nαὐτὰρ ὁ βῆ, μάλα δ' ὦκα δόμους ἵκανεν ἄνακτος.\nαὐτίκα δ' εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,\nἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.\nτῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,\nσῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα\nἔδμεναι. ἀγχίμολον δ' Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς\nστήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθ' ἰωὴ\nφόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετ' ἀείδειν\nΦήμιος. αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·\n\n\"Εὔμαι', ἦ μάλα δὴ τάδε δώματα κάλ' Ὀδυσῆος·\nῥεῖα δ' ἀρίγνωτ' ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.\nἐξ ἑτέρων ἕτερ' ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ\nτοίχῳ καὶ θριγκοῖσι, θύραι δ' εὐερκέες εἰσὶ\nδικλίδες· οὔ κέν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.\nγινώσκω δ', ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται\nἄνδρες, ἐπεὶ κνίση μὲν ἐνήνοθεν, ἐν δέ τε φόρμιγξ\nἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"ῥεῖ' ἔγνως, ἐπεὶ οὐδὲ τά τ' ἄλλα πέρ ἐσσ' ἀνοήμων.\nἀλλ' ἄγε δὴ φραζώμεθ', ὅπως ἔσται τάδε ἔργα.\nἠὲ σὺ πρῶτος ἔσελθε δόμους ἐῢ ναιετάοντας,\nδύσεο δὲ μνηστῆρας, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ·\nεἰ δ' ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθεν.\nμηδὲ σὺ δηθύνειν, μή τίς σ' ἔκτοσθε νοήσας\nἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·\n\"γινώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.\nἀλλ' ἔρχευ προπάροιθεν, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ.\nοὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·\nτολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα\nκύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.\nγαστέρα δ' οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,\nοὐλομένην, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσι·\nτῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται\nπόντον ἐπ' ἀτρύγετον κακὰ δυσμενέεσσι φέρουσαι.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\nἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,\nἌργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ' αὐτὸς\nθρέψε μέν, οὐδ' ἀπόνητο, πάρος δ' εἰς Ἴλιον ἱρὴν\nᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες\nαἶγας ἐπ' ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·\nδὴ τότε κεῖτ' ἀπόθεστος ἀποιχομένοιο ἄνακτος\nἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων\nἡμιόνων τε βοῶν τε ἅλις κέχυτ', ὄφρ' ἂν ἄγοιεν\nδμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρίσσοντες·\nἔνθα κύων κεῖτ' Ἄργος ἐνίπλειος κυνοραιστέων.\nδὴ τότε γ', ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,\nοὐρῇ μέν ῥ' ὅ γ' ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,\nἄσσον δ' οὐκέτ' ἔπειτα δυνήσατο οἷο ἄνακτος\nἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,\nῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δ' ἐρεείνετο μύθῳ·\n\n\"Εὔμαι', ἦ μάλα θαῦμα κύων ὅδε κεῖτ' ἐνὶ κόπρῳ.\nκαλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γ' οὐ σάφα οἶδα,\nἢ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,\nἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν\nγίνοντ', ἀγλαΐης δ' ἕνεκεν κομέουσιν ἄνακτες.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος\nεἰ τοιόσδ' εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,\nοἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,\nαἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.\nοὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης\nκνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη.\nνῦν δ' ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης\nὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.\nδμῶες δ', εὖτ' ἂν μηκέτ' ἐπικρατέωσιν ἄνακτες,\n\nοὐκέτ' ἔπειτ' ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·\nἥμισυ γάρ τ' ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς\nἀνέρος, εὖτ' ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.\"\n\nὣς εἰπὼν εἰσῆλθε δόμους ἐῢ ναιετάοντας,\nβῆ δ' ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.\nἌργον δ' αὖ κατὰ μοῖρ' ἔλαβεν μέλανος θανάτοιο,\nαὐτίκ' ἰδόντ' Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.\n\nτὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς\nἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δ' ἔπειτα\nνεῦσ' ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον\nκείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ\nδαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·\nτὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν\nἀντίον, ἔνθα δ' ἄρ' αὐτὸς ἐφέζετο· τῷ δ' ἄρα κῆρυξ\nμοῖραν ἑλὼν ἐτίθει κανέου τ' ἐκ σῖτον ἀείρας.\n\nἀγχίμολον δὲ μετ' αὐτὸν ἐδύσετο δώματ' Ὀδυσσεύς,\nπτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,\nσκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.\nἷζε δ' ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων\nκλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων\nξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε.\nΤηλέμαχος δ' ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,\nἄρτον τ' οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο\nκαὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·\n\n\"δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε\nαἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·\nαἰδὼς δ' οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.\"\n\nὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,\nἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντ' ἀγόρευε·\n\n\"Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε καί σε κελεύει\nαἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·\nαἰδῶ δ' οὐκ ἀγαθήν φησ' ἔμμεναι ἀνδρὶ προΐκτῃ.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,\nκαί οἱ πάντα γένοιτο, ὅσα φρεσὶν ᾗσι μενοινᾷ.\"\n\nἦ ῥα, καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν\nαὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,\nἤσθιε δ' εἷος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν.\nεὖθ' ὁ δεδειπνήκειν, ὁ δ' ἐπαύετο θεῖος ἀοιδός·\nμνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρ'. αὐτὰρ Ἀθήνη\nἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα\nὤτρυν', ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι\nγνοίη θ' οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ' ἀθέμιστοι·\nἀλλ' οὐδ' ὧς τιν' ἔμελλ' ἀπαλεξήσειν κακότητος.\nβῆ δ' ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,\nπάντοσε χεῖρ' ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.\nοἱ δ' ἐλεαίροντες δίδοσαν καὶ ἐθάμβεον αὐτὸν\nἀλλήλους τ' εἴροντο, τίς εἴη καὶ πόθεν ἔλθοι.\nτοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·\n\n\"κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,\nτοῦδε περὶ ξείνου· ἦ γὰρ πρόσθεν μιν ὄπωπα.\nἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,\nαὐτὸν δ' οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.\"\n\nὣς ἔφατ', Ἀντίνοος δ' ἔπεσιν νείκεσσε συβώτην·\n\"ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε\nἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,\nπτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;\nἦ ὄνοσαι, ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος\nἐνθάδ' ἀγειρόμενοι, σὺ δὲ καί ποθι τόνδ' ἐκάλεσσας;\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"Ἀντίνο', οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·\nτίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν\nἄλλον γ', εἰ μὴ τῶν, οἳ δημιοεργοὶ ἔασι;\nμάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,\nἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων.\nοὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ' ἀπείρονα γαῖαν·\nπτωχὸν δ' οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.\nἀλλ' αἰεὶ χαλεπὸς περὶ πάντων εἰς μνηστήρων\nδμωσὶν Ὀδυσσῆος, περὶ δ' αὖτ' ἐμοί· αὐτὰρ ἐγώ γε\nοὐκ ἀλέγω, εἷός μοι ἐχέφρων Πηνελόπεια\nζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"σίγα, μή μοι τοῦτον ἀμείβεο πόλλ' ἐπέεσσιν·\nἈντίνοος δ' εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ\nμύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.\"\n\nἦ ῥα, καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·\n\"Ἀντίνο', ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,\nὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο δίεσθαι\nμύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.\nδός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε.\nμήτ' οὖν μητέρ' ἐμὴν ἅζευ τό γε μήτε τιν' ἄλλον\nδμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο.\nἀλλ' οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·\nαὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.\"\n\nτὸν δ' αὖτ' Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·\n\"Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.\nεἴ οἱ τόσσον πάντες ὀρέξειαν μνηστῆρες,\nκαί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.\"\n\nὣς ἄρ' ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης\nκείμενον, ᾧ ῥ' ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων.\nοἱ δ' ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ' ἄρα πήρην\nσίτου καὶ κρειῶν. τάχα δὴ καὶ μέλλεν Ὀδυσσεὺς\nαὖτις ἐπ' οὐδὸν ἰὼν προικὸς γεύσασθαι Ἀχαιῶν·\nστῆ δὲ παρ' Ἀντίνοον καί μιν πρὸς μῦθον ἔειπε·\n\n\"δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν\nἔμμεναι, ἀλλ' ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.\nτῶ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι\nσίτου· ἐγὼ δέ κέ σε κλείω κατ' ἀπείρονα γαῖαν.\nκαὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον\nὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ\nτοίῳ, ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·\nἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλά,\nοἷσίν τ' εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.\nἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· - ἤθελε γάρ που· -\nὅς μ' ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν\nΑἴγυπτόνδ' ἰέναι, δολιχὴν ὁδόν, ὄφρ' ἀπολοίμην.\nστῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.\nἔνθ' ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους\nαὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,\nὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.\nοἱ δ' ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,\nαἶψα μάλ' Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς\nπόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα\nαὐτούς τ' ἔκτεινον· τάχα δ' ἐς πόλιν ἵκετ' ἀϋτή.\nοἱ δὲ βοῆς ἀΐοντες ἅμ' ἠόϊ φαινομένηφι\nἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων\nχαλκοῦ τε στεροπῆς. ἐν δὲ Ζεὺς τερπικέραυνος\nφύζαν ἐμοῖσ' ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη\nστῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.\nἔνθ' ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,\nτοὺς δ' ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.\nαὐτὰρ ἔμ' ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,\nΔμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν.\nἔνθεν δὴ νῦν δεῦρο τόδ' ἵκω πήματα πάσχων.\"\n\nτὸν δ' αὖτ' Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·\n\"τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;\nστῆθ' οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,\nμὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἴδηαι·\nὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.\nἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι\nμαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ' ἐλεητὺς\nἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.\"\n\nτὸν δ' ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὢ πόποι, οὐκ ἄρα σοί γ' ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν.\nοὐ σύ γ' ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ' ἅλα δοίης,\nὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης\nσίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.\"\n\nὣς ἔφατ', Ἀντίνοος δὲ χολώσατο κηρόθι μᾶλλον\nκαί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·\n\n\"νῦν δή σ' οὐκέτι καλὰ διὲκ μεγάροιο ὀΐω\nἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.\"\n\nὣς ἄρ' ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον\nπρυμνότατον κατὰ νῶτον. ὁ δ' ἐστάθη ἠΰτε πέτρη\nἔμπεδον, οὐδ' ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,\n\nἀλλ' ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.\nἂψ δ' ὅ γ' ἐπ' οὐδὸν ἰὼν κατ' ἄρ' ἕζετο, κὰδ δ' ἄρα πήρην\nθῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·\n\n\"κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,\nὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.\nοὐ μὰν οὔτ' ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,\nὁππότ' ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι\nβλήεται ἢ περὶ βουσὶν ἢ ἀργεννῇσ' ὀΐεσσιν·\nαὐτὰρ ἔμ' Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,\nοὐλομένης, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσιν.\nἀλλ' εἴ που πτωχῶν γε θεοὶ καὶ ἐρινύες εἰσίν,\nἈντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.\"\n\nτὸν δ' αὖτ' Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·\n\"ἔσθι' ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθ' ἄλλῃ,\nμή σε νέοι διὰ δώματ' ἐρύσσωσ', οἷ' ἀγορεύεις,\nἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·\nὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·\n\n\"Ἀντίνο', οὐ μὲν κάλ' ἔβαλες δύστηνον ἀλήτην.\nοὐλόμεν', εἰ δή πού τις ἐπουράνιος θεός ἐστι·\nκαί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,\nπαντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,\nἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.\"\n\nὣς ἄρ' ἔφαν μνηστῆρες, ὁ δ' οὐκ ἐμπάζετο μύθων.\nΤηλέμαχος δ' ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε\nβλημένου, οὐδ' ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,\nἀλλ' ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.\n\nτοῦ δ' ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια\nβλημένου ἐν μεγάρῳ, μετ' ἄρα δμῳῇσιν ἔειπεν·\n\n\"αἴθ' οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.\"\n\nτὴν δ' αὖτ' Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·\n\"εἰ γὰρ ἐπ' ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·\nοὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.\"\n\nτὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"μαῖ', ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·\nἈντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.\nξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα\nἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·\nἔνθ' ἄλλοι μὲν πάντες ἐνέπλησάν τ' ἔδοσάν τε,\nοὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.\"\n\nἡ μὲν ἄρ' ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξὶν\nἡμένη ἐν θαλάμῳ· ὁ δ' ἐδείπνει δῖος Ὀδυσσεύς.\nἡ δ' ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·\n\n\"ἔρχεο, δῖ' Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι\nἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδ' ἐρέωμαι,\nεἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται\nἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·\nοἷ' ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.\nτρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ' ἤματ' ἔρυξα\nἐν κλισίῃ· πρῶτον γὰρ ἔμ' ἵκετο νηὸς ἀποδράς·\nἀλλ' οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.\nὡς δ' ὅτ' ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ\nἀείδῃ δεδαὼς ἔπε' ἱμερόεντα βροτοῖσι,\nτοῦ δ' ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότ' ἀείδῃ·\nὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.\nφησὶ δ' Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,\nΚρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.\nἔνθεν δὴ νῦν δεῦρο τόδ' ἵκετο πήματα πάσχων\nπροπροκυλινδόμενος· στεῦται δ' Ὀδυσῆος ἀκοῦσαι\nἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,\nζωοῦ· πολλὰ δ' ἄγει κειμήλια ὅνδε δόμονδε.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"ἔρχεο, δεῦρο κάλεσσον, ἵν' ἀντίον αὐτὸς ἐνίσπῃ.\nοὗτοι δ' ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων\nἢ αὐτοῦ κατὰ δώματ', ἐπεί σφισι θυμὸς ἐΰφρων.\nαὐτῶν μὲν γὰρ κτήματ' ἀκήρατα κεῖτ' ἐνὶ οἴκῳ,\nσῖτος καὶ μέθυ ἡδύ· τὰ μέν τ' οἰκῆες ἔδουσιν,\nοἱ δ' εἰς ἡμετέρου πωλεύμενοι ἤματα πάντα,\nβοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,\nεἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον\nμαψιδίως· τὰ δὲ πολλὰ κατάνεται· οὐ γὰρ ἔπ' ἀνήρ,\nοἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.\nεἰ δ' Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,\nαἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτείσεται ἀνδρῶν.\"\n\nὣς φάτο, Τηλέμαχος δὲ μέγ' ἔπταρεν, ἀμφὶ δὲ δῶμα\nσμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,\nαἶψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·\n\n\"ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.\nοὐχ ὁράᾳς, ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;\nτῶ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο\nπᾶσι μάλ', οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.\nἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\nαἴ κ' αὐτὸν γνώω νημερτέα πάντ' ἐνέποντα,\nἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.\"\n\nὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,\nἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·\n\n\"ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,\nμήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς\nἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.\nεἰ δέ κέ σε γνώῃ νημερτέα πάντ' ἐνέποντα,\nἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα\nχρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον\nγαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κ' ἐθέλῃσι.\"\n\nτὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n\"Εὔμαι', αἶψά κ' ἐγὼ νημερτέα πάντ' ἐνέποιμι\nκούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·\nοἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δ' ἀνεδέγμεθ' ὀϊζύν.\nἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι' ὅμιλον,\nτῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.\nκαὶ γὰρ νῦν, ὅτε μ' οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα\nοὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,\nοὔτε τι Τηλέμαχος τό γ' ἐπήρκεσεν οὔτε τις ἄλλος.\nτῶ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι\nμεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·\nκαὶ τότε μ' εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ\nἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι\nλύγρ' ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθ' ἱκέτευσα.\"\n\nὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.\nτὸν δ' ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·\n\n\"οὐ σύ γ' ἄγεις, Εὔμαιε; τί τοῦτ' ἐνόησεν ἀλήτης;\nἤ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως\nαἰδεῖται κατὰ δῶμα; κακὸς δ' αἰδοῖος ἀλήτης.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n\"μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κ' οἴοιτο καὶ ἄλλος,\nὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων·\nἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.\nκαὶ δὲ σοὶ ὧδ' αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,\nοἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδ' ἐπακοῦσαι.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"οὐκ ἄφρων ὁ ξεῖνος ὀΐεται, ὥς περ ἂν εἴη·\nοὐ γάρ πώ τινες ὧδε καταθνητῶν ἀνθρώπων\nἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.\"\n\nἡ μὲν ἄρ' ὣς ἀγόρευεν, ὁ δ' ᾤχετο δῖος ὑφορβὸς\nμνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.\nαἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,\nἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι·\n\n\"ὦ φίλ', ἐγὼ μὲν ἄπειμι σύας καὶ κεῖνα φυλάξων,\nσὸν καὶ ἐμὸν βίοτον· σοὶ δ' ἐνθάδε πάντα μελόντων.\nαὐτὸν μὲν σὲ πρῶτα σάω, καὶ φράζεο θυμῷ,\nμή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,\nτοὺς Ζεὺς ἐξολέσειε πρὶν ἥμιν πῆμα γενέσθαι.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ἔσσεται οὕτως, ἄττα· σὺ δ' ἔρχεο δειελιήσας·\nἠῶθεν δ' ἰέναι καὶ ἄγειν ἱερήϊα καλά.\nαὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.\"\n\nὣς φάθ', ὁ δ' αὖτις ἄρ' ἕζετ' ἐϋξέστου ἐπὶ δίφρου.\nπλησάμενος δ' ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος\nβῆ ῥ' ἴμεναι μεθ' ὕας, λίπε δ' ἕρκεά τε μέγαρόν τε\nπλεῖον δαιτυμόνων· οἱ δ' ὀρχηστυῖ καὶ ἀοιδῇ\nτέρποντ'· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.\n\nἮλθε δ' ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ\nπτωχεύεσκ' Ἰθάκης, μετὰ δ' ἔπρεπε γαστέρι μάργῃ\nἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς\nοὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.\nἈρναῖος δ' ὄνομ' ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ\n\nἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,\nοὕνεκ' ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι.\nὅς ῥ' ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,\nκαί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·\n\n\"εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.\nοὐκ ἀΐεις, ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,\nἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ' αἰσχύνομαι ἔμπης.\nἀλλ' ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.\"\n\nτὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n\"δαιμόνι', οὔτε τί σε ῥέζω κακὸν οὔτ' ἀγορεύω,\nοὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ' ἀνελόντα.\nοὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ\nἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης\nὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.\nχερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,\nμή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω\nαἵματος· ἡσυχίη δ' ἂν ἐμοὶ καὶ μᾶλλον ἔτ' εἴη\nαὔριον· οὐ μὲν γάρ τί σ' ὑποστρέψεσθαι ὀΐω\nδεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.\"\n\nτὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·\n\"ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,\nγρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην\nκόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας\nγναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.\nζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε\nμαρναμένους· πῶς δ' ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;\"\n\nὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων\nοὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.\nτοῖϊν δὲ ξυνέηχ' ἱερὸν μένος Ἀντινόοιο,\nἡδὺ δ' ἄρ' ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·\n\n\"ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,\nοἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα·\nὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν\nχερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀνήϊξαν γελόωντες,\nἀμφὶ δ' ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.\nτοῖσιν δ' Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·\n\n\"κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.\nγαστέρες αἵδ' αἰγῶν κέατ' ἐν πυρί, τὰς ἐπὶ δόρπῳ\nκατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες.\nὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,\nτάων ἥν κ' ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·\nαἰεὶ δ' αὖθ' ἥμιν μεταδαίσεται, οὐδέ τιν' ἄλλον\nπτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.\"\n\nὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.\nτοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·\n\n\"ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι\nἄνδρα γέροντα δύῃ ἀρημένον· ἀλλά με γαστὴρ\nὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.\nἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,\nμή τις ἐπ' Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ\nπλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπώμνυον, ὡς ἐκέλευεν.\nαὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,\nτοῖς δ' αὖτις μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο·\n\n\"ξεῖν', εἴ σ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ\nτοῦτον ἀλέξασθαι, τῶν δ' ἄλλων μή τιν' Ἀχαιῶν\nδείδιθ', ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ.\nξεινοδόκος μὲν ἐγών, ἐπὶ δ' αἰνεῖτον βασιλῆες,\nΕὐρύμαχός τε καὶ Ἀντίνοος, πεπνυμένω ἄμφω.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον. αὐτὰρ Ὀδυσσεὺς\nζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς\nκαλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι\nστήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη\nἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαῶν.\nμνηστῆρες δ' ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·\nὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n\n\"ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,\nοἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.\"\n\nὣς ἄρ' ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.\nἀλλὰ καὶ ὧς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ\nδειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.\nἈντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"νῦν μὲν μήτ' εἴης, βουγάϊε, μήτε γένοιο,\nεἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,\nἄνδρα γέροντα δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.\nἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·\nαἴ κέν σ' οὗτος νικήσῃ κρείσσων τε γένηται,\nπέμψω σ' ἤπειρόνδε, βαλὼν ἐν νηῒ μελαίνῃ,\nεἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,\nὅς κ' ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ\nμήδεά τ' ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.\"\n\nὣς φάτο, τῷ δ' ἔτι μᾶλλον ὑπὸ τρόμος ἤλυθε γυῖα.\nἐς μέσσον δ' ἄναγον· τὼ δ' ἄμφω χεῖρας ἀνέσχον.\nδὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,\nἢ ἐλάσει' ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,\nἦέ μιν ἦκ' ἐλάσειε τανύσσειέν τ' ἐπὶ γαίῃ.\nὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,\nἦκ' ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατ' Ἀχαιοί.\nδὴ τότ' ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον\nἾρος, ὁ δ' αὐχέν' ἔλασσεν ὑπ' οὔατος, ὀστέα δ' εἴσω\nἔθλασεν· αὐτίκα δ' ἦλθεν ἀνὰ στόμα φοίνιον αἷμα,\nκὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, σὺν δ' ἤλασ' ὀδόντας\nλακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ\nχεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς\nἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρ' ἵκετ' αὐλὴν\nαἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς\nεἷσεν ἀνακλίνας, σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"ἐνταυθοῖ νῦν ἧσο κύνας τε σύας τ' ἀπερύκων,\nμηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι\nλυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.\"\n\nἦ ῥα, καὶ ἀμφ' ὤμοισιν ἀεικέα βάλλετο πήρην,\nπυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ.\nἂψ δ' ὅ γ' ἐπ' οὐδὸν ἰὼν κατ' ἄρ' ἕζετο· τοὶ δ' ἴσαν εἴσω\nἡδὺ γελώοντες καὶ δεικανόωντ' ἐπέεσσι·\n\n\"Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,\nὅττι μάλιστ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,\nὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας\nἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε\nεἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.\"\n\nὣς ἄρ' ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.\nἈντίνοος δ' ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,\nἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ\nἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας\nκαὶ δέπαϊ χρυσέῳ δειδίσκετο φώνησέν τε·\n\n\"χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω\nὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖσ' ἔχεαι πολέεσσι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"Ἀμφίνομ', ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·\nτοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον\nΝῖσον Δουλιχιῆα ἐΰν τ' ἔμεν ἀφνειόν τε·\nτοῦ σ' ἔκ φασι γενέσθαι, ἐπητῇ δ' ἀνδρὶ ἔοικας.\nτοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·\nοὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο\nπάντων, ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.\nοὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,\nὄφρ' ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ' ὀρώρῃ·\nἀλλ' ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέωσι,\nκαὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ.\nτοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,\nοἷον ἐπ' ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε.\nκαὶ γὰρ ἐγώ ποτ' ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,\nπολλὰ δ' ἀτάσθαλ' ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,\nπατρί τ' ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.\nτῶ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,\nἀλλ' ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.\nοἷ' ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,\nκτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν\n\nἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης\nδηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων\nοἴκαδ' ὑπεξαγάγοι, μηδ' ἀντιάσειας ἐκείνῳ,\nὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·\nοὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω\nμνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.\"\n\nὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,\nἂψ δ' ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.\nαὐτὰρ ὁ βῆ κατὰ δῶμα φίλον τετιημένος ἦτορ,\nνευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμῷ.\nἀλλ' οὐδ' ὧς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη\nΤηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.\nἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου ἔνθεν ἀνέστη.\n\nτῇ δ' ἄρ' ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,\nκούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,\nμνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα\nθυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο\nμᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.\nἀχρεῖον δ' ἐγέλασσεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·\n\n\"Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,\nμνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·\nπαιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,\nμὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,\nοἵ τ' εὖ μὲν βάζουσι, κακῶς δ' ὄπιθεν φρονέουσι.\"\n\nτὴν δ' αὖτ' Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπε·\n\"ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.\nἀλλ' ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδ' ἐπίκευθε,\nχρῶτ' ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς,\nμηδ' οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα\nἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.\nἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα\nἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.\"\n\nτὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,\nχρῶτ' ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·\nἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,\nὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃσ' ἐνὶ νηυσίν.\nἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι\nἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·\nοἴη δ' οὐ κεῖσ' εἶμι μετ' ἀνέρας· αἰδέομαι γάρ.\"\n\nὣς ἄρ' ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει\nἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.\n\nἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·\nκούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,\nεὗδε δ' ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα\nαὐτοῦ ἐνὶ κλιντῆρι· τέως δ' ἄρα δῖα θεάων\nἄμβροτα δῶρα δίδου, ἵνα θηησαίατ' Ἀχαιοί.\nκάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν\nἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια\nχρίεται, εὖτ' ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·\nκαί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,\nλευκοτέρην δ' ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.\nἡ μὲν ἄρ' ὣς ἕρξασ' ἀπεβήσετο δῖα θεάων·\nἦλθον δ' ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο\nφθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,\nκαί ῥ' ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·\n\n\"ἦ με μάλ' αἰνοπαθῆ μαλακὸν περὶ κῶμ' ἐκάλυψεν.\nαἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ\nαὐτίκα νῦν, ἵνα μηκέτ' ὀδυρομένη κατὰ θυμὸν\nαἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο\nπαντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.\"\n\nὣς φαμένη κατέβαιν' ὑπερώϊα σιγαλόεντα,\nοὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο.\nἡ δ' ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,\nστῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο\nἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·\nἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.\nτῶν δ' αὐτοῦ λύτο γούνατ', ἔρῳ δ' ἄρα θυμὸν ἔθελχθεν,\nπάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.\nἡ δ' αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·\n\n\"Τηλέμαχ', οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα.\nπαῖς ἔτ' ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε' ἐνώμας·\nνῦν δ', ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,\nκαί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρὸς\nἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,\nοὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.\nοἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,\nὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτω.\nπῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν\nἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;\nσοί κ' αἶσχος λώβη τε μετ' ἀνθρώποισι πέλοιτο.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·\nαὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,\nἐσθλά τε καὶ τὰ χέρεια· πάρος δ' ἔτι νήπιος ἦα.\nἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·\nἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος\nοἵδε κακὰ φρονέοντες, ἐμοὶ δ' οὐκ εἰσὶν ἀρωγοί.\nοὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη\nμνηστήρων ἰότητι, βίῃ δ' ὅ γε φέρτερος ἦεν.\nαἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,\nοὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι\nνεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,\nοἱ δ' ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,\nὡς νῦν Ἶρος ἐκεῖνος ἐπ' αὐλείῃσι θύρῃσιν\nἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,\nοὐδ' ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι\nοἴκαδ', ὅπῃ οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\nΕὐρύμαχος δ' ἐπέεσσι προσηύδα Πηνελόπειαν·\n\n\"κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,\nεἰ πάντες σε ἴδοιεν ἀν' Ἴασον Ἄργος Ἀχαιοί,\nπλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν\nἠῶθεν δαινύατ', ἐπεὶ περίεσσι γυναικῶν\nεἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια·\n\"Εὐρύμαχ', ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε\nὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον\nἈργεῖοι, μετὰ τοῖσι δ' ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.\nεἰ κεῖνός γ' ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,\nμεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω.\nνῦν δ' ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.\nἦ μὲν δὴ ὅτε τ' ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,\nδεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·\n\"ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς\nἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·\nκαὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,\nἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν\nἵππων τ' ὠκυπόδων ἐπιβήτορας, οἵ τε τάχιστα\nἔκριναν μέγα νεῖκος ὁμοιΐου πτολέμοιο.\nτῶ οὐκ οἶδ', ἤ κέν μ' ἀνέσει θεός, ἦ κεν ἁλώω\nαὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δ' ἐνθάδε πάντα μελόντων·\nμεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν\nὡς νῦν, ἢ ἔτι μᾶλλον, ἐμεῦ ἀπονόσφιν ἐόντος·\nαὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,\nγήμασθ' ᾧ κ' ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.\"\nκεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.\nνὺξ δ' ἔσται, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει\nοὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.\nἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·\nμνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο,\nοἵ τ' ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα\nμνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοισ' ἐρίσωσιν·\nαὐτοὶ τοί γ' ἀπάγουσι βόας καὶ ἴφια μῆλα\nκούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·\nἀλλ' οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.\"\n\nὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,\nοὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν\nμειλιχίοισ' ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.\n\nτὴν δ' αὖτ' Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·\n\"κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,\nδῶρα μὲν ὅς κ' ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδ' ἐνεῖκαι,\nδέξασθ'· οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·\nἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτε πῃ ἄλλῃ,\nπρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν, ὅς τις ἄριστος.\"\n\nὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.\nδῶρα δ' ἄρ' οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.\n\nἈντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,\nποικίλον· ἐν δ' ἄρ' ἔσαν περόναι δυοκαίδεκα πᾶσαι\nχρύσειαι, κληῖσιν ἐϋγνάμπτοισ' ἀραρυῖαι·\nὅρμον δ' Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκ' ἔνεικε,\nχρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς·\nἕρματα δ' Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν\nτρίγληνα μορόεντα, χάρις δ' ἀπελάμπετο πολλή·\nἐκ δ' ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος\nἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα·\nἄλλο δ' ἄρ' ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.\n\nἡ μὲν ἔπειτ' ἀνέβαιν' ὑπερώϊα δῖα γυναικῶν,\nτῇ δ' ἄρ' ἅμ' ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα·\nοἱ δ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν\nτρεψάμενοι τέρποντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν.\nτοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν·\nαὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,\nὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,\nαὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,\nκαὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δ' ἀνέφαινον\nδμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν\nαὐτὸς διογενὴς μετέφη πολύμητις Ὀδυσσεύς·\n\n\"δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,\nἔρχεσθε πρὸς δώμαθ', ἵν' αἰδοίη βασίλεια·\nτῇ δὲ παρ' ἠλάκατα στροφαλίζετε, τέρπετε δ' αὐτὴν\nἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·\nαὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.\nεἴ περ γάρ κ' ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,\nοὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλ' εἰμί.\"\n\nὣς ἔφαθ', αἱ δ' ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.\nτὸν δ' αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,\nτὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,\nπαῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ' ἄρ' ἀθύρματα θυμῷ·\nἀλλ' οὐδ' ὧς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,\nἀλλ' ἥ γ' Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.\nἥ ῥ' Ὀδυσῆ' ἐνένιπεν ὀνειδείοισ' ἐπέεσσι·\n\n\"ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,\nοὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν\nἠέ που ἐς λέσχην, ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις\nθαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ\nταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ\nτοιοῦτος νόος ἐστίν, ὃ καὶ μεταμώνια βάζεις.\nἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;\nμή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,\nὅς τίς σ' ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι\nδώματος ἐκπέμψῃσι φορύξας αἵματι πολλῷ.\"\n\nτὴν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷ' ἀγορεύεις,\nκεῖσ' ἐλθών, ἵνα σ' αὖθι διὰ μελεϊστὶ τάμῃσιν.\"\n\nὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.\nβὰν δ' ἴμεναι διὰ δῶμα, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης\nταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.\nαὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν\nἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ\nὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥ' οὐκ ἀτέλεστα γένοντο.\n\nμνηστῆρας δ' οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη\nλώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ' ἔτι μᾶλλον\nδύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.\nτοῖσιν δ' Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ' ἀγορεύειν\nκερτομέων Ὀδυσῆα· γέλω δ' ἑτάροισιν ἔτευχε·\n\n\"κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,\nὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.\nοὐκ ἀθεεὶ ὅδ' ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·\nἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι αὐτοῦ\nκὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ' ἠβαιαί.\"\n\nἦ ῥ', ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·\n\"ξεῖν', ἦ ἄρ κ' ἐθέλοις θητευέμεν, εἴ σ' ἀνελοίμην,\nἀγροῦ ἐπ' ἐσχατιῆς, - μισθὸς δέ τοι ἄρκιος ἔσται, -\nαἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;\nἔνθα κ' ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,\nεἵματα δ' ἀμφιέσαιμι ποσίν θ' ὑποδήματα δοίην.\nἀλλ' ἐπεὶ οὖν δὴ ἔργα κάκ' ἔμμαθες, οὐκ ἐθελήσεις\nἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον\nβούλεαι, ὄφρ' ἂν ἔχῃς βόσκειν σὴν γαστέρ' ἄναλτον.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"Εὐρύμαχ', εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο\nὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται,\nἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,\nκαὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου\nνήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη·\nεἰ δ' αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,\nαἴθωνες μεγάλοι, ἄμφω κεκορηότε ποίης,\nἥλικες ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,\nτετράγυον δ' εἴη, εἴκοι δ' ὑπὸ βῶλος ἀρότρῳ·\nτῶ κέ μ' ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.\nεἰ δ' αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων\nσήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε\nκαὶ κυνέη πάγχαλκος ἐπὶ κροτάφοισ' ἀραρυῖα,\nτῶ κέ μ' ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,\nοὐδ' ἄν μοι τὴν γαστέρ' ὀνειδίζων ἀγορεύοις.\nἀλλὰ μάλ' ὑβρίζεις καί τοι νόος ἐστὶν ἀπηνής·\nκαί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,\nοὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.\nεἰ δ' Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,\nαἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλ' ἐόντα,\nφεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.\"\n\nὣς ἔφατ', Εὐρύμαχος δὲ χολώσατο κηρόθι μᾶλλον\nκαί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·\n\n\"ἆ δείλ', ἦ τάχα τοι τελέω κακόν, οἷ' ἀγορεύεις\nθαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ\nταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ\nτοιοῦτος νόος ἐστίν, ὃ καὶ μεταμώνια βάζεις.\nἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;\"\n\nὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς\nἈμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,\nΕὐρύμαχον δείσας. ὁ δ' ἄρ' οἰνοχόον βάλε χεῖρα\nδεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,\nαὐτὰρ ὅ γ' οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.\nμνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,\nὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n\n\"αἴθ' ὤφελλ' ὁ ξεῖνος ἀλώμενος ἄλλοθ' ὀλέσθαι\nπρὶν ἐλθεῖν· τῶ κ' οὔ τι τόσον κέλαδον μετέθηκε.\nνῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς\nἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.\"\n\nτοῖσι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο·\n\"δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ\nβρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμ' ὀροθύνει.\nἀλλ' εὖ δαισάμενοι κατακείετε οἴκαδ' ἰόντες,\nὁππότε θυμὸς ἄνωγε· διώκω δ' οὔ τιν' ἐγώ γε.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες\nΤηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.\nτοῖσιν δ' Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε\nΝίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος.\n\n\"ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ\nἀντιβίοισ' ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·\nμήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν' ἄλλον\nδμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο.\nἀλλ' ἄγετ', οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,\nὄφρα σπείσαντες κατακείομεν οἴκαδ' ἰόντες·\nτὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροισ' Ὀδυσῆος\nΤηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.\"\n\nὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.\nτοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,\nκῆρυξ Δουλιχιεύς· θεράπων δ' ἦν Ἀμφινόμοιο·\nνώμησεν δ' ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι\nλείψαντες μακάρεσσι πίον μελιηδέα οἶνον.\nαὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ' ὅσον ἤθελε θυμός,\nβάν ῥ' ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθ' ἕκαστος.\n\nΑὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,\nμνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.\nαἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·\n\n\"Τηλέμαχε, χρὴ τεύχε' ἀρήϊα κατθέμεν εἴσω\nπάντα μάλ', αὐτὰρ μνηστῆρας μαλακοῖσ' ἐπέεσσι\nπαρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·\n\"ἐκ καπνοῦ κατέθηκ', ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει,\n\nοἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,\nἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ' ἀϋτμή.\nπρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔμβαλε δαίμων·\nμή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,\nἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα\nκαὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.\"\"\n\nὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,\nἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·\n\n\"μαῖ', ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,\nὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρός,\nκαλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει\nπατρὸς ἀποιχομένοιο· ἐγὼ δ' ἔτι νήπιος ἦα·\nνῦν δ' ἐθέλω καταθέσθαι, ἵν' οὐ πυρὸς ἵξετ' ἀϋτμή.\"\n\nτὸν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n\"αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο\nοἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.\nἀλλ' ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;\nδμῳὰς δ' οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ξεῖνος ὅδ'· οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὅς κεν ἐμῆς γε\nχοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.\"\n\nὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος·\nκλήϊσεν δὲ θύρας μεγάρων ἐῢ ναιεταόντων.\nτὼ δ' ἄρ' ἀναΐξαντ' Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς\nἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας\nἔγχεά τ' ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη\nχρύσεον λύχνον ἔχουσα φάος περικαλλὲς ἐποίει.\nδὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρ' αἶψα·\n\n\"ὦ πάτερ, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι·\nἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι\nεἰλάτιναί τε δοκοὶ καὶ κίονες ὑψόσ' ἔχοντες\nφαίνοντ' ὀφθαλμοῖσ' ὡς εἰ πυρὸς αἰθομένοιο.\nἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδ' ἐρέεινε·\nαὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.\nἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ,\nὄφρα κ' ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·\nἡ δέ μ' ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.\"\n\nὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει\nκείων ἐς θάλαμον δαΐδων ὕπο λαμπομενάων,\nἔνθα πάρος κοιμᾶθ', ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·\nἔνθ' ἄρα καὶ τότ' ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.\nαὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεὺς\nμνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.\n\nἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,\nἈρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ.\nτῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθ' ἄρ' ἐφῖζε,\nδινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ, ἥν ποτε τέκτων\nποίησ' Ἰκμάλιος καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε\nπροσφυέ' ἐξ αὐτῆς, ὅθ' ἐπὶ μέγα βάλλετο κῶας.\nἔνθα καθέζετ' ἔπειτα περίφρων Πηνελόπεια.\n\nἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.\nαἱ δ' ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας\nκαὶ δέπα, ἔνθεν ἄρ' ἄνδρες ὑπερμενέοντες ἔπινον·\nπῦρ δ' ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δ' ἐπ' αὐτῶν\nνήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.\nἡ δ' Ὀδυσῆ' ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·\n\n\"ξεῖν', ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις διὰ νύκτα\nδινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;\nἀλλ' ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·\nἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.\"\n\nτὴν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n\"δαιμονίη, τί μοι ὧδ' ἐπέχεις κεκοτηότι θυμῷ;\nἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,\nπτωχεύω δ' ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.\nτοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι.\nκαὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον\nὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ\nτοίῳ, ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·\nἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλά,\nοἷσίν τ' εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.\nἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που.\nτῶ νῦν μή ποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς\nἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι,\nἤν πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ\nἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.\nεἰ δ' ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,\nἀλλ' ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,\nΤηλέμαχος· τὸν δ' οὔ τις ἐνὶ μεγάροισι γυναικῶν\nλήθει ἀτασθάλλουσ', ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.\"\n\nὣς φάτο, τοῦ δ' ἤκουσε περίφρων Πηνελόπεια,\nἀμφίπολον δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"πάντως, θαρσαλέη, κύον ἀδδεές, οὔ τί με λήθεις\nἕρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις.\nπάντα γὰρ εὖ ᾔδησθ', ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς,\nὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν\nἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.\"\n\nἦ ῥα, καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·\n\"Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπ' αὐτοῦ,\nὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδ' ἐπακούσῃ\nὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.\"\n\nὣς ἔφαθ', ἡ δὲ μάλ' ὀτραλέως κατέθηκε φέρουσα\nδίφρον ἐΰξεστον καὶ ἐπ' αὐτῷ κῶας ἔβαλλεν·\nἔνθα καθέζετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.\nτοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·\n\n\"ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·\nτίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπ' ἀπείρονα γαῖαν\nνεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,\nὥς τέ τευ ἦ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς\nἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων\nεὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα\nπυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,\nτίκτῃ δ' ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς\nἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ.\nτῶ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,\nμηδέ μοι ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,\nμή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων\nμνησαμένῳ· μάλα δ' εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ\nοἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε\nἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·\nμή τίς μοι δμῳῶν νεμεσήσεται ἠὲ σύ γ' αὐτή,\nφῇ δὲ δάκρυ πλώειν βεβαρηότα με φρένας οἴνῳ.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια·\n\"ξεῖν', ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε\nὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον\nἈργεῖοι, μετὰ τοῖσι δ' ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.\nεἰ κεῖνός γ' ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,\nμεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω.\nνῦν δ' ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.\nὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,\nΔουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,\nοἵ τ' αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,\nοἵ μ' ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.\nτῶ οὔτε ξείνων ἐμπάζομαι οὔθ' ἱκετάων\nοὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·\nἀλλ' Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.\nοἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.\nφᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων\nστησαμένῃ μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὑφαίνειν,\nλεπτὸν καὶ περίμετρον· ἄφαρ δ' αὐτοῖς μετέειπον·\n\"κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,\nμίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος\nἐκτελέσω, μή μοι μεταμώνια νήματ' ὄληται,\nΛαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν\nμοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·\nμή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,\nαἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.\"\nὣς ἐφάμην, τοῖσιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.\nἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,\nνύκτας δ' ἀλλύεσκον, ἐπὴν δαΐδας παραθείμην.\nὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·\n\nἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,\nμηνῶν φθινόντων, περὶ δ' ἤματα πόλλ' ἐτελέσθη,\nκαὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,\nεἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.\nὣς τὸ μὲν ἐξετέλεσσα καὶ οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκης·\nνῦν δ' οὔτ' ἐκφυγέειν δύναμαι γάμον οὔτε τιν' ἄλλην\nμῆτιν ἔθ' εὑρίσκω· μάλα δ' ὀτρύνουσι τοκῆες\nγήμασθ', ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,\nγινώσκων· ἤδη γὰρ ἀνὴρ οἷός τε μάλιστα\nοἴκου κήδεσθαι, τῷ τε Ζεὺς ὄλβον ὀπάζει.\nἀλλὰ καὶ ὧς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί·\nοὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,\nοὐκέτ' ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;\nἀλλ' ἔκ τοι ἐρέω. ἦ μέν μ' ἀχέεσσί γε δώσεις\nπλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης\nἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,\nπολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος, ἄλγεα πάσχων.\nἀλλὰ καὶ ὧς ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.\nΚρήτη τις γαῖ' ἔστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ,\nκαλὴ καὶ πίειρα, περίρρυτος· ἐν δ' ἄνθρωποι\nπολλοὶ ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες· -\nἄλλη δ' ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,\nἐν δ' Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες\nΔωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί· -\nτῇσι δ' ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως\nἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,\nπατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος.\nΔευκαλίων δ' ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·\nἀλλ' ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον εἴσω\nᾤχεθ' ἅμ' Ἀτρεΐδῃσιν· ἐμοὶ δ' ὄνομα κλυτὸν Αἴθων,\nὁπλότερος γενεῇ· ὁ δ' ἅμα πρότερος καὶ ἀρείων.\nἔνθ' Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.\nκαὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο\nἱέμενον Τροίηνδε, παραπλάγξασα Μαλειῶν·\nστῆσε δ' ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,\nἐν λιμέσιν χαλεποῖσι, μόγις δ' ὑπάλυξεν ἀέλλας.\nαὐτίκα δ' Ἰδομενῆα μετάλλα ἄστυδ' ἀνελθών·\nξεῖνον γάρ οἱ ἔφασκε φίλον τ' ἔμεν αἰδοῖόν τε.\nτῷ δ' ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς\nοἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.\nτὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων ἐῢ ἐξείνισσα,\nἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·\nκαί οἱ τοῖς ἄλλοισ' ἑτάροισ', οἳ ἅμ' αὐτῷ ἕποντο,\nδημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας\nκαὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.\nἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·\nεἴλει γὰρ βορέης ἄνεμος μέγας οὐδ' ἐπὶ γαίῃ\nεἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων·\nτῇ τρεισκαιδεκάτῃ δ' ἄνεμος πέσε, τοὶ δ' ἀνάγοντο.\"\n\nἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·\nτῆς δ' ἄρ' ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς.\nὡς δὲ χιὼν κατατήκετ' ἐν ἀκροπόλοισιν ὄρεσσιν,\nἥν τ' εὖρος κατέτηξεν, ἐπὴν ζέφυρος καταχεύῃ,\nτηκομένης δ' ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·\nὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,\nκλαιούσης ἑὸν ἄνδρα, παρήμενον. αὐτὰρ Ὀδυσσεὺς\nθυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,\nὀφθαλμοὶ δ' ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος\nἀτρέμας ἐν βλεφάροισι· δόλῳ δ' ὅ γε δάκρυα κεῦθεν.\n\nἡ δ' ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,\nἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·\n\n\"νῦν μὲν δή σευ ξεῖνέ γ' ὀΐω πειρήσεσθαι,\nεἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοισ' ἑτάροισι\nξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.\nεἰπέ μοι, ὁπποῖ' ἄσσα περὶ χροῒ εἵματα ἕστο,\nαὐτός θ' οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα\nεἰπεῖν· ἤδη γὰρ τόδ' ἐεικοστὸν ἔτος ἐστίν,\nἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·\nαὐτάρ τοι ἐρέω, ὥς μοι ἰνδάλλεται ἦτορ.\nχλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,\nδιπλῆν· ἐν δ' ἄρα οἱ περόνη χρυσοῖο τέτυκτο\nαὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·\nἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,\nἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,\nὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,\nαὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.\nτὸν δὲ χιτῶν' ἐνόησα περὶ χροῒ σιγαλόεντα,\nοἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·\nτὼς μὲν ἔην μαλακός, λαμπρὸς δ' ἦν ἠέλιος ὥς.\nἦ μὲν πολλαί γ' αὐτὸν ἐθηήσαντο γυναῖκες.\nἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\nοὐκ οἶδ', ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθ' Ὀδυσσεύς,\nἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι\nἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς\nἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.\nκαί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα\nκαλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,\nαἰδοίως δ' ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.\nκαὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ\nεἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ·\nγυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,\nΕὐρυβάτης δ' ὄνομ' ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων\nὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.\"\n\nὣς φάτο, τῇ δ' ἔτι μᾶλλον ὑφ' ἵμερον ὦρσε γόοιο\nσήματ' ἀναγνούσῃ, τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσσεύς.\nἡ δ' ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,\nκαὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·\n\n\"νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,\nἐν μεγάροισιν ἐμοῖσι φίλος τ' ἔσῃ αἰδοῖός τε·\nαὐτὴ γὰρ τάδε εἵματ' ἐγὼ πόρον, οἷ' ἀγορεύεις,\nπτύξασ' ἐκ θαλάμου, περόνην τ' ἐπέθηκα φαεινὴν\nκείνῳ ἄγαλμ' ἔμεναι. τὸν δ' οὐχ ὑποδέξομαι αὖτις\nοἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.\nτῶ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς\nᾤχετ' ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,\nμηκέτι νῦν χρόα καλὸν ἐναίρεο μηδέ τι θυμὸν\nτῆκε πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·\nκαὶ γάρ τίς τ' ἀλλοῖον ὀδύρεται ἄνδρ' ὀλέσασα\nκουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,\nἢ Ὀδυσῆ', ὅν φασι θεοῖσ' ἐναλίγκιον εἶναι.\nἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·\nνημερτέως γάρ τοι μυθήσομαι οὐδ' ἐπικεύσω,\nὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα\nἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,\nζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλά,\nαἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους\nὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,\nΘρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ\nΖεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.\nοἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·\nτὸν δ' ἄρ' ἐπὶ τρόπιος νηὸς βάλε κῦμ' ἐπὶ χέρσου,\nΦαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν·\nοἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο\nκαί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ\nοἴκαδ' ἀπήμαντον. καί κεν πάλαι ἐνθάδ' Ὀδυσσεὺς\nἤην· ἀλλ' ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,\nχρήματ' ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·\nὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων\nοἶδ' Ὀδυσεύς, οὐδ' ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.\nὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·\nὤμνυε δὲ πρὸς ἔμ' αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,\nνῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,\nοἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.\nἀλλ' ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς\nἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.\nκαί μοι κτήματ' ἔδειξεν, ὅσα ξυναγείρατ' Ὀδυσσεύς·\nκαί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι·\nτόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.\nτὸν δ' ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο\nἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,\n\nὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν,\nἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.\nὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη\nἄγχι μάλ', οὐδ' ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης\nδηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.\nἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,\nἱστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·\nἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.\nτοῦδ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεύς,\nτοῦ μὲν φθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·\nτῶ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα\nἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.\nἀλλά μοι ὧδ' ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·\nοὔτ' Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς\nτεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσ' ἐνὶ οἴκῳ,\nοἷος Ὀδυσσεὺς ἔσκε μετ' ἀνδράσιν, εἴ ποτ' ἔην γε,\nξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.\nἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δ' εὐνήν,\nδέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,\nὥς κ' εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.\nἠῶθεν δὲ μάλ' ἦρι λοέσσαι τε χρῖσαί τε,\nὥς κ' ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται\nἥμενος ἐν μεγάρῳ. τῷ δ' ἄλγιον, ὅς κεν ἐκείνων\nτοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον\nἐνθάδ' ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.\nπῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι, εἴ τι γυναικῶν\nἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,\nεἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισι\nδαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.\nὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,\nτῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε' ὀπίσσω\nζωῷ, ἀτὰρ τεθνεῶτί γ' ἐφεψιόωνται ἅπαντες·\nὃς δ' ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,\nτοῦ μέν τε κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι\nπάντας ἐπ' ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,\nἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα\nἤχθεθ', ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα\nνοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο·\nκείω δ' ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον.\nπολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ\nἄεσα καί τ' ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.\nοὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ\nγίνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο\nτάων, αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,\nεἰ μή τις γρηῦς ἐστι παλαιή, κεδνὰ ἰδυῖα,\nἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τ' ἐγώ περ·\nτῇ δ' οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"ξεῖνε φίλ'· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε\nξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,\nὡς σὺ μάλ' εὐφραδέως πεπνυμένα πάντ' ἀγορεύεις·\nἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδε' ἔχουσα,\nἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδ' ἀτίταλλε\nδεξαμένη χείρεσσ', ὅτε μιν πρῶτον τέκε μήτηρ·\nἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.\nἀλλ' ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,\nνίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς\nἤδη τοιόσδ' ἐστὶ πόδας τοιόσδε τε χεῖρας·\nαἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.\"\n\nὣς ἄρ' ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,\nδάκρυα δ' ἔκβαλε θερμά, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν·\n\n\"ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς\nἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.\nοὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ\nπίονα μηρί' ἔκη' οὐδ' ἐξαίτους ἑκατόμβας,\nὅσσα σὺ τῷ ἐδίδους ἀρώμενος, εἷος ἵκοιο\nγῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·\nνῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.\nοὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες\nξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθ' ἵκοιτο,\nὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,\nτάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ' ἀλεείνων\nοὐκ ἐάᾳς νίζειν· ἐμὲ δ' οὐκ ἀέκουσαν ἄνωγε\nκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.\nτῶ σε πόδας νίψω ἅμα τ' αὐτῆς Πηνελοπείης\nκαὶ σέθεν εἵνεκ', ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς\nκήδεσιν. ἀλλ' ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·\nπολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ' ἵκοντο,\nἀλλ' οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι\nὡς σὺ δέμας φωνήν τε πόδας τ' Ὀδυσῆϊ ἔοικας.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν\nἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν\nἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ' ἀγορεύεις.\"\n\nὣς ἄρ' ἔφη, γρηῢς δὲ λέβηθ' ἕλε παμφανόωντα,\nτῷ πόδας ἐξαπένιζεν, ὕδωρ δ' ἐνεχεύατο πολλόν,\nψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς\nἷζεν ἀπ' ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετ' αἶψα·\nαὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα\nοὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.\nνίζε δ' ἄρ' ἄσσον ἰοῦσα ἄναχθ' ἑόν· αὐτίκα δ' ἔγνω\nοὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι\nΠαρνησόνδ' ἐλθόντα μετ' Αὐτόλυκόν τε καὶ υἷας,\nμητρὸς ἑῆς πατέρ' ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο\nκλεπτοσύνῃ θ' ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν\nἙρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν\nἀρνῶν ἠδ' ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμ' ὀπήδει.\nΑὐτόλυκος δ' ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον\nπαῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·\nτόν ῥά οἱ Εὐρύκλεια φίλοισ' ἐπὶ γούνασι θῆκε\nπαυομένῳ δόρποιο, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·\n\n\"Αὐτόλυκ', αὐτὸς νῦν ὄνομ' εὕρεο, ὅττι κε θεῖο\nπαιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστι.\"\n\nτὴν δ' αὖτ' Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·\n\"γαμβρὸς ἐμὸς θύγατέρ τε, τίθεσθ' ὄνομ', ὅττι κεν εἴπω·\nπολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδ' ἱκάνω,\nἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα βωτιάνειραν·\nτῷ δ' Ὀδυσεὺς ὄνομ' ἔστω ἐπώνυμον. αὐτὰρ ἐγώ γε,\nὁππότ' ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα\nἔλθῃ Παρνησόνδ', ὅθι πού μοι κτήματ' ἔασι,\nτῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντ' ἀποπέμψω.\"\n\nτῶν ἕνεκ' ἦλθ' Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.\nτὸν μὲν ἄρ' Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο\nχερσίν τ' ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·\nμήτηρ δ' Ἀμφιθέη μητρὸς περιφῦσ' Ὀδυσῆϊ\nκύσσ' ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.\nΑὐτόλυκος δ' υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι\nδεῖπνον ἐφοπλίσσαι· τοὶ δ' ὀτρύνοντος ἄκουσαν.\nαὐτίκα δ' εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·\nτὸν δέρον ἀμφί θ' ἕπον καί μιν διέχευαν ἅπαντα\nμίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν\nὤπτησάν τε περιφραδέως δάσσαντό τε μοίρας.\nὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\nδαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·\nἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,\nδὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.\n\nἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\nβάν ῥ' ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ\nυἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς\nἤϊεν· αἰπὺ δ' ὄρος προσέβαν καταειμένον ὕλῃ\nΠαρνησοῦ, τάχα δ' ἵκανον πτύχας ἠνεμοέσσας.\nἨέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας\nἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,\nοἱ δ' ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δ' ἄρ' αὐτῶν\nἴχνι' ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν\nυἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς\nἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.\nἔνθα δ' ἄρ' ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·\nτὴν μὲν ἄρ' οὔτ' ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,\nοὔτε μιν ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,\nοὔτ' ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ\nἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.\n\nτὸν δ' ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,\nὡς ἐπάγοντες ἐπῇσαν· ὁ δ' ἀντίος ἐκ ξυλόχοιο,\nφρίξας εὖ λοφιήν, πῦρ δ' ὀφθαλμοῖσι δεδορκώς,\nστῆ ῥ' αὐτῶν σχεδόθεν. ὁ δ' ἄρα πρώτιστος Ὀδυσσεὺς\nἔσσυτ' ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,\nοὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς\nγουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι\nλικριφὶς ἀΐξας, οὐδ' ὀστέον ἵκετο φωτός.\nτὸν δ' Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,\nἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·\nκὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός.\nτὸν μὲν ἄρ' Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,\nὠτειλὴν δ' Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο\nδῆσαν ἐπισταμένως, ἐπαοιδῇ δ' αἷμα κελαινὸν\nἔσχεθον, αἶψα δ' ἵκοντο φίλου πρὸς δώματα πατρός.\nτὸν μὲν ἄρ' Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο\nεὖ ἰησάμενοι ἠδ' ἀγλαὰ δῶρα πορόντες\nκαρπαλίμως χαίροντα φίλως χαίροντες ἔπεμπον\nεἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ\nχαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,\nοὐλὴν ὅττι πάθοι· ὁ δ' ἄρα σφίσιν εὖ κατέλεξεν,\nὥς μιν θηρεύοντ' ἔλασεν σῦς λευκῷ ὀδόντι\nΠαρνησόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.\n\nτὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα\nγνῶ ῥ' ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·\nἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,\nἂψ δ' ἑτέρωσ' ἐκλίθη· τὸ δ' ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ.\nτὴν δ' ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε\nδακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.\nἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·\n\n\"ἦ μάλ' Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σ' ἐγώ γε\nπρὶν ἔγνων, πρὶν πάντα ἄνακτ' ἐμὸν ἀμφαφάασθαι.\"\n\nἦ, καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,\nπεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.\nἡ δ' οὔτ' ἀθρῆσαι δύνατ' ἀντίη οὔτε νοῆσαι·\nτῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν. αὐτὰρ Ὀδυσσεὺς\nχείρ' ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,\nτῇ δ' ἑτέρῃ ἕθεν ἄσσον ἐρύσσατο φώνησέν τε·\n\n\"μαῖα, τίη μ' ἐθέλεις ὀλέσαι; σὺ δέ μ' ἔτρεφες αὐτὴ\nτῷ σῷ ἐπὶ μαζῷ· νῦν δ' ἄλγεα πολλὰ μογήσας\nἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.\nἀλλ' ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,\nσίγα, μή τίς τ' ἄλλος ἐνὶ μεγάροισι πύθηται.\nὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·\nεἴ χ' ὑπ' ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,\nοὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότ' ἂν ἄλλας\nδμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Εὐρύκλεια·\n\"τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.\nοἶσθα μέν, οἷον ἐμὸν μένος ἔμπεδον οὐδ' ἐπιεικτόν·\nἕξω δ' ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.\nἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\nεἴ χ' ὑπὸ σοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,\nδὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,\nαἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή·\nεὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομ' ἑκάστην.\nἀλλ' ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.\"\n\nὣς ἄρ' ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει\nοἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερ' ἔκχυτο πάντα.\nαὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπ' ἐλαίῳ,\nαὖτις ἄρ' ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς\nθερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.\n\nτοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·\n\"ξεῖνε, τὸ μέν σ' ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·\nκαὶ γὰρ δὴ κοίτοιο τάχ' ἔσσεται ἡδέος ὥρη,\nὅν τινά γ' ὕπνος ἕλῃ γλυκερὸς καὶ κηδόμενόν περ.\nαὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·\nἤματα μὲν γὰρ τέρπομ' ὀδυρομένη γοόωσα,\nἔς τ' ἐμὰ ἔργ' ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·\nαὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,\nκεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφ' ἁδινὸν κῆρ\nὀξεῖαι μελεδῶναι ὀδυρομένην ἐρέθουσιν.\nὡς δ' ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,\nκαλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,\nδενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,\nἥ τε θαμὰ τρωπῶσα χέει πολυδευκέα φωνήν,\nπαῖδ' ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ\nκτεῖνε δι' ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος·\nὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,\nἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,\nκτῆσιν ἐμήν, δμῳάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,\nεὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φῆμιν,\nἦ ἤδη ἅμ' ἕπωμαι, Ἀχαιῶν ὅς τις ἄριστος\nμνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.\nπαῖς δ' ἐμὸς εἷος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,\nγήμασθ' οὔ μ' εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·\nνῦν δ' ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,\nκαὶ δή μ' ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,\nκτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.\nἀλλ' ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.\nχῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν\nἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·\nἐλθὼν δ' ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχήλης\nπᾶσι κατ' αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δ' ἐκέχυντο\nἁθρόοι ἐν μεγάροισ', ὁ δ' ἐς αἰθέρα δῖαν ἀέρθη.\nαὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,\nἀμφὶ δέ μ' ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,\nοἴκτρ' ὀλοφυρομένην, ὅ μοι αἰετὸς ἔκτανε χῆνας.\nἂψ δ' ἐλθὼν κατ' ἄρ' ἕζετ' ἐπὶ προὔχοντι μελάθρῳ,\nφωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·\n\"θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·\nοὐκ ὄναρ, ἀλλ' ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.\nχῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις\nἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,\nὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.\"\nὣς ἔφατ', αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·\nπαπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισ' ἐνόησα\nπυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον\nἄλλῃ ἀποκλίναντ', ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς\nπέφραδ', ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετ' ὄλεθρος\nπᾶσι μάλ', οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"ξεῖν', ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι\nγίνοντ', οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.\nδοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·\nαἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ' ἐλέφαντι.\nτῶν οἳ μέν κ' ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,\nοἵ ῥ' ἐλεφαίρονται, ἔπε' ἀκράαντα φέροντες·\nοἳ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,\nοἵ ῥ' ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.\nἀλλ' ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον\nἐλθέμεν· ἦ κ' ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.\nἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\nἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μ' Ὀδυσῆος\nοἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,\nτοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν\nἵστασχ' ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·\nστὰς δ' ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.\nνῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·\nὃς δέ κε ῥηΐτατ' ἐντανύσῃ βιὸν ἐν παλάμῃσι\nκαὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,\nτῷ κεν ἅμ' ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα\nκουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,\nτοῦ ποτε μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,\nμηκέτι νῦν ἀνάβαλλε δόμοισ' ἔνι τοῦτον ἄεθλον·\nπρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδ' Ὀδυσσεύς,\nπρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας\nνευρήν τ' ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"εἴ κ' ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι\nτέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.\nἀλλ' οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰὲν\nἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν\nἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.\nἀλλ' ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα\nλέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,\nαἰεὶ δάκρυσ' ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς\nᾤχετ' ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.\nἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδ' ἐνὶ οἴκῳ,\nἢ χαμάδις στορέσας, ἤ τοι κατὰ δέμνια θέντων.\"\n\nὣς εἰποῦσ' ἀνέβαιν' ὑπερώϊα σιγαλόεντα,\nοὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.\nἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ\nκλαῖεν ἔπειτ' Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον\nἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.\n\nΑὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·\nκὰμ μὲν ἀδέψητον βοέην στόρεσ', αὐτὰρ ὕπερθεν\nκώεα πόλλ' ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·\nΕὐρυνόμη δ' ἄρ' ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.\nἔνθ' Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ\nκεῖτ' ἐγρηγορόων· ταὶ δ' ἐκ μεγάροιο γυναῖκες\nἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,\nἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.\nτοῦ δ' ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·\nπολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,\nἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,\nἦ ἔτ' ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι\nὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει.\nὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα\nἄνδρ' ἀγνοιήσασ' ὑλάει μέμονέν τε μάχεσθαι,\nὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα.\nστῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·\n\n\"τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ' ἔτλης,\nἤματι τῷ, ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ\nἰφθίμους ἑτάρους· σὺ δ' ἐτόλμας, ὄφρα σε μῆτις\nἐξάγαγ' ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.\"\n\nὣς ἔφατ', ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·\nτῷ δὲ μάλ' ἐν πείσῃ κραδίη μένε τετληυῖα\nνωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.\nὡς δ' ὅτε γαστέρ' ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,\nἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα\nαἰόλλῃ, μάλα δ' ὦκα λιλαίεται ὀπτηθῆναι,\nὣς ἄρ' ὅ γ' ἔνθα καὶ ἔνθα ἑλίσσετο μερμηρίζων,\nὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει,\nμοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη\nοὐρανόθεν καταβᾶσα, δέμας δ' ἤϊκτο γυναικί·\nστῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·\n\n\"τίπτ' αὖτ' ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;\nοἶκος μέν τοι ὅδ' ἐστί, γυνὴ δέ τοι ἥδ' ἐνὶ οἴκῳ\nκαὶ πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·\nἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,\nὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,\nμοῦνος ἐών· οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔασι.\nπρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·\nεἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,\nπῇ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.\"\n\nτὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n\"σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθ' ἑταίρῳ,\nὅς περ θνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·\nαὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω\nἐν πάντεσσι πόνοισ'. ἐρέω δέ τοι ἐξαναφανδόν·\nεἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων\nνῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,\nκαί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.\nἀλλ' ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν\nπάννυχον ἐγρήσσοντα, κακῶν δ' ὑποδύσεαι ἤδη.\"\n\nὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,\nαὐτὴ δ' ἂψ ἐς Ὄλυμπον ἀπέστιχε δῖα θεάων.\nεὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,\nλυσιμελής, ἄλοχος δ' ἄρ' ἐπέγρετο κεδνὰ ἰδυῖα,\nκλαῖεν δ' ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.\nαὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,\nἈρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·\n\n\"Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη\nἰὸν ἐνὶ στήθεσσι βαλοῦσ' ἐκ θυμὸν ἕλοιο\nαὐτίκα νῦν, ἢ ἔπειτά μ' ἀναρπάξασα θύελλα\nοἴχοιτο προφέρουσα κατ' ἠερόεντα κέλευθα,\nἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.\nὡς δ' ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·\nτῇσι τοκῆας μὲν φθεῖσαν θεοί, αἱ δ' ἐλίποντο\nὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖ' Ἀφροδίτη\nτυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·\nἭρη δ' αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν\nεἶδος καὶ πινυτήν, μῆκος δ' ἔπορ' Ἄρτεμις ἁγνή,\nἔργα δ' Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.\nεὖτ' Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,\nκούρῃσ' αἰτήσουσα τέλος θαλεροῖο γάμοιο,\nἐς Δία τερπικέραυνον, - ὁ γάρ τ' ἐῢ οἶδεν ἅπαντα,\nμοῖράν τ' ἀμμορίην τε καταθνητῶν ἀνθρώπων, -\nτόφρα δὲ τὰς κούρας Ἅρπυιαι ἀνηρέψαντο\nκαί ῥ' ἔδοσαν στυγερῇσιν Ἐρινύσιν ἀμφιπολεύειν·\nὣς ἔμ' ἀϊστώσειαν Ὀλύμπια δώματ' ἔχοντες,\nἠέ μ' ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρ' Ὀδυσῆα\nὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,\nμηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.\nἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις\nἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,\nνύκτας δ' ὕπνος ἔχῃσιν, - ὁ γάρ τ' ἐπέλησεν ἁπάντων,\nἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἂρ βλέφαρ' ἀμφικαλύψῃ· -\nαὐτὰρ ἐμοὶ καὶ ὀνείρατ' ἐπέσσευεν κακὰ δαίμων.\nτῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,\nτοῖος ἐὼν, οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ\nχαῖρ', ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ' ὕπαρ ἤδη.\"\n\nὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.\nτῆς δ' ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·\nμερμήριξε δ' ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν\nἤδη γινώσκουσα παρεστάμεναι κεφαλῆφι.\nχλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,\nἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην\nθῆκε θύραζε φέρων, Διὶ δ' εὔξατο χεῖρας ἀνασχών·\n\n\"Ζεῦ πάτερ, εἴ μ' ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν\nἤγετ' ἐμὴν ἐς γαῖαν, ἐπεί μ' ἐκακώσατε λίην,\nφήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων\nἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.\"\n\nὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε μητίετα Ζεύς,\nαὐτίκα δ' ἐβρόντησεν ἀπ' αἰγλήεντος Ὀλύμπου,\nὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.\nφήμην δ' ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς\nπλησίον, ἔνθ' ἄρα οἱ μύλαι εἵατο ποιμένι λαῶν.\nτῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες\nἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν·\nαἱ μὲν ἄρ' ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,\nἡ δὲ μί' οὔ πω παύετ', ἀφαυροτάτη δὲ τέτυκτο·\nἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·\n\n\"Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,\nἦ μεγάλ' ἐβρόντησας ἀπ' οὐρανοῦ ἀστερόεντος,\nοὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.\nκρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·\nμνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε\nἐν μεγάροισ' Ὀδυσῆος ἑλοίατο δαῖτ' ἐρατεινήν,\nοἳ δή μοι καμάτῳ θυμαλγέϊ γούνατ' ἔλυσαν\nἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.\"\n\nὣς ἄρ' ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς\nΖηνός τε βροντῇ· φάτο γὰρ τείσασθαι ἀλείτας.\n\nαἱ δ' ἄλλαι δμῳαὶ κατὰ δώματα κάλ' Ὀδυσῆος\nἐγρόμεναι ἀνέκαιον ἐπ' ἐσχάρῃ ἀκάματον πῦρ.\nΤηλέμαχος δ' εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,\nεἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ' ὤμῳ,\nποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,\nεἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ.\n\nστῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, πρὸς δ' Εὐρύκλειαν ἔειπε·\n\n\"μαῖα φίλη, πῶς ξεῖνον ἐτιμήσασθ' ἐνὶ οἴκῳ\nεὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;\nτοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·\nἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων\nχείρονα, τὸν δέ τ' ἀρείον' ἀτιμήσασ' ἀποπέμπει.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Εὐρύκλεια·\n\"οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.\nοἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρ' ἔθελ' αὐτός,\nσίτου δ' οὐκέτ' ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.\nἀλλ' ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνῄσκοντο,\nἡ μὲν δέμνι' ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,\nαὐτὰρ ὅ γ', ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,\nοὐκ ἔθελ' ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,\nἀλλ' ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν\nἔδραθ' ἐνὶ προδόμῳ· χλαῖναν δ' ἐπιέσσαμεν ἡμεῖς.\"\n\nὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει\nἔγχος ἔχων· ἅμα τῷ γε κύνες πόδας ἀργοὶ ἕποντο.\nβῆ δ' ἴμεν εἰς ἀγορὴν μετ' ἐϋκνήμιδας Ἀχαιούς.\nἡ δ' αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,\nΕὐρύκλει', Ὦπος θυγάτηρ Πεισηνορίδαο·\n\n\"ἄγρειθ', αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι\nῥάσσατέ τ' ἔν τε θρόνοισ' εὐποιήτοισι τάπητας\nβάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας\nπάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας\nκαὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθ' ὕδωρ\nἔρχεσθε κρήνηνδε καὶ οἴσετε θᾶσσον ἰοῦσαι.\nοὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,\nἀλλὰ μάλ' ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.\"\n\nὣς ἔφαθ', αἱ δ' ἄρα τῆς μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.\nαἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,\nαἱ δ' αὐτοῦ κατὰ δώματ' ἐπισταμένως πονέοντο.\n\nἐς δ' ἦλθον δρηστῆρες ἀγήνορες· οἱ μὲν ἔπειτα\nεὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες\nἦλθον ἀπὸ κρήνης. ἐπὶ δέ σφισιν ἦλθε συβώτης\nτρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.\nκαὶ τοὺς μέν ῥ' εἴασε καθ' ἕρκεα καλὰ νέμεσθαι,\nαὐτὸς δ' αὖτ' Ὀδυσῆα προσηύδα μειλιχίοισι·\n\n\"ξεῖν', ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,\nἦέ σ' ἀτιμάζουσι κατὰ μέγαρ' ὡς τὸ πάρος περ;\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τεισαίατο λώβην,\nἣν οἵδ' ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται\nοἴκῳ ἐν ἀλλοτρίῳ, οὐδ' αἰδοῦς μοῖραν ἔχουσιν.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\nἀγχίμολον δέ σφ' ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν,\nαἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,\nδεῖπνον μνηστήρεσσι· δύω δ' ἅμ' ἕποντο νομῆες.\nκαὶ τὰς μὲν κατέδησαν ὑπ' αἰθούσῃ ἐριδούπῳ,\nαὐτὸς δ' αὖτ' Ὀδυσῆα προσηύδα κερτομίοισι·\n\n\"ξεῖν', ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις κατὰ δῶμα\nἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;\nπάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω\nπρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον\nαἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλοθι δαῖτες Ἀχαιῶν.\"\n\nὣς φάτο, τὸν δ' οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,\nἀλλ' ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.\n\nτοῖσι δ' ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,\nβοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.\nπορθμῆες δ' ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους\nἀνθρώπους πέμπουσιν, ὅτίς σφεας εἰσαφίκηται.\nκαὶ τὰ μὲν εὖ κατέδησεν ὑπ' αἰθούσῃ ἐριδούπῳ,\nαὐτὸς δ' αὖτ' ἐρέεινε συβώτην ἄγχι παραστάς·\n\n\"τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,\nἡμέτερον πρὸς δῶμα; τέων δ' ἒξ εὔχεται εἶναι\nἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;\nδύσμορος· ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·\nἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,\nὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.\"\n\nἦ, καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστὰς\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω\nὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖσ' ἔχεαι πολέεσσι.\nΖεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·\nοὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,\nμισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.\nἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε\nμνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω\nτοιάδε λαίφε' ἔχοντα κατ' ἀνθρώπους ἀλάλησθαι,\nεἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.\nεἰ δ' ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,\nὤ μοι ἔπειτ' Ὀδυσῆος ἀμύμονος, ὅς μ' ἐπὶ βουσὶν\nεἷσ' ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.\nνῦν δ' αἱ μὲν γίνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως\nἀνδρί γ' ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·\nτὰς δ' ἄλλοι με κέλονται ἀγινέμεναι σφίσιν αὐτοῖς\nἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροισ' ἀλέγουσιν,\nοὐδ' ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη\nκτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.\nαὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι\nπόλλ' ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος\nἄλλων δῆμον ἱκέσθαι ἰόντ' αὐτῇσι βόεσσιν\nἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον αὖθι μένοντα\nβουσὶν ἐπ' ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.\nκαί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων\nἐξικόμην φεύγων, ἐπεὶ οὐκέτ' ἀνεκτὰ πέλονται·\nἀλλ' ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν\nἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείη.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"βουκόλ', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας,\nγινώσκω δὲ καὶ αὐτός, ὅ τοι πινυτὴ φρένας ἵκει,\nτοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·\nἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,\nἱστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·\nἦ σέθεν ἐνθάδ' ἐόντος ἐλεύσεται οἴκαδ' Ὀδυσσεύς·\nσοῖσιν δ' ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κ' ἐθέλῃσθα,\nκτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσι.\"\n\nτὸν δ' αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·\n\"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·\nγνοίης χ', οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.\"\n\nὣς δ' αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι\nνοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\nμνηστῆρες δ' ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε\nἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,\nαἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.\nτοῖσιν δ' Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·\n\n\"ὦ φίλοι, οὐχ ἥμιν συνθεύσεται ἥδε γε βουλή,\nΤηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.\"\n\nὣς ἔφατ' Ἀμφίνομος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.\nἐλθόντες δ' ἐς δώματ' Ὀδυσσῆος θείοιο\nχλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,\nοἱ δ' ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,\nἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·\nσπλάγχνα δ' ἄρ' ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον\nκρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.\nσῖτον δέ σφ' ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,\nκαλοῖσ' ἐν κανέοισιν, ἐοινοχόει δὲ Μελανθεύς.\nοἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n\nΤηλέμαχος δ' Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,\nἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,\nδίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·\nπὰρ δ' ἐτίθει σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευεν\nἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·\n\n\"ἐνταυθοῖ νῦν ἧσο μετ' ἀνδράσιν οἰνοποτάζων·\nκερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω\nπάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν\nοἶκος ὅδ', ἀλλ' Ὀδυσῆος, ἐμοὶ δ' ἐκτήσατο κεῖνος.\nὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς\nκαὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες\nΤηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.\nτοῖσιν δ' Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·\n\n\"καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,\nΤηλεμάχου· μάλα δ' ἧμιν ἀπειλήσας ἀγορεύει.\n\nοὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῶ κέ μιν ἤδη\nπαύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντ' ἀγορητήν.\"\n\nὣς ἔφατ' Ἀντίνοος· ὁ δ' ἄρ' οὐκ ἐμπάζετο μύθων.\nκήρυκες δ' ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην\nἦγον· τοὶ δ' ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ\nἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.\n\nοἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἑρύσαντο,\nμοίρας δασσάμενοι δαίνυντ' ἐρικυδέα δαῖτα.\nπὰρ δ' ἄρ' Ὀδυσσῆϊ μοῖραν θέσαν, οἳ πονέοντο,\nἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει\nΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.\n\nμνηστῆρας δ' οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη\nλώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ' ἔτι μᾶλλον\nδύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.\nἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,\nΚτήσιππος δ' ὄνομ' ἔσκε, Σάμῃ δ' ἐνὶ οἰκία ναῖεν·\nὃς δή τοι κτεάτεσσι πεποιθὼς πατρὸς ἑοῖο\nμνάσκετ' Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.\nὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·\n\n\"κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·\nμοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,\nἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον\nξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ' ἵκηται.\nἀλλ' ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς\nἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ\nδμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο.\"\n\nὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ,\nκείμενον ἐκ κανέοιο λαβών· ὁ δ' ἀλεύατ' Ὀδυσσεὺς\nἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ\nσαρδάνιον μάλα τοῖον· ὁ δ' εὔδμητον βάλε τοῖχον.\nΚτήσιππον δ' ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·\n\n\"Κτήσιππ', ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·\nοὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.\nἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,\nκαί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο\nἐνθάδε. τῶ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ\nφαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,\nἐσθλά τε καὶ τὰ χέρεια· πάρος δ' ἔτι νήπιος ἦα.\nἀλλ' ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,\nμήλων σφαζομένων οἴνοιό τε πινομένοιο\nκαὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.\nἀλλ' ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·\nεἰ δ' ἤδη μ' αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,\nκαί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη\nτεθνάμεν ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι,\nξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας\nῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.\nὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·\n\n\"ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ\nἀντιβίοισ' ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·\nμήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν' ἄλλον\nδμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο.\nΤηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην\nἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.\nὄφρα μὲν ὕμιν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει\nνοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,\nτόφρ' οὔ τις νέμεσις μενέμεν τ' ἦν ἰσχέμεναί τε\nμνηστῆρας κατὰ δώματ', ἐπεὶ τόδε κέρδιον ἦεν,\nεἰ νόστησ' Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·\nνῦν δ' ἤδη τόδε δῆλον, ὅ τ' οὐκέτι νόστιμός ἐστιν.\nἀλλ' ἄγε σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,\nγήμασθ' ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,\nὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,\nἔσθων καὶ πίνων, ἡ δ' ἄλλου δῶμα κομίζῃ.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"οὐ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,\nὅς που τῆλ' Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,\nοὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω\nγήμασθ' ᾧ κ' ἐθέλῃ, ποτὶ δ' ἄσπετα δῶρα δίδωμι·\nαἰδέομαι δ' ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι\nμύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.\"\n\nὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη\nἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.\nοἱ δ' ἤδη γναθμοῖσι γελώων ἀλλοτρίοισιν,\nαἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δ' ἄρα σφέων\nδακρυόφιν πίμπλαντο, γόον δ' ὠΐετο θυμός.\nτοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·\n\n\"ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων\nεἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα,\nοἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,\nαἵματι δ' ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·\nεἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,\nἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ\nοὐρανοῦ ἐξαπόλωλε, κακὴ δ' ἐπιδέδρομεν ἀχλύς.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν.\nτοῖσιν δ' Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ' ἀγορεύειν·\n\n\"ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.\nἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε\nεἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.\"\n\nτὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·\n\"Εὐρύμαχ', οὔ τί σ' ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν.\nεἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω\nκαὶ νόος ἐν στήθεσσι τετυγμένος, οὐδὲν ἀεικής·\nτοῖσ' ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν\nἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδ' ἀλέαιτο\nμνηστήρων, οἳ δῶμα κατ' ἀντιθέου Ὀδυσῆος\nἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.\"\n\nὣς εἰπὼν ἐξῆλθε δόμων ἐῢ ναιεταόντων,\nἵκετο δ' ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.\nμνηστῆρες δ' ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες\nΤηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες.\nὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·\n\n\"Τηλέμαχ', οὔ τις σεῖο κακοξεινώτερος ἄλλος,\nοἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,\nσίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων\nἔμπαιον οὐδὲ βίης, ἀλλ' αὔτως ἄχθος ἀρούρης·\nἄλλος δ' αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.\nἀλλ' εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·\nτοὺς ξείνους ἐν νηῒ πολυκλήϊδι βαλόντες\nἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.\"\n\nὣς ἔφασαν μνηστῆρες· ὁ δ' οὐκ ἐμπάζετο μύθων,\nἀλλ' ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,\nὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.\n\nἡ δὲ κατ' ἄντηστιν θεμένη περικαλλέα δίφρον\nκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,\nἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουε.\nδεῖπνον μὲν γὰρ τοί γε γελώοντες τετύκοντο\nἡδύ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλ' ἱέρευσαν·\nδόρπου δ' οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,\nοἷον δὴ τάχ' ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ\nθησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.\n\nΤῇ δ' ἄρ' ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,\nκούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,\nτόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον\nἐν μεγάροισ' Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.\nκλίμακα δ' ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,\nεἵλετο δὲ κληῖδ' εὐκαμπέα χειρὶ παχείῃ,\nκαλὴν χαλκείην· κώπη δ' ἐλέφαντος ἐπῆεν.\nβῆ δ' ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν\nἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,\nχαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.\nἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη\nἰοδόκος, πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί,\nδῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας\nἼφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.\nτὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν\nοἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς\nἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·\nμῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν\nνηυσὶ πολυκλήϊσι τριηκόσι' ἠδὲ νομῆας.\nτῶν ἕνεκ' ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεύς,\nπαιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες·\nἼφιτος αὖθ' ἵππους διζήμενος, αἵ οἱ ὄλοντο\nδώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοί·\nαἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,\nἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,\nφῶθ' Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,\n\nὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,\nσχέτλιος, οὐδὲ θεῶν ὄπιν αἰδέσατ' οὐδὲ τράπεζαν,\nτὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,\nἵππους δ' αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.\nτὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,\nτὸ πρὶν μὲν ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ\nκάλλιπ' ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.\nτῷ δ' Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,\nἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ\nγνώτην ἀλλήλω· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν\nἼφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,\nὅς οἱ τόξον ἔδωκε. τὸ δ' οὔ ποτε δῖος Ὀδυσσεὺς\nἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν\nᾑρεῖτ', ἀλλ' αὐτοῦ μνῆμα ξείνοιο φίλοιο\nκέσκετ' ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.\n\nἡ δ' ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν\nοὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων\nξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,\nἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ' ἐπέθηκε φαεινάς,\nαὐτίκ' ἄρ' ἥ γ' ἱμάντα θοῶς ἀπέλυσε κορώνης,\nἐν δὲ κληῖδ' ἧκε, θυρέων δ' ἀνέκοπτεν ὀχῆας\nἄντα τιτυσκομένη. τὰ δ' ἀνέβραχεν ἠΰτε ταῦρος\nβοσκόμενος λειμῶνι· τόσ' ἔβραχε καλὰ θύρετρα\nπληγέντα κληῖδι, πετάσθησαν δέ οἱ ὦκα.\nἡ δ' ἄρ' ἐφ' ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ\nἕστασαν, ἐν δ' ἄρα τῇσι θυώδεα εἵματ' ἔκειτο.\nἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον\nαὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.\nἑζομένη δὲ κατ' αὖθι, φίλοισ' ἐπὶ γούνασι θεῖσα,\nκλαῖε μάλα λιγέως, ἐκ δ' ᾕρεε τόξον ἄνακτος.\nἡ δ' ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,\nβῆ ῥ' ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς\nτόξον ἔχουσ' ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην\nἰοδόκον· πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί.\nτῇ δ' ἄρ' ἅμ' ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος\nκεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.\nἡ δ' ὄτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,\nστῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,\nἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·\nἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.\nαὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·\n\n\"κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα\nἐχράετ' ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ\nἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον, οὐδέ τιν' ἄλλην\nμύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,\nἀλλ' ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.\nἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ' ἄεθλον·\nθήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·\nὃς δέ κε ῥηΐτατ' ἐντανύσῃ βιὸν ἐν παλάμῃσι\nκαὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,\nτῷ κεν ἅμ' ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα\nκουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,\nτοῦ ποτε μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.\"\n\nὣς φάτο, καί ῥ' Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,\nτόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.\nδακρύσας δ' Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·\nκλαῖε δὲ βουκόλος ἄλλοθ', ἐπεὶ ἴδε τόξον ἄνακτος.\nἈντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\n\"νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,\nἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ\nθυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως\nκεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσ' ἀκοίτην.\nἀλλ' ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε\nκλαίετον ἐξελθόντε κατ' αὐτόθι τόξα λιπόντε,\nμνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω\nῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.\nοὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν,\nοἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,\nκαὶ γὰρ μνήμων εἰμί, πάϊς δ' ἔτι νήπιος ἦα.\"\n\nὣς φάτο, τῷ δ' ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει\nνευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.\nἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσασθαι ἔμελλεν\nἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότ' ἀτίμα\nἥμενος ἐν μεγάροισ', ἐπὶ δ' ὤρνυε πάντας ἑταίρους.\n\nτοῖσι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο·\n\"ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·\nμήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,\nἄλλῳ ἅμ' ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·\nαὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.\nἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ' ἄεθλον,\nοἵη νῦν οὐκ ἔστι γυνὴ κατ' Ἀχαιΐδα γαῖαν,\nοὔτε Πύλου ἱερῆς οὔτ' Ἄργεος οὔτε Μυκήνης,\nοὔτ' αὐτῆς Ἰθάκης οὔτ' ἠπείροιο μελαίνης·\nκαὶ δ' αὐτοὶ τόδε ἴστε· τί με χρὴ μητέρος αἴνου; -\nἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε μηδ' ἔτι τόξου\nδηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.\nκαὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·\nεἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,\nοὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ\nλείποι ἅμ' ἄλλῳ ἰοῦσ', ὅτ' ἐγὼ κατόπισθε λιποίμην\nοἷός τ' ἤδη πατρὸς ἀέθλια κάλ' ἀνελέσθαι.\"\n\nἦ, καὶ ἀπ' ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν\nὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτ' ὤμων.\nπρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας\nπᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,\nἀμφὶ δὲ γαῖαν ἔναξε. τάφος δ' ἕλε πάντας ἰδόντας,\nὡς εὐκόσμως στῆσε· πάρος δ' οὔ πώ ποτ' ὀπώπει.\nστῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.\nτρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,\nτρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,\nνευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.\nκαί νύ κε δὴ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,\nἀλλ' Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.\n\nτοῖς δ' αὖτις μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο·\n\"ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ' ἔσομαι καὶ ἄκικυς,\nἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα\nἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.\nἀλλ' ἄγεθ', οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,\nτόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.\"\n\nὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,\nκλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,\nαὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,\nἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη.\n\nτοῖσιν δ' Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·\n\"ὄρνυσθ' ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,\nἀρξάμενοι τοῦ χώρου, ὅθεν τέ περ οἰνοχοεύει.\"\n\nὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.\nΛειώδης δὲ πρῶτος ἀνίστατο, Ἤνοπος υἱός,\nὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν\nἷζε μυχοίτατος αἰεί· ἀτασθαλίαι δέ οἱ οἴῳ\nἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·\nὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.\nστῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,\nοὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων\nἀτρίπτους ἁπαλάς. μετὰ δὲ μνηστῆρσιν ἔειπεν·\n\n\"ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.\nπολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει\nθυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι\nτεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗ θ' ἕνεκ' αἰεὶ\nἐνθάδ' ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.\nνῦν μέν τις καὶ ἔλπετ' ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ\nγῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν·\nαὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, -\nἄλλην δή τιν' ἔπειτα Ἀχαιϊάδων εὐπέπλων\nμνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ' ἔπειτα\nγήμαιθ' ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.\"\n\nὣς ἄρ' ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,\nκλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,\nαὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,\nἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη.\n\nἈντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\"Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,\nδεινόν τ' ἀργαλέον τε, νεμεσσῶμαι δέ τ' ἀκούων,\nεἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει\nθυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.\nοὐ γάρ τοι σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ,\n\nοἷόν τε ῥυτῆρα βιοῦ τ' ἔμεναι καὶ ὀϊστῶν·\nἀλλ' ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.\"\n\nὣς φάτο, καί ῥ' ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·\n\"ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,\nπὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ' αὐτοῦ,\nἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,\nὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,\nτόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.\"\n\nὣς φάθ', ὁ δ' αἶψ' ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,\nπὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπ' αὐτοῦ,\nἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος.\nτῷ ῥα νέοι θάλποντες ἐπειρῶντ', οὐδ' ἐδύναντο\nἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.\nἈντίνοος δ' ἔτ' ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,\nἀρχοὶ μνηστήρων· ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.\n\nτὼ δ' ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ' ἄμφω\nβουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·\nἐκ δ' αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.\nἀλλ' ὅτε δή ῥ' ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,\nφθεγξάμενός σφ' ἐπέεσσι προσηύδα μειλιχίοισι·\n\n\"βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,\nἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.\nποῖοί κ' εἶτ' Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι\nὧδε μάλ' ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;\nἤ κε μνηστήρεσσιν ἀμύνοιτ' ἦ Ὀδυσῆϊ;\nεἴπαθ' ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.\"\n\nτὸν δ' αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·\n\"Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,\nὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·\nγνοίης χ', οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.\"\n\nὣς δ' αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι\nνοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.\nαὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέ' ἀνέγνω,\nἐξαῦτίς σφ' ἐπέεσσιν ἀμειβόμενος προσέειπεν·\n\n\"ἔνδον μὲν δὴ ὅδ' αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας,\nἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.\nγινώσκω δ' ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω\nοἴοισι δμώων· τῶν δ' ἄλλων οὔ τευ ἄκουσα\nεὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ' ἱκέσθαι.\nσφῶϊν δ', ὡς ἔσεταί περ, ἀληθείην καταλέξω·\nεἴ χ' ὑπ' ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,\nἄξομαι ἀμφοτέροισ' ἀλόχους καὶ κτήματ' ὀπάσσω\nοἰκία τ' ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα\nΤηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.\nεἰ δ' ἄγε δὴ καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,\nὄφρα μ' ἐῢ γνῶτον πιστωθῆτόν τ' ἐνὶ θυμῷ,\nοὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι\nΠαρνησόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.\"\n\nὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.\nτὼ δ' ἐπεὶ εἰσιδέτην εὖ τ' ἐφράσσαντο ἕκαστα,\nκλαῖον ἄρ' ἀμφ' Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε\nκαὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους·\nὣς δ' αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.\nκαί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,\nεἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·\n\n\"παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται\nἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.\nἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδ' ἅμα πάντες,\nπρῶτος ἐγώ, μετὰ δ' ὔμμες. ἀτὰρ τόδε σῆμα τετύχθω·\nἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,\nοὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·\nἀλλὰ σύ, δῖ' Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον\nἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν δὲ γυναιξὶ\nκληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας·\nἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ\nἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε\nπροβλώσκειν, ἀλλ' αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.\nσοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς\nκληῖσαι κληῖδι, θοῶς δ' ἐπὶ δεσμὸν ἰῆλαι.\"\n\nὣς εἰπὼν εἰσῆλθε δόμους ἐῢ ναιετάοντας·\nἕζετ' ἔπειτ' ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη.\nἐς δ' ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.\n\nΕὐρύμαχος δ' ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,\nθάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδ' ὧς\nἐντανύσαι δύνατο, μέγα δ' ἔστενε κυδάλιμον κῆρ·\nὀχθήσας δ' ἄρα εἶπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·\n\n\"ὢ πόποι, ἦ μοι ἄχος περί τ' αὐτοῦ καὶ περὶ πάντων.\nοὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ· -\nεἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ\nἀμφιάλῳ Ἰθάκῃ, αἱ δ' ἄλλῃσιν πολίεσσιν· -\nἀλλ' εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν\nἀντιθέου Ὀδυσῆος, ὅ τ' οὐ δυνάμεσθα τανύσσαι\nτόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.\"\n\nτὸν δ' αὖτ' Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·\n\"Εὐρύμαχ', οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.\nνῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο\nἁγνή· τίς δέ κε τόξα τιταίνοιτ'; ἀλλὰ ἕκηλοι\nκάτθετ'. ἀτὰρ πελέκεάς γε καὶ εἴ κ' εἰῶμεν ἅπαντας\nἑστάμεν· οὐ μὲν γάρ τιν' ἀναιρήσεσθαι ὀΐω,\nἐλθόντ' ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.\nἀλλ' ἄγετ', οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,\nὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·\nἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,\nαἶγας ἄγειν, αἳ πᾶσι μέγ' ἔξοχοι αἰπολίοισιν,\nὄφρ' ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ\nτόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.\"\n\nὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.\nτοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,\nκοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,\nνώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.\nοἱ δ' ἐπεὶ οὖν σπεῖσάν τε πίον θ', ὅσον ἤθελε θυμός,\nτοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·\n\n\"κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,\nὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·\nΕὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα\nλίσσομ', ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,\nνῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·\nἠῶθεν δὲ θεὸς δώσει κράτος, ᾧ κ' ἐθέλῃσιν.\nἀλλ' ἄγ' ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθ' ὑμῖν\nχειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτ' ἐστὶν\nἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,\nἦ ἤδη μοι ὄλεσσεν ἄλη τ' ἀκομιστίη τε.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,\nδείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.\nἈντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·\n\n\"ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδ' ἠβαιαί.\nοὐκ ἀγαπᾷς, ὃ ἕκηλος ὑπερφιάλοισι μεθ' ἡμῖν\nδαίνυσαι οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις\nμύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος\nἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.\nοἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους\nβλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ' αἴσιμα πίνῃ.\nοἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,\nἄασ' ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,\nἐς Λαπίθας ἐλθόνθ'· ὁ δ' ἐπεὶ φρένας ἄασεν οἴνῳ,\nμαινόμενος κάκ' ἔρεξε δόμον κάτα Πειριθόοιο.\nἥρωας δ' ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε\nἕλκον ἀναΐξαντες, ἀπ' οὔατα νηλέϊ χαλκῷ\nῥῖνάς τ' ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς\nἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.\nἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,\nοἷ δ' αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.\nὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον\nἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις\nἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ\nεἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,\nπέμψομεν· ἔνθεν δ' οὔ τι σαώσεαι. ἀλλὰ ἕκηλος\nπῖνέ τε μηδ' ἐρίδαινε μετ' ἀνδράσι κουροτέροισι.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"Ἀντίνο', οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον\nξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ' ἵκηται.\nἔλπεαι, αἴ χ' ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον\nἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,\nοἴκαδέ μ' ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;\nοὐδ' αὐτός που τοῦτό γ' ἐνὶ στήθεσσιν ἔολπε·\n\nμηδέ τις ὑμείων τοῦ γ' εἵνεκα θυμὸν ἀχεύων\nἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε.\"\n\nτὴν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·\n\"κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,\nοὔ τί σε τόνδ' ἄξεσθαι ὀϊόμεθ', οὐδὲ ἔοικεν,\nἀλλ' αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,\nμή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν·\n\"ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν\nμνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·\nἀλλ' ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν\nῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δ' ἧκε σιδήρου.\"\nὣς ἐρέουσ', ἡμῖν δ' ἂν ἐλέγχεα ταῦτα γένοιτο.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"Εὐρύμαχ', οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον\nἔμμεναι, οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν\nἀνδρὸς ἀριστῆος· τί δ' ἐλέγχεα ταῦτα τίθεσθε;\nοὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ' εὐπηγής,\nπατρὸς δ' ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.\nἀλλ' ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.\nὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·\nεἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,\nἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,\nδώσω δ' ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,\nκαὶ ξίφος ἄμφηκες· δώσω δ' ὑπὸ ποσσὶ πέδιλα,\nπέμψω δ' ὅππῃ μιν κραδίη θυμός τε κελεύει.\"\n\nτὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο\nκρείσσων, ᾧ κ' ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,\nοὔθ' ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,\nοὔθ' ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·\nτῶν οὔ τίς μ' ἀέκοντα βιήσεται, αἴ κ' ἐθέλωμι\nκαὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.\nἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε,\nἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε\nἔργον ἐποίχεσθαι· τόξον δ' ἄνδρεσσι μελήσει\nπᾶσι, μάλιστα δ' ἐμοί· τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ.\"\n\nἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·\nπαιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.\nἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ\nκλαῖεν ἔπειτ' Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον\nἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.\n\nαὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·\nμνηστῆρες δ' ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·\nὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·\n\n\"πῇ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,\nπλαγκτέ; τάχ' αὖ σ' ἐφ' ὕεσσι κύνες ταχέες κατέδονται\nοἶον ἀπ' ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων\nἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.\"\n\nὣς φάσαν, αὐτὰρ ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,\nδείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισι.\nΤηλέμαχος δ' ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·\n\n\"ἄττα, πρόσω φέρε τόξα· τάχ' οὐκ ἐῢ πᾶσι πιθήσεις·\nμή σε καὶ ὁπλότερος περ ἐὼν ἀγρόνδε δίωμαι\nβάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.\nαἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ' ἔασι,\nμνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·\nτῶ κε τάχα στυγερῶς τιν' ἐγὼ πέμψαιμι νέεσθαι\nἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν\nμνηστῆρες καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο\nΤηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης\nἐν χείρεσσ' Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.\nἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·\n\n\"Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,\nκληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας·\nἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ\nἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε\nπροβλώσκειν, ἀλλ' αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.\"\n\nὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος,\nκλήϊσεν δὲ θύρας μεγάρων ἐῢ ναιεταόντων.\n\nσιγῇ δ' ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,\nκλήϊσεν δ' ἄρ' ἔπειτα θύρας εὐερκέος αὐλῆς.\nκεῖτο δ' ὑπ' αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης\nβύβλινον, ᾧ ῥ' ἐπέδησε θύρας, ἐς δ' ἤϊεν αὐτός·\nἕζετ' ἔπειτ' ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,\nεἰσορόων Ὀδυσῆα. ὁ δ' ἤδη τόξον ἐνώμα\nπάντῃ ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,\nμὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.\nὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n\n\"ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·\nἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται,\nἢ ὅ γ' ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ\nνωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.\"\n\nἄλλος δ' αὖτ' εἴπεσκε νέων ὑπερηνορεόντων·\n\"αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν,\nὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.\"\n\nὣς ἄρ' ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,\nαὐτίκ' ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ,\nὡς ὅτ' ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς\nῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,\nἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,\nὣς ἄρ' ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.\nδεξιτερῇ δ' ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·\nἡ δ' ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.\nμνηστῆρσιν δ' ἄρ' ἄχος γένετο μέγα, πᾶσι δ' ἄρα χρὼς\nἐτράπετο. Ζεὺς δὲ μεγάλ' ἔκτυπε σήματα φαίνων·\nγήθησέν τ' ἄρ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,\nὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω.\nεἵλετο δ' ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ\nγυμνός· τοὶ δ' ἄλλοι κοίλης ἔντοσθε φαρέτρης\nκείατο, τῶν τάχ' ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.\nτόν ῥ' ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,\nαὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ' ὀϊστὸν\nἄντα τιτυσκόμενος, πελέκεων δ' οὐκ ἤμβροτε πάντων\nπρώτης στειλειῆς, διὰ δ' ἀμπερὲς ἦλθε θύραζε\nἰὸς χαλκοβαρής. ὁ δὲ Τηλέμαχον προσέειπε·\n\n\"Τηλέμαχ', οὔ σ' ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει\nἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον\nδὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,\nοὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.\nνῦν δ' ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι\nἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι\nμολπῇ καὶ φόρμιγγι· τὰ γάρ τ' ἀναθήματα δαιτός.\"\n\nἦ, καὶ ἐπ' ὀφρύσι νεῦσεν· ὁ δ' ἀμφέθετο ξίφος ὀξὺ\nΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,\nἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ' ἄρ' αὐτοῦ\nπὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.\n\nΑὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,\nἆλτο δ' ἐπὶ μέγαν οὐδὸν ἔχων βιὸν ἠδὲ φαρέτρην\nἰῶν ἐμπλείην, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς\nαὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·\n\n\"οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·\nνῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,\nεἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.\"\n\nἦ, καὶ ἐπ' Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.\nἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,\nχρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,\nὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ\nμέμβλετο. τίς κ' οἴοιτο μετ' ἀνδράσι δαιτυμόνεσσι\nμοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,\nοἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;\nτὸν δ' Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,\nἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή.\nἐκλίνθη δ' ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς\nβλημένου, αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν\nαἵματος ἀνδρομέοιο· θοῶς δ' ἀπὸ εἷο τράπεζαν\nὦσε ποδὶ πλήξας, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε·\nσῖτός τε κρέα τ' ὀπτὰ φορύνετο. τοὶ δ' ὁμάδησαν\nμνηστῆρες κατὰ δώμαθ', ὅπως ἴδον ἄνδρα πεσόντα,\nἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,\nπάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·\nοὐδέ που ἀσπὶς ἔην οὐδ' ἄλκιμον ἔγχος ἑλέσθαι.\nνείκειον δ' Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·\n\n\"ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτ' ἀέθλων\nἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.\nκαὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες, ὃς μέγ' ἄριστος\nκούρων εἰν Ἰθάκῃ· τῶ σ' ἐνθάδε γῦπες ἔδονται.\"\n\nἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα\nἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,\nὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπτο.\nτοὺς δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n\n\"ὦ κύνες, οὔ μ' ἔτ' ἐφάσκεθ' ὑπότροπον οἴκαδε νεῖσθαι\nδήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον\nδμῳῇσίν τε γυναιξὶ παρευνάζεσθε βιαίως\nαὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,\nοὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,\nοὔτε τιν' ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι.\nνῦν ὕμιν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπται.\"\n\nὣς φάτο, τοὺς δ' ἅρα πάντας ὑπὸ χλωρὸν δέος εἷλε·\nπάπτηνεν δὲ ἕκαστος, ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.\nΕὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·\n\n\"εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,\nταῦτα μὲν αἴσιμα εἶπες, ὅσα ῥέζεσκον Ἀχαιοί,\nπολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δ' ἐπ' ἀγροῦ.\nἀλλ' ὁ μὲν ἤδη κεῖται, ὃς αἴτιος ἔπλετο πάντων,\nἈντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,\nοὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,\nἀλλ' ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,\nὄφρ' Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι\nαὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.\nνῦν δ' ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν\nσῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,\nὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,\nτιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,\nχαλκόν τε χρυσόν τ' ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ\nἰανθῇ· πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι.\"\n\nτὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n\"Εὐρύμαχ', οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε,\nὅσσα τε νῦν ὔμμ' ἐστὶ καὶ εἴ ποθεν ἄλλ' ἐπιθεῖτε,\nοὐδέ κεν ὧς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο,\nπρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτεῖσαι.\nνῦν ὕμιν παράκειται ἐναντίον ἠὲ μάχεσθαι\nἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·\nἀλλά τιν' οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.\"\n\nὣς φάτο, τῶν δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.\nτοῖσιν δ' Εὐρύμαχος μετεφώνεε δεύτερον αὖτις·\n\n\"ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,\nἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,\nοὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας\nἄμμε κατακτείνῃ. ἀλλὰ μνησώμεθα χάρμης·\nφάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας\nἰῶν ὠκυμόρων· ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν\nἁθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,\nἔλθωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα γένηται·\nτῶ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.\"\n\nὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,\nχάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δ' ἐπ' αὐτῷ\nσμερδαλέα ἰάχων· ὁ δ' ἁμαρτὴ δῖος Ὀδυσσεὺς\nἰὸν ἀποπροΐει, βάλε δὲ στῆθος παρὰ μαζόν,\nἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος. ἐκ δ' ἄρα χειρὸς\nφάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ\nκάππεσεν ἰδνωθείς, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε\nκαὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ\nθυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι\nλακτίζων ἐτίνασσε· κατ' ὀφθαλμῶν δ' ἔχυτ' ἀχλύς.\n\nἈμφίνομος δ' Ὀδυσῆος ἐείσατο κυδαλίμοιο\nἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,\nεἴ πώς οἱ εἴξειε θυράων. ἀλλ' ἄρα μιν φθῆ\nΤηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ\nὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε·\nδούπησεν δὲ πεσών, χθόνα δ' ἤλασε παντὶ μετώπῳ.\nΤηλέμαχος δ' ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος\nαὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε, μή τις Ἀχαιῶν\nἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε\nφασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.\nβῆ δὲ θέειν, μάλα δ' ὦκα φίλον πατέρ' εἰσαφίκανεν,\nἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·\n\n\"ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε\nκαὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοισ' ἀραρυῖαν,\nαὐτός τ' ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ\nκαὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"οἶσε θέων, εἷός μοι ἀμύνεσθαι πάρ' ὀϊστοί,\nμή μ' ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.\"\n\nὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,\nβῆ δ' ἴμεναι θάλαμόνδ', ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.\nἔνθεν τέσσαρα μὲν σάκε' εἵλετο, δούρατα δ' ὀκτὼ\nκαὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·\nβῆ δὲ φέρων, μάλα δ' ὦκα φίλον πατέρ' εἰσαφίκανεν.\nαὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·\nὣς δ' αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,\nἔσταν δ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.\n\nαὐτὰρ ὅ γ', ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί,\nτόφρα μνηστήρων ἕνα γ' αἰεὶ ᾧ ἐνὶ οἴκῳ\nβάλλε τιτυσκόμενος· τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.\nαὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,\nτόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο\nἔκλιν' ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,\nαὐτὸς δ' ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον,\nκρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,\nἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·\nεἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.\n\nὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,\nἀκρότατον δὲ παρ' οὐδὸν ἐϋσταθέος μεγάροιο\nἦν ὁδὸς ἐς λαύρην, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι·\nτὴν Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν\nἑσταότ' ἄγχ' αὐτῆς· μία δ' οἴη γίνετ' ἐφορμή.\nτοῖς δ' Ἀγέλεως μετέειπεν ἔπος πάντεσσι πιφαύσκων·\n\n\"ὦ φίλοι, οὐκ ἂν δή τις ἀν' ὀρσοθύρην ἀναβαίη\nκαὶ εἴποι λαοῖσι, βοὴ δ' ὤκιστα γένοιτο;\nτῶ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.\"\n\nτὸν δ' αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·\n\"οὔ πως ἔστ', Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς\nαὐλῆς καλὰ θύρετρα, καὶ ἀργαλέον στόμα λαύρης·\nκαί χ' εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τ' ἄλκιμος εἴη.\nἀλλ' ἄγεθ', ὑμῖν τεύχε' ἐνείκω θωρηχθῆναι\nἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πῃ ἄλλῃ\nτεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.\"\n\nὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,\nἐς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.\nἔνθεν δώδεκα μὲν σάκε' ἔξελε, τόσσα δὲ δοῦρα\nκαὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·\nβῆ δ' ἴμεναι, μάλα δ' ὦκα φέρων μνηστῆρσιν ἔδωκε.\nκαὶ τότ' Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,\nὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα\nμακρὰ τινάσσοντας· μέγα δ' αὐτῷ φαίνετο ἔργον.\nαἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·\n\n\"Τηλέμαχ', ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν\nνῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γ' ἤμβροτον, - οὐδέ τις ἄλλος\nαἴτιος, - ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν\nκάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.\nἀλλ' ἴθι, δῖ' Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο,\nκαὶ φράσαι, ἤ τις ἄρ' ἐστὶ γυναικῶν, ἣ τάδε ῥέζει,\nἦ υἱὸς Δολίοιο Μελανθεύς, τόν περ ὀΐω.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.\nβῆ δ' αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,\nοἴσων τεύχεα καλά· νόησε δὲ δῖος ὑφορβός,\nαἶψα δ' Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·\n\n\"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,\nκεῖνος δὴ αὖτ' ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθ' αὐτοί,\nἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,\nἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,\nἦέ σοι ἐνθάδ' ἄγω, ἵν' ὑπερβασίας ἀποτείσῃ\nπολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\n\"ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς\nσχήσομεν ἔντοσθεν μεγάρων μάλα περ μεμαῶτας·\nσφῶϊ δ' ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν\nἐς θάλαμον βαλέειν, σανίδας δ' ἐκδῆσαι ὄπισθε,\nσειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε\nκίον' ἀν' ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,\nὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ' ἄλγεα πάσχῃ.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,\nβὰν δ' ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.\nἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχε' ἐρεύνα,\nτὼ δ' ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.\nεὖθ' ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,\nτῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,\nτῇ δ' ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,\nΛαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·\nδὴ τότε γ' ἤδη κεῖτο, ῥαφαὶ δ' ἐλέλυντο ἱμάντων·\nτὼ δ' ἄρ' ἐπαΐξανθ' ἑλέτην ἔρυσάν τέ μιν εἴσω\nκουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,\nσὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ\nεὖ μάλ' ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν\nυἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·\nσειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε\nκίον' ἀν' ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.\nτὸν δ' ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·\n\n\"νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,\nεὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·\nοὐδὲ σέ γ' ἠριγένεια παρ' Ὠκεανοῖο ῥοάων\nλήσει ἀνερχομένη χρυσόθρονος, ἡνίκ' ἀγινεῖς\nαἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.\"\n\nὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·\nτὼ δ' ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,\nβήτην εἰς Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.\nἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπ' οὐδοῦ\nτέσσαρες, οἱ δ' ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.\nτοῖσι δ' ἐπ' ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη\nΜέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.\nτὴν δ' Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·\n\n\"Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δ' ἐτάροιο φίλοιο,\nὅς σ' ἀγαθὰ ῥέζεσκον· ὁμηλικίη δέ μοί ἐσσι.\"\n\nὣς φάτ', ὀϊόμενος λαοσσόον ἔμμεν' Ἀθήνην.\nμνηστῆρες δ' ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·\nπρῶτος τήν γ' ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·\n\n\"Μέντορ, μή σ' ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς\nμνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ.\nὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·\nὁππότε κεν τούτους κτέωμεν, πατέρ' ἠδὲ καὶ υἱόν,\nἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς\nἕρδειν ἐν μεγάροις· σῷ δ' αὐτοῦ κράατι τείσεις.\nαὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,\nκτήμαθ' ὁπόσσα τοί ἐστι, τά τ' ἔνδοθι καὶ τὰ θύρηφι,\nτοῖσιν Ὀδυσσῆος μεταμείξομεν· οὐδέ τοι υἷας\nζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδὲ θύγατρας\nοὐδ' ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.\"\n\nὣς φάτ', Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,\nνείκεσσεν δ' Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·\n\n\"οὐκέτι σοί γ', Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή,\nοἵη ὅτ' ἀμφ' Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ\nεἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,\nπολλοὺς δ' ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,\nσῇ δ' ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.\nπῶς δὴ νῦν, ὅτε σόν γε δόμον καὶ κτήμαθ' ἱκάνεις,\nἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;\nἀλλ' ἄγε δεῦρο, πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον,\nὄφρ' εἰδῇς, οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσι\nΜέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.\"\n\nἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,\nἀλλ' ἔτ' ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν\nἠμὲν Ὀδυσσῆος ἠδ' υἱοῦ κυδαλίμοιο.\nαὐτὴ δ' αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον\nἕζετ' ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.\n\nμνηστῆρας δ' ὤτρυνε Δαμαστορίδης Ἀγέλαος\nΕὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε\nΠείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·\nοἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ' ἄριστοι,\nὅσσοι ἔτ' ἔζωον περί τε ψυχέων ἐμάχοντο·\nτοὺς δ' ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.\nτοῖς δ' Ἀγέλεως μετέειπεν ἔπος πάντεσσι πιφαύσκων·\n\n\"ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·\nκαὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,\nοἱ δ' οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.\nτῶ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,\nἀλλ' ἄγεθ' οἱ ἓξ πρῶτον ἀκοντίσατ', αἴ κέ ποθι Ζεὺς\nδώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.\nτῶν δ' ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκόντισαν, ὡς ἐκέλευεν,\nἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη.\nτῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο\nβεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·\nἄλλου δ' ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.\nαὐτὰρ ἐπεὶ δὴ δούρατ' ἀλεύαντο μνηστήρων,\nτοῖσ' ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·\n\n\"ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι\nμνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν\nἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα\nἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,\nΕὐρυάδην δ' ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,\nΠείσανδρον δ' ἄρ' ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.\nοἱ μὲν ἔπειθ' ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,\nμνηστῆρες δ' ἀνεχώρησαν μεγάροιο μυχόνδε·\nτοὶ δ' ἄρ' ἐπήϊξαν, νεκύων δ' ἐξ ἔγχε' ἕλοντο.\n\nαὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα\nἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.\nτῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο\nβεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·\nἄλλου δ' ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.\nἈμφιμέδων δ' ἄρα Τηλέμαχον βάλε χεῖρ' ἐπὶ καρπῷ\nλίγδην, ἄκρην δὲ ῥινὸν δηλήσατο χαλκός.\nΚτήσιππος δ' Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ\nὦμον ἐπέγραψεν· τὸ δ' ὑπέρπτατο, πῖπτε δ' ἔραζε.\nτοὶ δ' αὖτ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην\nμνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.\nἔνθ' αὖτ' Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,\nἈμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·\nΚτήσιππον δ' ἄρ' ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ\nβεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·\n\n\"ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν\nεἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσι\nμῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.\nτοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ' ἔδωκας\nἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτ' ἀλητεύοντι.\"\n\nἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς\nοὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ·\nΤηλέμαχος δ' Εὐηνορίδην Λειώκριτον οὖτα\nδουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·\nἤριπε δὲ πρηνής, χθόνα δ' ἤλασε παντὶ μετώπῳ.\nδὴ τότ' Ἀθηναίη φθισίμβροτον αἰγίδ' ἀνέσχεν\nὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.\nοἱ δ' ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·\nτὰς μέν τ' αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν\nὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται·\nοἱ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχῆλαι\nἐξ ὀρέων ἐλθόντες ἐπ' ὀρνίθεσσι θόρωσι.\nταὶ μέν τ' ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,\nοἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ\nγίνεται οὐδὲ φυγή· χαίρουσι δέ τ' ἀνέρες ἄγρῃ·\nὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα\nτύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς\nκράτων τυπτομένων, δάπεδον δ' ἅπαν αἵματι θῦεν.\n\nΛειώδης δ' Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων\nκαί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·\n\n\"γουνοῦμαί σ', Ὀδυσεῦ· σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον·\nοὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν\nεἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους\nπαύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.\n\nἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·\nτῶ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.\nαὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς\nκείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθ' εὐεργέων.\"\n\nτὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n\"εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,\nπολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι\nτηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,\nσοὶ δ' ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·\nτῶ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.\"\n\nὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ\nκείμενον, ὅ ῥ' Ἀγέλαος ἀποπροέηκε χαμᾶζε\nκτεινόμενος· τῷ τόν γε κατ' αὐχένα μέσσον ἔλασσε·\nφθεγγομένου δ' ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.\n\nΤερπιάδης δ' ἔτ' ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,\nΦήμιος, ὅς ῥ' ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.\nἔστη δ' ἐν χείρεσσιν ἔχων φόρμιγγα λίγειαν\nἄγχι παρ' ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,\nἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν\nἑρκείου ἕζοιτο τετυγμένον, ἔνθ' ἄρα πολλὰ\nΛαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρί' ἔκηαν,\nἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.\nὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,\nγούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.\nἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε\nμεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,\nαὐτὸς δ' αὖτ' Ὀδυσῆα προσαΐξας λάβε γούνων\nκαί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·\n\n\"γουνοῦμαί σ', Ὀδυσεῦ· σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον.\nαὐτῷ τοι μετόπισθ' ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν\nπέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.\nαὐτοδίδακτος δ' εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας\nπαντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν\nὥς τε θεῷ· τῶ μή με λιλαίεο δειροτομῆσαι.\nκαί κεν Τηλέμαχος τάδε γ' εἴποι, σὸς φίλος υἱός,\nὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων\nπωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,\nἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.\"\n\nὣς φάτο, τοῦ δ' ἤκουσ' ἱερὴ ἲς Τηλεμάχοιο,\nαἶψα δ' ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·\n\n\"ἴσχεο, μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ.\nκαὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ\nοἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,\nεἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,\nἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.\"\n\nὣς φάτο, τοῦ δ' ἤκουσε Μέδων πεπνυμένα εἰδώς·\nπεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα\nἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.\nαἶψα δ' ὑπὸ θρόνου ὦρτο, βοὸς δ' ἀπέδυνε βοείην,\nΤηλέμαχον δ' ἄρ' ἔπειτα προσαΐξας λάβε γούνων\nκαί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·\n\n\"ὦ φίλ', ἐγὼ μὲν ὅδ' εἰμί, σὺ δ' ἴσχεο· εἰπὲ δὲ πατρί,\nμή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,\nἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον\nκτήματ' ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.\"\n\nτὸν δ' ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·\n\"θάρσει, ἐπεὶ δή σ' οὗτος ἐρύσατο καὶ ἐσάωσεν,\nὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,\nὡς κακοεργίης εὐεργεσίη μέγ' ἀμείνων.\nἀλλ' ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε\nἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,\nὄφρ' ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.\"\n\nὣς φάτο, τὼ δ' ἔξω βήτην μεγάροιο κιόντε·\nἑζέσθην δ' ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,\nπάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.\n\nπάπτηνεν δ' Ὀδυσεὺς καθ' ἑὸν δόμον, εἴ τις ἔτ' ἀνδρῶν\nζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.\nτοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι\nπεπτεῶτας πολλούς, ὥς τ' ἰχθύας, οὕς θ' ἁλιῆες\nκοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης\nδικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες\nκύμαθ' ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·\nτῶν μέν τ' ἠέλιος φαέθων ἐξείλετο θυμόν·\nὣς τότ' ἄρα μνηστῆρες ἐπ' ἀλλήλοισι κέχυντο.\nδὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·\n\n\"Τηλέμαχ', εἰ δ' ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,\nὄφρα ἔπος εἴπωμι, τό μοι καταθύμιόν ἐστιν.\"\n\nὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,\nκινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·\n\n\"δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν\nδμῳάων σκοπός ἐσσι κατὰ μέγαρ' ἡμετεράων,\nἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.\"\n\nὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος,\nὤϊξεν δὲ θύρας μεγάρων ἐῢ ναιεταόντων,\nβῆ δ' ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθ' ἡγεμόνευεν.\nεὗρεν ἔπειτ' Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν\nαἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥς τε λέοντα,\nὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·\nπᾶν δ' ἄρα οἱ στῆθός τε παρήϊά τ' ἀμφοτέρωθεν\nαἱματόεντα πέλει, δεινὸς δ' εἰς ὦπα ἰδέσθαι·\nὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.\nἡ δ' ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,\nἴθυσέν ῥ' ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·\nἀλλ' Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδ' ὀλόλυζε·\nοὐχ ὁσίη κταμένοισιν ἐπ' ἀνδράσιν εὐχετάασθαι.\nτούσδε δὲ μοῖρ' ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·\nοὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,\nοὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτίς σφεας εἰσαφίκοιτο·\nτῶ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.\nἀλλ' ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,\nαἵ τέ μ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.\"\n\nτὸν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n\"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.\nπεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες\nδμῳαί, τὰς μέν τ' ἔργα διδάξαμεν ἐργάζεσθαι,\nεἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·\nτάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,\nοὔτ' ἐμὲ τίουσαι οὔτ' αὐτὴν Πηνελόπειαν.\nΤηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ\nσημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.\nἀλλ' ἄγ' ἐγὼν ἀναβᾶσ' ὑπερώϊα σιγαλόεντα\nεἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"μή πω τήν γ' ἐπέγειρε· σὺ δ' ἐνθάδε εἰπὲ γυναιξὶν\nἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.\"\n\nὣς ἄρ' ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει\nἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.\nαὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην\nεἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·\n\n\"ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·\nαὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας\nὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.\nαὐτὰρ ἐπὴν δὴ πάντα δόμον διακοσμήσησθε,\nδμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,\nμεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,\nθεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων\nψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντ' Ἀφροδίτης,\nτὴν ἄρ' ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρῃ.\"\n\nὣς ἔφαθ', αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,\nαἴν' ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.\nπρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,\nκὰδ δ' ἄρ' ὑπ' αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,\nἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δ' Ὀδυσσεὺς\nαὐτὸς ἐπισπέρχων· ταὶ δ' ἐκφόρεον καὶ ἀνάγκῃ.\nαὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας\nὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.\nαὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης\nλίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο\nξῦον· ταὶ δ' ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.\nαὐτὰρ ἐπεὶ δὴ πᾶν μέγαρον διεκοσμήσαντο,\nδμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,\nμεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,\nεἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.\nτοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχ' ἀγορεύειν·\n\n\"μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην\n\nτάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατ' ὀνείδεα χεῦαν\nμητέρι θ' ἡμετέρῃ, παρά τε μνηστῆρσιν ἴαυον.\"\n\nὣς ἄρ' ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο\nκίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,\nὑψόσ' ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.\nὡς δ' ὅτ' ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι\nἕρκει ἐνιπλήξωσι, τό θ' ἑστήκῃ ἐνὶ θάμνῳ,\nαὖλιν ἐσιέμεναι, στυγερὸς δ' ὑπεδέξατο κοῖτος,\nὣς αἵ γ' ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις\nδειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.\nἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ, οὔ τι μάλα δήν.\n\nἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·\nτοῦ δ' ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ\nτάμνον μήδεά τ' ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,\nχεῖράς τ' ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.\n\nοἱ μὲν ἔπειτ' ἀπονιψάμενοι χεῖράς τε πόδας τε\nεἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον.\nαὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·\n\n\"οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,\nὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν\nἐλθεῖν ἐνθάδ' ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·\nπάσας δ' ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.\"\n\nτὸν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n\"ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.\nἀλλ' ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐνείκω,\nμηδ' οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους\nἕσταθ' ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.\"\n\nὣς ἔφατ', οὐδ' ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,\nἤνεικεν δ' ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς\nεὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.\n\nγρηῢς δ' αὖτ' ἀπέβη διὰ δώματα κάλ' Ὀδυσῆος\nἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·\nαἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.\nαἱ μὲν ἄρ' ἀμφεχέοντο καὶ ἠσπάζοντ' Ὀδυσῆα\nκαὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους\nχεῖράς τ' αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει\nκλαυθμοῦ καὶ στοναχῆς, γίνωσκε δ' ἄρα φρεσὶ πάσας.\n\nΓρηῢς δ' εἰς ὑπερῷ' ἀνεβήσετο καγχαλόωσα,\nδεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·\nγούνατα δ' ἐρρώσαντο, πόδες δ' ὑπερικταίνοντο.\nστῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·\n\n\"ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι\nὀφθαλμοῖσι τεοῖσι τά τ' ἔλδεαι ἤματα πάντα.\nἦλθ' Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών·\nμνηστῆρας δ' ἔκτεινεν ἀγήνορας, οἵ θ' ἑὸν οἶκον\nκήδεσκον καὶ κτήματ' ἔδον βιόωντό τε παῖδα.\"\n\nτὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται\nἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλ' ἐόντα,\nκαί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·\nοἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.\nτίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν\nταῦτα παρὲξ ἐρέουσα, καὶ ἐξ ὕπνου μ' ἀνεγείρεις\nἡδέος, ὅς μ' ἐπέδησε φίλα βλέφαρ' ἀμφικαλύψας;\nοὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς\nᾤχετ' ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.\nἀλλ' ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.\nεἰ γάρ τίς μ' ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,\nταῦτ' ἐλθοῦσ' ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρε,\nτῶ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι\nαὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.\"\n\nτὴν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n\"οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλ' ἔτυμόν τοι\nἦλθ' Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,\nὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.\nΤηλέμαχος δ' ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,\nἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,\nὄφρ' ἀνδρῶν τείσαιτο βίην ὑπερηνορεόντων.\"\n\nὣς ἔφαθ', ἡ δ' ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα\nγρηῒ περιπλέχθη, βλεφάρων δ' ἀπὸ δάκρυον ἧκε,\nκαί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·\n\n\"εἰ δ' ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,\nεἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,\nὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε\nμοῦνος ἐών, οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.\"\n\nτὴν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n\"οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα\nκτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων\nἥμεθ' ἀτυζόμεναι, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι,\nπρίν γ' ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε\nΤηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.\nεὗρον ἔπειτ' Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν\nἑσταόθ'· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,\nκείατ' ἐπ' ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης\nαἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥς τε λέοντα.\nνῦν δ' οἱ μὲν δὴ πάντες ἐπ' αὐλείῃσι θύρῃσιν\nἁθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,\nπῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.\nἀλλ' ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον\nἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέπασθε.\nνῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·\nἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ\nκαὶ παῖδ' ἐν μεγάροισι· κακῶς δ' οἵ πέρ μιν ἔρεζον\nμνηστῆρες, τοὺς πάντας ἐτείσατο ᾧ ἐνὶ οἴκῳ.\"\n\nτὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"μαῖα φίλη, μή πω μέγ' ἐπεύχεο καγχαλόωσα.\nοἶσθα γὰρ ὥς κ' ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη\nπᾶσι, μάλιστα δ' ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·\nἀλλ' οὐκ ἔσθ' ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,\nἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,\nὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.\nοὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,\nοὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτίς σφεας εἰσαφίκοιτο·\nτῶ δι' ἀτασθαλίας ἔπαθον κακόν. αὐτὰρ Ὀδυσσεὺς\nὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δ' αὐτός.\"\n\nτὴν δ' ἠμείβετ' ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·\n\"τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,\nἣ πόσιν ἔνδον ἐόντα παρ' ἐσχάρῃ οὔ ποτε φῇσθα\nοἴκαδ' ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.\nἀλλ' ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,\nοὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι·\nτὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ\nεἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν\nοὐκ εἴα εἰπεῖν πολυκερδείῃσι νόοιο.\nἀλλ' ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,\nαἴ κέν σ' ἐξαπάφω, κτεῖναί μ' οἰκτίστῳ ὀλέθρῳ.\"\n\nτὴν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια·\n\"μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων\nδήνεα εἴρυσθαι, μάλα περ πολύϊδριν ἐοῦσαν·\nἀλλ' ἔμπης ἴομεν μετὰ παῖδ' ἐμόν, ὄφρα ἴδωμαι\nἄνδρας μνηστῆρας τεθνηότας, ἠδ' ὃς ἔπεφνεν.\"\n\nὣς φαμένη κατέβαιν' ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ\nὥρμαιν', ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,\nἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.\nἡ δ' ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,\nἕζετ' ἔπειτ' Ὀδυσῆος ἐναντίον, ἐν πυρὸς αὐγῇ,\nτοίχου τοῦ ἑτέρου· ὁ δ' ἄρα πρὸς κίονα μακρὴν\nἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι\nἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.\nἡ δ' ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·\nὄψει δ' ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,\nἄλλοτε δ' ἀγνώσασκε κακὰ χροῒ εἵματ' ἔχοντα.\n\nΤηλέμαχος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·\n\"μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,\nτίφθ' οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρ' αὐτὸν\nἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;\nοὐ μέν κ' ἄλλη γ' ὧδε γυνὴ τετληότι θυμῷ\nἀνδρὸς ἀποσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας\nἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·\nσοὶ δ' αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,\n\nοὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδ' ἐρέεσθαι\nοὐδ' εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δ' ἐτεὸν δὴ\nἔστ' Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ\nγνωσόμεθ' ἀλλήλω καὶ λώϊον· ἔστι γὰρ ἥμιν\nσήμαθ', ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπ' ἄλλων.\"\n\nὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,\nαἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·\n\n\"Τηλέμαχ', ἦ τοι μητέρ' ἐνὶ μεγάροισιν ἔασον\nπειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.\nνῦν δ' ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,\nτοὔνεκ' ἀτιμάζει με καὶ οὔ πώ φησι τὸν εἶναι.\nἡμεῖς δὲ φραζώμεθ', ὅπως ὄχ' ἄριστα γένηται.\nκαὶ γάρ τίς θ' ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,\nᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,\nφεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·\nἡμεῖς δ' ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγ' ἄριστοι\nκούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.\"\n\nτὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n\"αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην\nμῆτιν ἐπ' ἀνθρώπους φάσ' ἔμμεναι, οὐδέ κέ τίς τοι\nἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.\nἡμεῖς δὲ μεμαῶτες ἅμ' ἑψόμεθ', οὐδέ τί φημι\nἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"τοιγὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα.\nπρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,\nδμῳὰς δ' ἐν μεγάροισιν ἀνώγετε εἵμαθ' ἑλέσθαι·\nαὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν\nὑμῖν ἡγείσθω πολυπαίγμονος ὀρχηθμοῖο,\nὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,\nἢ ἀν' ὁδὸν στείχων ἢ οἳ περιναιετάουσι·\nμὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται\nἀνδρῶν μνηστήρων, πρίν γ' ἡμέας ἐλθέμεν ἔξω\nἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον. ἔνθα δ' ἔπειτα\nφρασσόμεθ', ὅττί κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.\nπρῶτα μὲν ἂρ λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,\nὅπλισθεν δὲ γυναῖκες· ὁ δ' εἵλετο θεῖος ἀοιδὸς\nφόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε\nμολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.\nτοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν\nἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.\nὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·\n\n\"ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·\nσχετλίη, οὐδ' ἔτλη πόσιος οὗ κουριδίοιο\nεἴρυσθαι μέγα δῶμα διαμπερές, εἷος ἵκοιτο.\"\n\nὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.\nαὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ\nΕὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,\nἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·\nαὐτὰρ κὰκ κεφαλῆς χεῦεν πολὺ κάλλος Ἀθήνη\nμείζονά τ' εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος\nοὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.\nὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ\nἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη\nτέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,\nὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.\nἐκ δ' ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·\nἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη,\nἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·\n\n\"δαιμονίη, περὶ σοί γε γυναικῶν θηλυτεράων\nκῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματ' ἔχοντες·\nοὐ μέν κ' ἄλλη γ' ὧδε γυνὴ τετληότι θυμῷ\nἀνδρὸς ἀποσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας\nἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.\nἀλλ' ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς\nλέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶν ἦτορ.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"δαιμόνι', οὐ γάρ τι μεγαλίζομαι οὐδ' ἀθερίζω\nοὐδὲ λίην ἄγαμαι, μάλα δ' εὖ οἶδ' οἷος ἔησθα\nἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.\nἀλλ' ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,\nἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥ' αὐτὸς ἐποίει·\nἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ' εὐνήν,\nκώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.\"\n\nὣς ἄρ' ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς\nὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·\n\n\"ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες.\nτίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη\nκαὶ μάλ' ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν\nῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.\nἀνδρῶν δ' οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλ' ἡβῶν,\nῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται\nἐν λέχει ἀσκητῷ· τὸ δ' ἐγὼ κάμον οὐδέ τις ἄλλος.\nθάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,\nἀκμηνὸς θαλέθων· πάχετος δ' ἦν ἠΰτε κίων.\nτῷ δ' ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρ' ἐτέλεσσα,\nπυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,\nκολλητὰς δ' ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.\nκαὶ τότ' ἔπειτ' ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,\nκορμὸν δ' ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ\nεὖ καὶ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνα,\nἑρμῖν' ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.\nἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρ' ἐτέλεσσα,\nδαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδ' ἐλέφαντι·\nἐν δ' ἐτάνυσσ' ἱμάντα βοὸς φοίνικι φαεινόν.\nοὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,\nἤ μοι ἔτ' ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη\nἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμέν' ἐλαίης.\"\n\nὣς φάτο, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,\nσήματ' ἀναγνούσῃ, τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσσεύς·\nδακρύσασα δ' ἔπειτ' ἰθὺς κίεν, ἀμφὶ δὲ χεῖρας\nδειρῇ βάλλ' Ὀδυσῆϊ, κάρη δ' ἔκυσ' ἠδὲ προσηύδα·\n\n\"μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα\nἀνθρώπων πέπνυσο· θεοὶ δ' ὤπαζον ὀϊζύν,\nοἳ νῶϊν ἀγάσαντο παρ' ἀλλήλοισι μένοντε\nἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.\nαὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,\nοὕνεκά σ' οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδ' ἀγάπησα.\nαἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν\nἐρρίγει, μή τίς με βροτῶν ἀπάφοιτ' ἐπέεσσιν\nἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.\nοὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,\nἀνδρὶ παρ' ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,\nεἰ ᾔδη, ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν\nἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδ' ἔμελλον.\nτὴν δ' ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·\nτὴν δ' ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ\nλυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.\nνῦν δ', ἐπεὶ ἤδη σήματ' ἀριφραδέα κατέλεξας\nεὐνῆς ἡμετέρης, τὴν οὐ βροτὸς ἄλλος ὀπώπει,\nἀλλ' οἶοι σύ τ' ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,\nἈκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,\nἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,\nπείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλ' ἐόντα.\"\n\nὣς φάτο, τῷ δ' ἔτι μᾶλλον ὑφ' ἵμερον ὦρσε γόοιο·\nκλαῖε δ' ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.\nὡς δ' ὅτ' ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,\nὧν τε Ποσειδάων εὐεργέα νῆ' ἐνὶ πόντῳ\nῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·\nπαῦροι δ' ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε\nνηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,\nἀσπάσιοι δ' ἐπέβαν γαίης, κακότητα φυγόντες·\nὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,\nδειρῆς δ' οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.\nκαί νύ κ' ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,\nεἰ μὴ ἄρ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.\nνύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δ' αὖτε\nῥύσατ' ἐπ' Ὠκεανῷ χρυσόθρονον οὐδ' ἔα ἵππους\nζεύγνυσθ' ὠκύποδας φάος ἀνθρώποισι φέροντας,\nΛάμπον καὶ Φαέθονθ', οἵ τ' Ἠῶ πῶλοι ἄγουσι.\nκαὶ τότ' ἄρ' ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς·\n\n\"ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατ' ἀέθλων\nἤλθομεν, ἀλλ' ἔτ' ὄπισθεν ἀμέτρητος πόνος ἔσται,\nπολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.\n\nὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο\nἤματι τῷ, ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,\nνόστον ἑταίροισιν διζήμενος ἠδ' ἐμοὶ αὐτῷ.\nἀλλ' ἔρχευ, λέκτρονδ' ἴομεν, γύναι, ὄφρα καὶ ἤδη\nὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"εὐνὴ μὲν δὴ σοί γε τότ' ἔσσεται, ὁππότε θυμῷ\nσῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι\nοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·\nἀλλ' ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,\nεἴπ' ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,\nπεύσομαι, αὐτίκα δ' ἐστὶ δαήμεναι οὔ τι χέρειον.\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"δαιμονίη, τί τ' ἄρ' αὖ με μάλ' ὀτρύνουσα κελεύεις\nεἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδ' ἐπικεύσω.\nοὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς\nχαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστε' ἄνωγεν\nἐλθεῖν, ἐν χείρεσσιν ἔχοντ' εὐῆρες ἐρετμόν,\nεἰς ὅ κε τοὺς ἀφίκωμαι, οἳ οὐκ ἴσασι θάλασσαν\nἀνέρες οὐδέ θ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·\nοὐδ' ἄρα τοὶ ἴσασι νέας φοινικοπαρῄους\nοὐδ' εὐήρε' ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.\nσῆμα δέ μοι τόδ' ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·\nὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης\nφήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,\nκαὶ τότε μ' ἐν γαίῃ πήξαντ' ἐκέλευσεν ἐρετμόν,\nἕρξανθ' ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,\nἀρνειὸν ταῦρόν τε συῶν τ' ἐπιβήτορα κάπρον,\nοἴκαδ' ἀποστείχειν ἕρδειν θ' ἱερὰς ἑκατόμβας\nἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,\nπᾶσι μάλ' ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ\nἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ\nγήρᾳ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ\nὄλβιοι ἔσσονται. τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.\"\n\nτὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n\"εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,\nἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.\"\n\nὥς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\nτόφρα δ' ἄρ' Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν\nἐσθῆτος μαλακῆς δαΐδων ὕπο λαμπομενάων.\nαὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,\nγρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,\nτοῖσιν δ' Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν\nἐρχομένοισι λέχοσδε δάος μετὰ χερσὶν ἔχουσα·\nἐς θάλαμον δ' ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα\nἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·\nαὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης\nπαῦσαν ἄρ' ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,\nαὐτοὶ δ' εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.\n\nτὼ δ' ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,\nτερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντες,\nἡ μὲν ὅσ' ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν\nἀνδρῶν μνηστήρων ἐσορῶσ' ἀΐδηλον ὅμιλον,\nοἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,\nἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·\nαὐτὰρ διογενὴς Ὀδυσεύς, ὅσα κήδε' ἔθηκεν\nἀνθρώποισ' ὅσα τ' αὐτὸς ὀϊζύσας ἐμόγησε,\nπάντ' ἔλεγ'· ἡ δ' ἄρα τέρπετ' ἀκούουσ', οὐδέ οἱ ὕπνος\nπῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.\n\nἤρξατο δ', ὡς πρῶτον Κίκονας δάμασ', αὐτὰρ ἔπειτα\nἦλθεν Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·\nἠδ' ὅσα Κύκλωψ ἕρξε, καὶ ὡς ἀπετείσατο ποινὴν\nἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδ' ἐλέαιρεν·\nἠδ' ὡς Αἴολον ἵκεθ', ὅ μιν πρόφρων ὑπέδεκτο\nκαὶ πέμπ', οὐδέ πω αἶσα φίλην ἐς πατρίδ' ἱκέσθαι\nἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα\nπόντον ἐπ' ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·\nἠδ' ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,\nοἳ νῆάς τ' ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους\nπάντας· Ὀδυσσεὺς δ' οἶος ὑπέκφυγε νηῒ μελαίνῃ.\nκαὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,\nἠδ' ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα\nψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο\nνηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους\nμητέρα θ', ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·\nἠδ' ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,\nὥς θ' ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν\nΣκύλλην θ', ἣν οὔ πώ ποτ' ἀκήριοι ἄνδρες ἄλυξαν·\nἠδ' ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·\nἠδ' ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ\nΖεὺς ὑψιβρεμέτης, ἀπὸ δ' ἔφθιθεν ἐσθλοὶ ἑταῖροι\nπάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·\nὥς θ' ἵκετ' Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,\nἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,\nἐν σπέεσι γλαφυροῖσι καὶ ἔτρεφεν ἠδὲ ἔφασκεν\nθήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·\nἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·\nἠδ' ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,\nοἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο\nκαὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,\nχαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.\nτοῦτ' ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος\nλυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.\n\nἡ δ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·\nὁππότε δή ῥ' Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν\nεὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,\nαὐτίκ' ἀπ' Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν\nὦρσεν, ἵν' ἀνθρώποισι φόως φέροι. ὦρτο δ' Ὀδυσσεὺς\nεὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δ' ἐπὶ μῦθον ἔτελλεν·\n\n\"ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ' ἀέθλων\nἀμφοτέρω, σὺ μὲν ἐνθάδ' ἐμὸν πολυκηδέα νόστον\nκλαίουσ'· αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι\nἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης.\nνῦν δ' ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθ' εὐνήν,\nκτήματα μέν, τά μοί ἐστι, κομιζέμεν ἐν μεγάροισι,\nμῆλα δ', ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειρον,\nπολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δ' Ἀχαιοὶ\nδώσουσ', εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.\nἀλλ' ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἄπειμι\nὀψόμενος πατέρ' ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·\nσοὶ δέ, γύναι, τόδ' ἐπιστέλλω πινυτῇ περ ἐούσῃ·\nαὐτίκα γὰρ φάτις εἶσιν ἅμ' ἠελίῳ ἀνιόντι\nἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·\nεἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν\nἧσθαι, μηδέ τινα προτιόσσεο μηδ' ἐρέεινε.\"\n\nἦ ῥα, καὶ ἀμφ' ὤμοισιν ἐδύσετο τεύχεα καλά,\nὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,\nπάντας δ' ἔντε' ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.\nοἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,\nὤϊξαν δὲ θύρας, ἐκ δ' ἤϊον· ἦρχε δ' Ὀδυσσεύς.\nἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δ' ἄρ' Ἀθήνη\nνυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.\n\nἙρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο\nἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶ\nκαλὴν χρυσείην, τῇ τ' ἀνδρῶν ὄμματα θέλγει,\nὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει·\nτῇ ῥ' ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.\nὡς δ' ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο\nτρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν\nὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ' ἀλλήλῃσιν ἔχονται,\nὣς αἱ τετριγυῖαι ἅμ' ἤϊσαν· ἦρχε δ' ἄρα σφιν\nἙρμείας ἀκάκητα κατ' εὐρώεντα κέλευθα.\nπὰρ δ' ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,\nἠδὲ παρ' Ἠελίοιο πύλας καὶ δῆμον Ὀνείρων\nἤϊσαν· αἶψα δ' ἵκοντο κατ' ἀσφοδελὸν λειμῶνα,\nἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.\n\nεὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος\nκαὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο\nΑἴαντός θ', ὃς ἄριστος ἔην εἶδός τε δέμας τε\nτῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα.\nὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ\nἤλυθ' ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο\nἀχνυμένη· περὶ δ' ἄλλαι ἀγηγέραθ', ὅσσοι ἅμ' αὐτῷ\nοἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.\nτὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·\n\n\"Ἀτρεΐδη, περὶ μέν σε φάμεν Διὶ τερπικεραύνῳ\nἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,\n\nοὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες\nδήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί.\nἦ τ' ἄρα καὶ σοὶ πρωῒ παραστήσεσθαι ἔμελλε\nμοῖρ' ὀλοή, τὴν οὔ τις ἀλεύεται, ὅς κε γένηται.\nὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,\nδήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·\nτῶ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,\nἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤρα' ὀπίσσω·\nνῦν δ' ἄρα σ' οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.\"\n\nτὸν δ' αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·\n\"ὄλβιε Πηλέος υἱέ, θεοῖσ' ἐπιείκελ' Ἀχιλλεῦ,\nὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σ' ἄλλοι\nκτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,\nμαρνάμενοι περὶ σεῖο· σὺ δ' ἐν στροφάλιγγι κονίης\nκεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.\nἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθ'· οὐδέ κε πάμπαν\nπαυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.\nαὐτὰρ ἐπεί σ' ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,\nκάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν\nὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σ' ἀμφὶ\nδάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.\nμήτηρ δ' ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃσ' ἁλίῃσιν\nἀγγελίης ἀΐουσα· βοὴ δ' ἐπὶ πόντον ὀρώρει\nθεσπεσίη, ὑπὸ δὲ τρόμος ἤλυθε πάντας Ἀχαιούς.\nκαί νύ κ' ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,\nεἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,\nΝέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·\nὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν·\n\"ἴσχεσθ', Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν.\nμήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃσ' ἁλίῃσιν\nἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.\"\nὣς ἔφαθ', οἱ δ' ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί.\nἀμφὶ δέ σ' ἔστησαν κοῦραι ἁλίοιο γέροντος\nοἴκτρ' ὀλοφυρόμεναι, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν.\nΜοῦσαι δ' ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ\nθρήνεον· ἔνθα κεν οὔ τιν' ἀδάκρυτόν γ' ἐνόησας\nἈργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.\nἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ\nκλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τ' ἄνθρωποι·\nὀκτωκαιδεκάτῃ δ' ἔδομεν πυρί· πολλὰ δ' ἐπ' αὐτῷ\nμῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.\nκαίεο δ' ἔν τ' ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ\nκαὶ μέλιτι γλυκερῷ· πολλοὶ δ' ἥρωες Ἀχαιοὶ\nτεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,\nπεζοί θ' ἱππῆές τε· πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.\nαὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,\nἠῶθεν δή τοι λέγομεν λεύκ' ὀστέ', Ἀχιλλεῦ,\nοἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι. δῶκε δὲ μήτηρ\nχρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον\nφάσκ' ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.\nἐν τῷ τοι κεῖται λεύκ' ὀστέα, φαίδιμ' Ἀχιλλεῦ,\nμίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,\nχωρὶς δ' Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων\nτῶν ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα.\nἀμφ' αὐτοῖσι δ' ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον\nχεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων\nἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,\nὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη\nτοῖσ', οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.\nμήτηρ δ' αἰτήσασα θεοὺς περικαλλέ' ἄεθλα\nθῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.\nἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας\nἡρώων, ὅτε κέν ποτ' ἀποφθιμένου βασιλῆος\nζώννυνταί τε νέοι καὶ ἐπεντύνωνται ἄεθλα·\nἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,\nοἷ' ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέ' ἄεθλα,\nἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.\nὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομ' ὤλεσας, ἀλλά τοι αἰεὶ\nπάντας ἐπ' ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ·\nαὐτὰρ ἐμοὶ τί τόδ' ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;\nἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον\nΑἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\nἀγχίμολον δέ σφ' ἦλθε διάκτορος Ἀργεϊφόντης\nψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων.\nτὼ δ' ἄρα θαμβήσαντ' ἰθὺς κίον, ὡς ἐσιδέσθην.\nἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο\nπαῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·\nξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.\nτὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·\n\n\"Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε\nπάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως\nκρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.\nἢ ὔμμ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν\nὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά,\nἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου\nβοῦς περιταμνομένους ἠδ' οἰῶν πώεα καλά,\nἦε περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;\nεἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.\nἦ οὐ μέμνῃ, ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ\nὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ\nἼλιον εἰς ἅμ' ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;\nμηνὶ δ' ἐν οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,\nσπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.\"\n\nτὸν δ' αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·\n\"Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,\nμέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·\nσοὶ δ' ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,\nἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.\nμνώμεθ' Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·\nἡ δ' οὔτ' ἠρνεῖτο στυγερὸν γάμον οὔτε τελεύτα,\nἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,\nἀλλὰ δόλον τόνδ' ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·\nστησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,\nλεπτὸν καὶ περίμετρον· ἄφαρ δ' ἡμῖν μετέειπε·\n\"κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,\nμίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος\nἐκτελέσω, μή μοι μεταμώνια νήματ' ὄληται,\nΛαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν\nμοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,\nμή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,\nαἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.\"\nὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.\nἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,\nνύκτας δ' ἀλλύεσκεν, ἐπὴν δαΐδας παραθεῖτο.\nὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·\nἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,\nμηνῶν φθινόντων, περὶ δ' ἤματα πόλλ' ἐτελέσθη,\nκαὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,\nκαὶ τήν γ' ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.\nὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκης.\nεὖθ' ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,\nπλύνασ', ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,\nκαὶ τότε δή ῥ' Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων\nἀγροῦ ἐπ' ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.\nἔνθ' ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,\nἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·\nτὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε\nἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς\nὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθ' ἡγεμόνευε.\nτὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματ' ἔχοντα,\nπτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,\nσκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·\nοὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα,\nἐξαπίνης προφανέντ', οὐδ' οἳ προγενέστεροι ἦσαν,\nἀλλ' ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.\nαὐτὰρ ὁ τεῖος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι\nβαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·\nἀλλ' ὅτε δή μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο,\nσὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε' ἀείρας\nἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,\nαὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε\nτόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,\nἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.\nοὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο\nνευρὴν ἐντανύσαι, πολλὸν δ' ἐπιδευέες ἦμεν.\nἀλλ' ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,\nἔνθ' ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι\n\nτόξον μὴ δόμεναι, μηδ' εἰ μάλα πόλλ' ἀγορεύοι,\nΤηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.\nαὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,\nῥηϊδίως δ' ἐτάνυσσε βιόν, διὰ δ' ἧκε σιδήρου·\nστῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς\nδεινὸν παπταίνων, βάλε δ' Ἀντίνοον βασιλῆα.\nαὐτὰρ ἔπειτ' ἄλλοισ' ἐφίει στονόεντα βέλεμνα\nἄντα τιτυσκόμενος· τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.\nγνωτὸν δ' ἦν, ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·\nαὐτίκα γὰρ κατὰ δώματ' ἐπισπόμενοι μένεϊ σφῷ\nκτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς\nκράτων τυπτομένων, δάπεδον δ' ἅπαν αἵματι θῦεν.\nὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθ', ὧν ἔτι καὶ νῦν\nσώματ' ἀκηδέα κεῖται ἐνὶ μεγάροισ' Ὀδυσῆος·\nοὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθ' ἑκάστου,\nοἵ κ' ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων\nκατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.\"\n\nτὸν δ' αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·\n\"ὄλβιε Λαέρταο πάϊ, πολυμήχαν' Ὀδυσσεῦ,\nἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν·\nὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,\nκούρῃ Ἰκαρίου, ὡς εὖ μέμνητ' Ὀδυσῆος,\nἀνδρὸς κουριδίου. τῶ οἱ κλέος οὔ ποτ' ὀλεῖται\nἧς ἀρετῆς, τεύξουσι δ' ἐπιχθονίοισιν ἀοιδὴν\nἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,\nοὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,\nκουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τ' ἀοιδὴ\nἔσσετ' ἐπ' ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει\nθηλυτέρῃσι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔῃσιν.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\nἑσταότ' εἰν Ἀΐδαο δόμοισ', ὑπὸ κεύθεσι γαίης·\nοἱ δ' ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ' ἀγρὸν ἵκοντο\nκαλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτ' αὐτὸς\nΛαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πολλὰ μόγησεν.\nἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντῃ,\nἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον\nδμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.\nἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα\nἐνδυκέως κομέεσκεν ἐπ' ἀγροῦ νόσφι πόληος.\nἔνθ' Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·\n\n\"ὑμεῖς μὲν νῦν ἔλθετ' ἐϋκτίμενον δόμον εἴσω,\nδεῖπνον δ' αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·\nαὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,\nαἴ κέ μ' ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,\nἦέ κεν ἀγνοιῇσι πολὺν χρόνον ἀμφὶς ἐόντα.\"\n\nὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχε' ἔδωκεν.\nοἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς\nἄσσον ἴεν πολυκάρπου ἀλῳῆς πειρητίζων.\nοὐδ' εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,\nοὐδέ τινα δμώων οὐδ' υἱῶν· ἀλλ' ἄρα τοί γε\nαἱμασιὰς λέξοντες ἀλῳῆς ἔμμεναι ἕρκος\nᾤχοντ', αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.\nτὸν δ' οἶον πατέρ' εὗρεν ἐϋκτιμένῃ ἐν ἀλῳῇ,\nλιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα,\nῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας\nκνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,\nχειρῖδάς τ' ἐπὶ χερσὶ βάτων ἕνεκ'· αὐτὰρ ὕπερθεν\nαἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.\nτὸν δ' ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς\nγήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,\nστὰς ἄρ' ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.\nμερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν\nκύσσαι καὶ περιφῦναι ἑὸν πατέρ' ἠδὲ ἕκαστα\nεἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,\nἦ πρῶτ' ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.\nὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,\nπρῶτον κερτομίοισ' ἔπεσιν διαπειρηθῆναι.\nτὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.\nἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·\nτὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·\n\n\"ὦ γέρον, οὐκ ἀδαημονίη σ' ἔχει ἀμφιπολεύειν\nὄρχατον, ἀλλ' εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,\nοὐ φυτόν, οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,\nοὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.\nἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ·\nαὐτόν σ' οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ' ἅμα γῆρας\nλυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.\nοὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ' οὔ σε κομίζει,\nοὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι\nεἶδος καὶ μέγεθος· βασιλῆι γὰρ ἀνδρὶ ἔοικας.\nτοιούτῳ δὲ ἔοικεν, ἐπεὶ λούσαιτο φάγοι τε,\nεὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·\nτεῦ δμώς εἰς ἀνδρῶν; τεῦ δ' ὄρχατον ἀμφιπολεύεις;\nκαί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐῢ εἰδῶ,\nεἰ ἐτεόν γ' Ἰθάκην τήνδ' ἱκόμεθ', ὥς μοι ἔειπεν\nοὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδ' ἰόντι,\nοὔ τι μάλ' ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα\nεἰπεῖν ἠδ' ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον\nἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν,\nἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.\nἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·\nἄνδρα ποτ' ἐξείνισσα φίλῃ ἐν πατρίδι γαίῃ\nἡμέτερόνδ' ἐλθόντα, καὶ οὔ πώ τις βροτὸς ἄλλος\nξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·\nεὔχετο δ' ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε\nΛαέρτην Ἀρκεισιάδην πατέρ' ἔμμεναι αὐτῷ.\nτὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων ἐῢ ἐξείνισσα,\nἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,\nκαί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.\nχρυσοῦ μέν οἱ δῶκ' εὐεργέος ἑπτὰ τάλαντα,\nδῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,\nδώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,\nτόσσα δὲ φάρεα καλά, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας,\nχωρὶς δ' αὖτε γυναῖκας ἀμύμονα ἔργα ἰδυίας\nτέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.\"\n\nτὸν δ' ἠμείβετ' ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·\n\"ξεῖν', ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,\nὑβρισταὶ δ' αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσι.\nδῶρα δ' ἐτώσια ταῦτα χαρίζεο, μυρί' ὀπάζων·\nεἰ γάρ μιν ζωόν γε κίχεις Ἰθάκης ἐνὶ δήμῳ,\nτῶ κέν σ' εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε\nκαὶ ξενίῃ ἀγαθῇ· ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.\nἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·\nπόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον,\nσὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδ', εἴ ποτ' ἔην γε;\nδύσμορον· ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης\nἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου\nθηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετ'· οὐδέ ἑ μήτηρ\nκλαῦσε περιστείλασα πατήρ θ', οἵ μιν τεκόμεσθα·\nοὐδ' ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,\nκώκυσ' ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,\nὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.\nκαί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐῢ εἰδῶ·\nτίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\nποῦ δαὶ νηῦς ἕστηκε θοή, ἥ σ' ἤγαγε δεῦρο\nἀντιθέους θ' ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας\nνηὸς ἐπ' ἀλλοτρίης, οἱ δ' ἐκβήσαντες ἔβησαν;\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"τοιγὰρ ἐγώ τοι πάντα μάλ' ἀτρεκέως καταλέξω.\nεἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,\nυἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·\nαὐτὰρ ἐμοί γ' ὄνομ' ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων\nπλάγξ' ἀπὸ Σικανίης δεῦρ' ἐλθέμεν οὐκ ἐθέλοντα·\nνηῦς δέ μοι ἥδ' ἕστηκεν ἐπ' ἀγροῦ νόσφι πόληος.\nαὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,\nἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,\nδύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,\nδεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,\nχαῖρε δὲ κεῖνος ἰών· θυμὸς δ' ἔτι νῶϊν ἐώλπει\nμείξεσθαι ξενίῃ ἠδ' ἀγλαὰ δῶρα διδώσειν.\"\n\nὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·\nἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν\nχεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.\nτοῦ δ' ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη\n\nδριμὺ μένος προὔτυψε φίλον πατέρ' εἰσορόωντι.\nκύσσε δέ μιν περιφὺς ἐπιάλμενος ἠδὲ προσηύδα·\n\n\"κεῖνος μὲν δὴ ὅδ' αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,\nἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.\nἀλλ' ἴσχευ κλαυθμοῖο γόοιό τε δακρυόεντος.\nἐκ γάρ τοι ἐρέω· - μάλα δὲ χρὴ σπευδέμεν ἔμπης· -\nμνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι\nλώβην τεινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.\"\n\nτὸν δ' αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·\n\"εἰ μὲν δὴ Ὀδυσεύς γε, ἐμὸς πάϊς, εἰλήλουθας,\nσῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,\nτὴν ἐν Παρνησῷ μ' ἔλασεν σῦς λευκῷ ὀδόντι\nοἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ\nἐς πατέρ' Αὐτόλυκον μητρὸς φίλον, ὄφρ' ἂν ἑλοίμην\nδῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.\nεἰ δ' ἄγε τοι καὶ δένδρε' ἐϋκτιμένην κατ' ἀλῳὴν\nεἴπω, ἅ μοί ποτ' ἔδωκας, ἐγὼ δ' ᾔτευν σε ἕκαστα\nπαιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δ' αὐτῶν\nἱκνεύμεσθα, σὺ δ' ὠνόμασας καὶ ἔειπες ἕκαστα.\nὄγχνας μοι δῶκας τρεισκαίδεκα καὶ δέκα μηλέας,\nσυκέας τεσσαράκοντ'· ὄρχους δέ μοι ὧδ' ὀνόμηνας\nδώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος\nἤην; ἔνθα δ' ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν,\nὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.\"\n\nὣς φάτο, τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,\nσήματ' ἀναγνόντος, τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσσεύς·\nἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ\nεἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.\nαὐτὰρ ἐπεί ῥ' ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,\nἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·\n\n\"Ζεῦ πάτερ, ἦ ῥ' ἔτι ἐστὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,\nεἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτεισαν.\nνῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα, μὴ τάχα πάντες\nἐνθάδ' ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ\nπάντῃ ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.\nἀλλ' ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·\nἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην\nπροὔπεμψ', ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.\"\n\nὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.\nοἱ δ' ὅτε δή ῥ' ἵκοντο δόμους ἐῢ ναιετάοντας,\nεὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην\nταμνομένους κρέα πολλὰ κερῶντάς τ' αἴθοπα οἶνον.\n\nτόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ\nἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,\nἀμφὶ δ' ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη\nἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαῶν,\nμείζονα δ' ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.\nἐκ δ' ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,\nὡς ἴδεν ἀθανάτοισι θεοῖσ' ἐναλίγκιον ἄντην,\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων\nεἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.\"\n\nτὸν δ' αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·\n\"αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,\nοἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,\nἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,\nτοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισι\nτεύχε' ἔχων ὤμοισιν ἐφεστάμεναι καὶ ἀμύνειν\nἄνδρας μνηστῆρας· τῶ κέ σφεων γούνατ' ἔλυσα\nπολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.\"\n\nὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.\nοἱ δ' ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,\nἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.\nἔνθ' οἱ μὲν δείπνῳ ἐπεχείρεον· ἀγχίμολον δὲ\nἦλθ' ὁ γέρων Δολίος, σὺν δ' υἱεῖς τοῖο γέροντος,\nἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσε\nμήτηρ, γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα\nἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.\nοἱ δ' ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,\nἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς\nμειλιχίοισ' ἐπέεσσι καθαπτόμενος προσέειπεν·\n\n\"ὦ γέρον, ἵζ' ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·\nδηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες\nμίμνομεν ἐν μεγάροισ', ὑμέας ποτιδέγμενοι αἰεί.\"\n\nὣς ἄρ' ἔφη, Δολίος δ' ἰθὺς κίε χεῖρε πετάσσας\nἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ' ἐπὶ καρπῷ\nκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n\n\"ὦ φίλ', ἐπεὶ νόστησας ἐελδομένοισι μάλ' ἡμῖν\nοὐδ' ἔτ' ὀϊομένοισι, θεοὶ δέ σε ἤγαγον αὐτοί,\nοὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.\nκαί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐῢ εἰδῶ,\nἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια\nνοστήσαντά σε δεῦρ', ἦ ἄγγελον ὀτρύνωμεν.\"\n\nτὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n\"ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;\"\n\nὣς φάθ', ὁ δ' αὖτις ἄρ' ἕζετ' ἐϋξέστου ἐπὶ δίφρου.\nὣς δ' αὔτως παῖδες Δολίου κλυτὸν ἀμφ' Ὀδυσῆα\nδεικανόωντ' ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,\nἑξείης δ' ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.\n\nὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·\nὄσσα δ' ἄρ' ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ\nμνηστήρων στυγερὸν θάνατον καὶ κῆρ' ἐνέπουσα.\nοἱ δ' ἄρ' ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος\nμυχμῷ τε στοναχῇ τε δόμων προπάροιθ' Ὀδυσῆος,\nἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,\nτοὺς δ' ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον\nπέμπον ἄγειν ἁλιεῦσι θοῇσ' ἐπὶ νηυσὶ τιθέντες·\nαὐτοὶ δ' εἰς ἀγορὴν κίον ἁθρόοι, ἀχνύμενοι κῆρ.\nαὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,\nτοῖσιν δ' Εὐπείθης ἀνά θ' ἵστατο καὶ μετέειπε·\nπαιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,\nἈντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·\nτοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·\n\n\"ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδε μήσατ' Ἀχαιούς·\nτοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς\nὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δ' ὤλεσε λαούς,\nτοὺς δ' ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ' ἀρίστους.\nἀλλ' ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι\nἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,\nἴομεν· ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ' αἰεί.\nλώβη γὰρ τάδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,\nεἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας\nτεισόμεθ'· οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο\nζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.\nἀλλ' ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.\"\n\nὣς φάτο δάκρυ χέων, οἶκτος δ' ἕλε πάντας Ἀχαιούς.\nἀγχίμολον δέ σφ' ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς\nἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,\nἔσταν δ' ἐν μέσσοισι· τάφος δ' ἕλεν ἄνδρα ἕκαστον.\nτοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·\n\n\"κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς\nἀθανάτων ἀέκητι θεῶν τάδε μήσατο ἔργα·\nαὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥ' Ὀδυσῆϊ\nἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.\nἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ' Ὀδυσῆος\nφαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων\nθῦνε κατὰ μέγαρον· τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.\"\n\nὣς φάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.\nτοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης\nΜαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·\nὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπε·\n\n\"κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω.\nὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·\nοὐ γὰρ ἐμοὶ πείθεσθ', οὐ Μέντορι ποιμένι λαῶν,\nὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,\nοἳ μέγα ἔργον ἔρεζον ἀτασθαλίῃσι κακῇσι,\nκτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν\nἀνδρὸς ἀριστῆος· τὸν δ' οὐκέτι φάντο νέεσθαι.\nκαὶ νῦν ὧδε γένοιτο, πίθεσθέ μοι, ὡς ἀγορεύω·\nμὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.\"\n\nὣς ἔφαθ', οἱ δ' ἄρ' ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ\nἡμίσεων πλείους· - τοὶ δ' ἁθρόοι αὐτόθι μεῖναν· -\nοὐ γάρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλ' Εὐπείθει\nπείθοντ'· αἶψα δ' ἔπειτ' ἐπὶ τεύχεα ἐσσεύοντο.\nαὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,\nἁθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.\nτοῖσιν δ' Εὐπείθης ἡγήσατο νηπιέῃσι·\nφῆ δ' ὅ γε τείσεσθαι παιδὸς φόνον, οὐδ' ἄρ' ἔμελλεν\nἂψ ἀπονοστήσειν, ἀλλ' αὐτοῦ πότμον ἐφέψειν.\nαὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·\n\n\"ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,\nεἰπέ μοι εἰρομένῃ· τί νύ τοι νόος ἔνδοθι κεύθει;\nἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν\nτεύξεις, ἦ φιλότητα μετ' ἀμφοτέροισι τίθησθα;\"\n\nτὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·\n\"τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;\nοὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,\nὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτείσεται ἐλθών;\nἕρξον ὅπως ἐθέλεις· ἐρέω δέ τοι ὡς ἐπέοικεν.\nἐπεὶ δὴ μνηστῆρας ἐτείσατο δῖος Ὀδυσσεύς,\nὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,\nἡμεῖς δ' αὖ παίδων τε κασιγνήτων τε φόνοιο\nἔκλησιν θέωμεν· τοὶ δ' ἀλλήλους φιλεόντων\nὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.\"\n\nὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,\nβῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα.\n\nοἱ δ' ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,\nτοῖσ' ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·\n\n\"ἐξελθών τις ἴδοι, μὴ δὴ σχεδὸν ὦσι κιόντες.\"\n\nὣς ἔφατ'· ἐκ δ' υἱὸς Δολίου κίεν, ὡς ἐκέλευε,\nστῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν εἴσιδε πάντας.\nαἶψα δ' Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·\n\n\"οἵδε δὴ ἐγγὺς ἔασ'· ἀλλ' ὁπλιζώμεθα θᾶσσον.\"\n\nὣς ἔφαθ', οἱ δ' ὤρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,\nτέσσαρες ἀμφ' Ὀδυσῆ', ἓξ δ' υἱεῖς οἱ Δολίοιο·\nἐν δ' ἄρα Λαέρτης Δολίος τ' ἐς τεύχε' ἔδυνον,\nκαὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.\nαὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,\nὤϊξάν ῥα θύρας, ἐκ δ' ἤϊον, ἦρχε δ' Ὀδυσσεύς.\n\nτοῖσι δ' ἐπ' ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,\nΜέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.\nτὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,\nαἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·\n\n\"Τηλέμαχ', ἤδη μὲν τό γε εἴσεαι αὐτὸς ἐπελθών